← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§267.1-268.6

共通论题与特有论题所构成的修辞推论区分

注疏亚里士多德《修辞学》1358a2–30,阐明了从普遍共通论题推导的修辞推论与从特定学科及修辞学三类(审议、司法、演说)特有前提推导的推论之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#3

[1358 a 2] Τῶν δὲ ἐνθυμημάτων μεγίστη διαφορά. ὥσπερ εἰσὶ διαλεκτικοὶ συλλογισμοὶ παρὰ τῇ διαλεκτικῇ, ἀλλὰ εἰσὶ καὶ περὶ φυσικῶν παρ’ αὐτῇ καὶ περὶ ἠθικῶν διαλέξεις, ἀλλὰ ὅσα μὲν ἀπὸ κοινῶν τόπων δείκνυνται, κἂν φυσικὰ εἶεν, κἂν ἠθικά, οὐ μὴν μόνον διαλεκτικά, οἷον ἀπὸ τοῦ μᾶλλον, ἀπὸ τοῦ ἧττον, ἀπὸ ἴσου, ἀπὸ δυνατοῦ, ἀδυνάτου, ἐνδόξου, ἀδόξου, ταῦτα λέγονται διαλεκτικά, ὅσα δὲ τῶν ἰδίᾳ καὶ ἰδίᾳ τεχνῶν, ἤγουν φυσικῆς, ἰατρικῆς, ἠθικῆς, δείκνυνται ἀπὸ ἰδίων καὶ οἰκείων αὐταῖς καὶ μόναις προτάσεων, ταῦτα λέγονται οὐ διαλεκτικὰ ἀλλ’ ἢ ἠθικὰ ἢ φυσικὰ ἢ ἰατρικά (αἱ γὰρ προτάσεις τῆς ἰατρικῆς οὐκ ἐφαρμόσουσι τῇ ἠθικῇ οὐδ’ αἱ τῆς ἠθικῆς ἐφαρμόσουσι τῇ φυσικῇ), οὕτω καὶ ἐν τῇ ῥητορικῇ εἰσιν ἐνθυμηματικοὶ συλλογισμοὶ καὶ ποτὲ μὲν λέγονται τὰ προβλήματα ῥητορικά, ὅταν ἀπὸ κοινῶν τινων ῥητορικῶν τόπων δεικνύωνται, οἷον ἀπὸ τοῦ δυνατοῦ, τοῦ μᾶλλον καὶ τοιούτων τινῶν, ποτὲ δὲ οὐ λέγονται ῥητορικὰ ἀλλὰ ἢ συμβουλευτικὰ ἢ δικανικὰ ἢ ἐπιδεικτικὰ ἢ περὶ εἰρήνης ἢ περὶ πολέμου ἢ περὶ πόρων ἢ περὶ φυλακῆς χώρας ἢ νομικά, εἰ περὶ πολιτειῶν εἶεν καὶ νόμων. εἰ οὖν τὰ τρία τῆς ῥητορικῆς εἴδη μετιὼν καὶ συμβουλευόμενος ἢ καὶ δικανευόμενος ἢ καὶ πανηγυρίζων ἀπὸ τοῦ μᾶλλον ἐν τοῖς τρισὶν ἐπιχειρήσεις ἢ τοῦ ἧττον ἢ τοῦ δυνατοῦ, ῥητορικὰ ταῦτα εἰπὲ τὰ προβλήματα· ἀπὸ γὰρ τῶν κοινῶν τῆς ῥητορικῆς τόπων ὥρμησας. εἰ δὲ τὸ συμβουλευτικὸν1 μόνον νῦν μεταχειρισάμενος καὶ τούτου τὸ περὶ πόρων εἶδος μόνον ἐπιχειρήμασιν οἰκείοις αὐτῷ καὶ μόνῳ τῷ περὶ πόρων προβλήματι χρᾷ, τὸ τοιοῦτον ῥητορικὸν εἴπῃς, ἀλλὰ ἢ συμβουλευτικὸν μερικεύσας ἐκεῖνο ἢ περὶ πόρων ἢ οὕτω πως μερικῶς καὶ εἰδικῶς. [1358 a 7] Τὰς δὲ οὔπω κατειλημμένας, οἷον περὶ τοῦ τετραγωνίζεσθαι τὸν κύκλον ἢ καὶ ἡ καθ’ ἡμᾶς θεία γραφὴ μεγίστη ἐπιστήμη καὶ καλὴ καὶ τιμία καὶ ἀκριβὴς ἀκριβῶς. [1358 a 7] Διὸ καὶ λανθάνουσι τοὺς ἀκροατάς, εἰ εἶεν διαλεκτικοί· καλῶς γὰρ τὴν ἠθικὴν μεταχειριζόμενοι ἢ τὴν ἰατρικὴν καὶ μεταβαίνοντες ἀπὸ τῶν κοινῶν τῆς διαλεκτικῆς τόπων, τὰ δὲ ἠθικὰ ἢ τὰ ἰατρικὰ δεικνύντες ἀπό τινων ἰδίων καὶ οἰκείων ἰατρικῇ ἢ ἠθικῇ ἰατροὶ μᾶλλον δοκοῦσιν ἄριστοι ἢ ἠθικοὶ φιλόσοφοι. [1358 a 14] Οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου τοῦ κοινοῦ τόπου ἤγουν τοῦ μᾶλλον περὶ φυσικῶν εἰπεῖν παρ’ ὃ περὶ δικαίων.2 [1358 a 30] Τῶν ἐνθυμημάτων τά τε εἴδη, λέγω δέ, φησί, τὰς καθ’ ἕκαστον γένος ἰδίας προτάσεις. γένος ἢ τὸ ὑποκείμενον εἶπε ἢ τὸ εἶδος· εἶδος γὰρ τῆς ῥητορικῆς τὸ συμβουλευτικόν, εἶδος τῆς ῥητορικῆς τὸ δικανικόν. γίνωσκε οὖν τοὺς οἰκείους καὶ ἰδίους τῇ συμβουλῇ τόπους, ἀφ’ ὧν οὐδέποτε δείξαις τὰ δικανικὰ προβλήματα, γίνωσκε εἰδικῶς τοὺς οἰκείους τῷ δικανικῷ μερικοὺς τόπους, ἀφ’ ὧν οὐδέποτε τὰ συμβουλευτικὰ κατασκευάσαις. τόπους δὲ λέγει τοὺς κοινούς, ἀφ’ ὧν κοινῶς μέν, οὐ μὴν ἐπιχειρήσεις ἰδίως περὶ τοῦδε ἢ τοῦδε οἰκείως καὶ εἰδικῶς καὶ αὐτάρκως.

“在修辞推论之间有着极大的差别”。正如在辩证术中有辩证的三段论,但在它之中也有关于自然事物的讨论和关于伦理事物的讨论,然而凡是从共通论题中被证明的——无论它们是自然的还是伦理的,而不仅仅是辩证的,例如从更大、从更小、从相等、从可能、不可能、声誉良好的、声誉不良的——这些都被称为辩证的;而属于个别与特定技艺(即物理学、医学、伦理学)的事物中,凡是从适于它们且仅属于它们的特有前提中被证明的,这些就不被称为辩证的,而是被称为伦理学的、物理学的或医学的(因为医学的前提并不适用于伦理学,伦理学的前提也不适用于物理学);同样,在修辞学中也有修辞推论的三段论,有时当问题是从某些共通的修辞论题被证明时,它们被称为修辞学的,例如从可能、更大以及此类事物;但有时它们不被称为修辞学的,而是被称为审议的、司法的、演说的,或是关于和平、关于战争、关于税收、关于国土防卫,或者如果涉及政制和法律,则被称为法律的。因此,如果你在运用修辞学的三种类型时,无论在审议、诉讼还是节日演说中,在三者中都从“更大”、从“更小”或从“可能”来进行论证,就把这些问题称为修辞学的问题;因为你是从修辞学的共通论题出发的。但如果你现在仅处理审议这一类型,并且其中仅处理关于税收这一类型,运用适于它本身且仅适于关于税收这一问题的论据,就不要把这样的东西[单纯]称为修辞学的,而是把那指定为审议的,或关于税收的,或以此类特殊和具种差的方式来称呼它。 “尚未被把握的[学问]”;例如关于化圆为方,抑或我们神圣的圣经,它是最伟大的科学,优美、尊贵且确切精准。 “因此听众也没有察觉到”;如果他们是辩证家的话。因为那些适当地处理伦理学或医学、脱离了辩证术的共通论题、并从适于且特属于医学或伦理学的某些前提来证明伦理事物或医学事物的人,看起来更像是优秀的医生或道德哲学家。 “因为从这个共通论题即‘更大’出发,谈论自然事物绝不会比谈论正义事物更有可能”。 “修辞推论的诸种”,他说:“我的意思是适合于每一门类的特有前提”。他所说的门类,指的或者是基础的主题,或者是种;因为审议是修辞学的种,司法也是修辞学的种。因此,应当了解适合于且特属于审议的论题,从这些论题出发你决不可能证明司法的问题;应当明确了解适合于司法的特殊论题,从这些论题出发你决不可能构建审议的问题。而他所说的“论题”是指共通论题,从这些论题出发你可以作共通的论证,但决不能针对这一事物或那一事物作适切、特有且充分的专门论证。

语法注2 条
  1. 1.2τὸ τοιοῦτον ῥητορικὸν εἴπῃς, ἀλλὰ ἢ συμβουλευτικὸν

    从转折对比结构(ἀλλὰ ἤ)判断,前半句应作否定意义理解(即“不要[单纯]称之为修辞学的”或“而非称之为修辞学的”)。这可能是抄本中否定词 μή 脱落,或者是受随后的 ἀλλὰ ἤ(“不是……而是……”)所驱动而含蓄表达了否定。

  2. 1.2παρ’ ὃ περὶ δικαίων

    παρ’ ὅ 在此接在比较级表达(οὐδὲν μᾶλλον ἔσται)之后,用作引出比较对象的连词性表达,相当于“比……”或“与……相比”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:267.1-268.6