- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:265.1-266.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺通过发烧和分娩的例子解释了为何不可反驳的征象(确据)是个别对普遍的关系,将从普遍到特殊的征象分析为第二格的谬误三段论,并探讨了基于时间先后关系的征象分类,以及例证如何既不同于修辞推论亦不同于三段论。
τεκμήριον τοῦτο καὶ ἄλυτον, ὡς δὴ καὶ τὸ γάλα ἔχειν· καλῶς γὰρ καὶ οὗτος ὁ συλλογισμὸς ἔχει καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος· νόησον οὖν ὧδε· πῶς ταῦτα τὰ δύο σημεῖα, ἃ καὶ τεκμήρια καὶ ἄλυτα, ὡς μερικά εἰσι πρὸς καθ’ ὅλου τὸ πυρέττειν, ὃ σημεῖον μερικώτερόν ἐστι τοῦ νοσεῖν;1 πῶς; ὅτι πᾶς μὲν πυρέττων νοσεῖ, οὐ μὴν δὲ πᾶς νοσῶν πυρέττει· εἰσὶ γὰρ καὶ ἕτεραι νόσοι παρὰ τὸν πυρετόν. καὶ αὖθις· τὸ γάλα ἔχειν σημεῖον ὂν τοῦ σημειωτοῦ ἤτοι τοῦ τετοκέναι μερικώτερόν ἐστι τοῦ τετοκέναι· πᾶσα μὲν γὰρ γάλα ἔχουσα καὶ τέτοκεν, οὐ μὴν δὲ πᾶσα τετοκυῖα καὶ γάλα ἔχει. καλῶς ἄρα τοῦτο ἐξήγηταί μοι σὺν θεῷ, τῶν ἄλλων ἀποπλανηθέντων ὅλῳ πήχει τῆς ἀληθείας. [1357 b 3] Τὸ δ’ ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος· ὅταν δηλαδὴ τὸ σημεῖον εὑρίσκηται τὸ τάχα λαμβανόμενον καθολικώτερον τοῦ σημειωτοῦ· οἷον εἴ τις εἴπῃ ‘ὁ παρὼν πυρέττει, πνευστιᾷ γάρ’. καὶ οἱ μὲν ἄλλοι οὕτως αὐτὸ συνελογίσαντο πάντες ἐν πρώτῳ σχήματι ἐγὼ δὲ ἐν δευτέρῳ σχήματι τοῦτο συνελογισάμην ἀκολουθῶν Ἀριστοτέλει ἐν τῷ τέλει τοῦ δευτέρου τῶν Προτέρων ἀναλυτικῶν λέγοντι μόνα τὰ ἄλυτα τεκμήρια ἐν τῷ πρώτῳ σχήματι συλλογίζεσθαι, τὰ δὲ ἄλλα σημεῖα ἃ μὲν ἐν τῷ δευτέρῳ, ἃ δὲ ἐν τῷ τρίτῳ, ἃ καὶ λύσιμα ἢ ὡς ψευδῆ καὶ κατὰ τὸ εἶδος ἡμαρτημένα ἢ καθ’ ἕν τι τούτων. ποῖον; τὸ κατὰ τὸ εἶδος ἡμαρτῆσθαι δηλαδή, κἂν κατὰ τὴν ὕλην ἀληθῶς ἔχῃ· τοῦτο εἰ οὕτως σχηματισθῇ, συλλογισμός ἐστιν, οὐ μὴν ἐνθυμηματικός. σχημάτισον οὖν αὐτὸ ἐνθυμηματικῶς καὶ ῥητορικῶς, τὴν αβ εὐθεῖαν περιελὼν καὶ οὕτως ἐνθυμηματισάμενος·2 ἡ γὰρ μείζων πρότασις ἐνθυμηματικῶς σοι νοεῖται. εἰ οὖν τὸ ἐνθύμημα τέλειον συλλογισμὸν ποιήσεις, λυτὸν τοῦτον εὑρήσεις. ‘οὗτος πυρέττει· καὶ γὰρ πυκνὸν ἀναπνεῖ’· ψευδῶς τέως εἶπας. ἔχει δὲ ἔμφασιν οὗτος ὁ συλλογισμὸς πρώτου σχήματος καί τι καινόν· τὰ γὰρ ἐν τῷ δευτέρῳ σχήματι συλλογιζόμενα διὰ τοῦ πρώτου τελειοῦνται. εἰ μὲν οὖν οὕτως ὡς ἐν τῷ πρώτῳ σχήματι τελειῶν εἴπῃς ‘οὗτος πυκνὸν ἀναπνεῖ, πᾶς ὁ πυκνὸν ἀναπνέων πυρέσσει’, ψευδὴς εὑρίσκεται ἡ μείζων πρότασις· εἰ δὲ οὕτως εἴπῃς ὡς ἐν δευτέρῳ σχήματι, ἵνα ἡ ὕλη φανῇ ἀληθής, ‘οὗτος πνευστιᾷ, πᾶς ὁ πυρέττων πνευστιᾷ, οὗτος ἄρα πυρέττει’, ἀληθὴς μὲν ὁ συλλογισμὸς κατὰ τὴν ὕλην, κατὰ δὲ τὸ εἶδος ἠχρείωται· ἐν γὰρ τῷ δευτέρῳ σχήματι ἀπὸ δύο καταφατικῶν καταφατικὸν συνήγαγες·3 λυτὸν ἄρα· καταφατικῶς γὰρ συνάγεται ἀεὶ τὰ διὰ σημείων ἀποδεικνύμενα. [1357 b 17] Μόνον γάρ, ἂν ἀληθὲς ᾖ, ἄλυτόν ἐστι. τοῦτο εἶπεν, ἐπεὶ τὸ ἐν τῷ δευτέρῳ σχήματι συλλογισθὲν τὸ ‘οὗτος πυκνὸν ἀναπνεῖ, πυρέττει ἄρα’ τελειωθὲν ἐν πρώτῳ σχήματι οὐ φαίνεται ἀληθὲς καὶ λοιπὸν οὐκ ἔστι τεκμήριον. [1357 b 19] Λυτὸν γὰρ καὶ τοῦτο, κἂν ἀληθὲς ᾖ· κἂν γὰρ ἀληθὲς ᾖ τὸ ‘οὗτος πυρέττει ὁ νῦν ὁρώμενός μοι πνευστιῶν’, ἀλλὰ λύσιμος ὁ συλλογισμός, ὅτι ἐν τῷ δευτέρῳ σχήματι ἀπὸ καταφατικῶν τῶν δύο προτάσεων καταφατικὸν συνήγαγες. Ἰστέον καὶ ἐπὶ τινῶν πῇ μὲν τὰ σημεῖα προηγοῦνται ὧν εἰσι σημεῖα, οἷον ἡ ἶρις τοῦ ὑετοῦ, ὃ καὶ πολλάκις καὶ διαψεύδεται (φαίνεται γὰρ ἡ ἶρις, ὑετὸς δὲ οὐ γίνεται), πῇ δὲ τὸ οὗ σημεῖον προηγεῖται, ὡς τὸ πῦρ τῆς τέφρας, πῇ δὲ ἅμα τὸ σημεῖον καὶ τὸ σημειωτόν, ὃ καὶ κυρίως τεκμήριον, οἷον ἅμα πῦρ καὶ καπνός· ἐὰν οὖν εἴπῃς, ὅτι σημεῖον τοῦ εἶναι ἐνταῦθα πῦρ τὸ εἶναι ἐνταῦθα τέφραν, ψεῦδος· ἔστι γὰρ τέφρα ἔν τινι τόπῳ καὶ οὐκ ἐγένετο ἐνταῦθα πῦρ, ἀλλ’ εἰκὸς ἦν μετενηνέχθαι ἀλλαχόθεν ἐνταῦθα τὴν τέφραν. [1357 b 26] Ἔστι δὲ τὸ παράδειγμα οὔτε ὡς μέρος πρὸς ὅλον· ἦν γὰρ ἂν σημεῖον, ὃ ἦν ὡς τῶν καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου. ἀλλ’ οὐδὲ ὡς ὅλον πρὸς μέρος· ἦν γὰρ ἂν ὡς τὸ ἕτερον αὖθις σημεῖον ἢ καὶ ὡς τὸ εἰκός, ὅπερ ἦν ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος. τὸ δὲ οὔτε ὡς ὅλον πρὸς ὅλον εἶπε δηλῶν, ὅτι οὐδὲ συλλογισμός ἔστι. διὰ μὲν οὖν τῶν ἀνώτερον δυεῖν ἔδειξεν, ὅτι τὸ παράδειγμα οὐκ ἔστιν ἐνθύμημα (τὸ γὰρ ἐνθύμημα ἦν ἐξ εἰκότων καὶ σημείων, ἃ ἀνῄρηκεν, ὅτι οὐκ ἔστι τὸ παράδειγμα), διὰ δὲ τοῦ τρίτου τοῦ οὔθ’ ὡς ὅλον πρὸς ὅλον ἀνῄρηκεν, ὅτι οὐδὲ συλλογισμός ἐστιν,4 ἀπὸ τῶν καθ’ ὅλου ἢ καὶ ἀντιστρεφόντων συνάγων τὸ καθ’ ὅλου.
这也正如拥有乳汁一样,乃是确据(特克梅利昂)且不可反驳的;因为这个三段论无论就质料还是就形式而言都是健全的。因此请这样来理解:这两个既是确据又是不可反驳的征象,是如何作为特殊的事物与普遍相对立的呢——即作为征象的发烧比生病更为特殊?如何呢?因为凡发烧者皆生病,但并非凡生病者皆发烧;因为在发烧之外还有别的疾病。再者:拥有乳汁作为被表征者(即生育)的征象,比生育更为特殊;因为凡拥有乳汁的妇女皆已生育,但并非凡已生育的妇女皆拥有乳汁。因此,在其他人偏离真理整整一肘的情况下,承蒙神助,这已被我正确地解释清楚了。 “而另一种则如同普遍中的某物与特殊的关系”。即显然是指:当被选取的征象可能被发现比被表征者更为普遍的时候;例如有人若说:“眼前的此人发烧,因为他在喘息”。其他所有注疏家都在第一格中推导它,而我则在第二格中推导了它,这是遵循亚里士多德在《前分析篇》卷二末尾所言:唯有不可反驳的确据是在第一格中推论的,而其他征象有的在第二格中推论,有的在第三格中推论,它们也是可反驳的,要么因为是假的且在形式上有误,要么是由于二者之一。是哪一种呢?显然是在形式上有误,即使在质料上是真实的。这如果被这样构建,它是一个三段论,但不是修辞推论。因此,去掉直线AB,以这种方式构成修辞推论,将其构建为修辞推论式的和修辞学式的;因为大前提对你而言是被修辞推论式地意谓的。因此,如果你将该修辞推论构造成完整的三段论,你将发现它是可反驳的。“此人发烧;因为他的确呼吸急促”——到此为止你说的是假的。不过这个三段论具有第一格的意味和某种新意;因为在第二格中被推论的东西乃是通过第一格而得以完成的。因此,如果如同在第一格中完成它那样你说:“此人呼吸急促,凡呼吸急促者皆发烧”,大前提便被发现是假的;但如果你如同在第二格中那样说,以便使质料显得真实:“此人喘息,凡发烧者皆喘息,因此此人发烧”,三段论在质料上固然是真实的,但在形式上却失效了;因为在第二格中你从两个肯定前提推出了肯定结论。因此它是可反驳的;因为通过征象来证明的东西总是被肯定性地推出的。 “因为唯有此物,如果是真实的,才是不可反驳的”。他说这话,是因为在第二格中被推论的“此人呼吸急促,因此他发烧”,在第一格中被完成后并不显得真实,因而也就不是确据。 “因为这也是可反驳的,即使它是真实的”。因为即使“现在被我看见正在喘息的此人发烧”是真实的,该三段论依然是可反驳的,因为在第二格中你从两个均为肯定的前提推出了肯定结论。还应当知道,在某些情况下,征象先于它们作为其征象的事物,例如彩虹先于降雨,而这常常也是骗人的(因为彩虹显现了,却没有下雨);在某些情况下,〔征象〕作为其征象的事物在先,正如火先于灰烬;而在某些情况下,征象与被表征者同时存在,这才是严格意义上的确据,正如火与烟同时存在。因此,如果你说“这里有灰烬是这里有火的征象”,这是假的;因为在某处有灰烬而那里并未生火是可能的,倒很可能是灰烬从别处被带到了这里。 “而例证既非如同部分与整体的关系”。因为若是那样,它就会是作为特殊的事物与普遍相对立的征象了。“也非如同整体与部分的关系”。因为若是那样,它就会再次如同另一种征象,或者如同作为普遍中的某物与特殊相对立的或然了。而他说“也非如同整体与整体的关系”,则是表明它甚至不是三段论。因此,通过前面的两点,他表明了例证不是修辞推论(因为修辞推论是由或然和征象构成的,而他排除了例证是这两者);而通过第三点“也非如同整体与整体的关系”,他甚至排除了它是三段论,即从普遍的事物或换位的事物中推出普遍结论的三段论。
- 1.2πῶς ταῦτα τὰ δύο σημεῖα, ἃ καὶ τεκμήρια καὶ ἄλυτα, ὡς μερικά εἰσι πρὸς καθ’ ὅλου τὸ πυρέττειν, ὃ σημεῖον μερικώτερόν ἐστι τοῦ νοσεῖν;
在疑问从句 πῶς ... εἰσι 内部,主语 ταῦτα τὰ δύο σημεῖα 的谓语部分为 ὡς μερικά εἰσι πρὸς καθ’ ὅλου,而 τὸ πυρέττειν 作为具体同位语添加于其后。关系从句 ὃ σημεῖον μερικώτερόν ἐστι τοῦ νοσεῖν 以 τὸ πυρέττειν 为先行词,说明“发烧这一征象比生病更为特殊”。
- 1.2τὴν αβ εὐθεῖαν περιελὼν καὶ οὕτως ἐνθυμηματισάμενος
分词短语 τὴν αβ εὐθεῖαν περιελών 借用几何/逻辑图示(连接项A与项B的线段,即显式的大前提)的“去除”,来比喻通过省略形式上的大前提构建修辞推论。
- 1.2ἐν γὰρ τῷ δευτέρῳ σχήματι ἀπὸ δύο καταφατικῶν καταφατικὸν συνήγαγες
此处说明了形式上的无效性(κατὰ τὸ εἶδος ἠχρείωται):在三段论第二格中,两个肯定前提(ἀπὸ δύο καταφατικῶν)无法得出有效结论,且结论必然是否定的,而此处却推出了肯定结论(καταφατικόν)。
- 1.2ἀνῄρηκεν, ὅτι οὐδὲ συλλογισμός ἐστιν
动词 ἀνῄρηκεν(否定/排除)支配 ὅτι 从句作为其宾语,意为“排除了例证甚至可能是一个三段论(的说法)”。
