← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§263.2-264.37

修辞推论的前提与征象的逻辑结构

斯提法诺对亚里士多德《修辞学》第1卷第2章(1357a22–b17)进行注解,考察了哲学三段论与修辞推论之前提的对应关系,并通过具体例证解析了或然(eikos)以及三类征象(semeion,尤其是不可反驳的确据tekmerion)的逻辑结构与格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

2. [1357 a 22] Ἐπεὶ δ’ ἔστιν ὀλίγα τὰ ἀναγκαῖα. ἅπαξ εἰπὼν τὰ κατὰ τὴν ῥητορικὴν παρεοικέναι τῇ φιλοσοφίᾳ (συλλογισμός τε γὰρ ἐκεῖ ἐστιν, ἀλλὰ καὶ παρὰ τῇ ῥητορικῇ ἐνθύμημα· ἐπαγωγὴ ἐκεῖ, ἀλλὰ καὶ παρὰ τῇ ῥητορικῇ παράδειγμα) νῦν πάλιν καὶ ἄλλην τινὰ φιλοσοφίας κοινωνίαν καὶ ῥητορικῆς πολυπραγμονεῖ καὶ λέγει ὥσπερ παρὰ τοῖς ἐν φιλοσοφίᾳ συλλογισμοῖς ἡ γένεσις αὐτῶν ἐστιν ἢ ἐξ ἀναγκαίων καὶ γίνεται ὁ ἀποδεικτικὸς ἢ ἐξ ἐνδεχομένων καὶ γίνεται ὁ διαλεκτικός, οὕτως εὑρήσεις λοιπὸν1 καὶ παρὰ τῇ ῥητορικῇ προτάσεις οἷον ἐνδεχομένας τὰ εἰκότα, οἷον δὲ ἀναγκαίας τὰ τεκμηριώδη σημεῖα· τριχῶς γὰρ τὸ σημεῖον. [1357 a 28] Ἐκ τοιούτων ἀνάγκη καὶ ἑτέρων. καλῶς προσέθηκε τὸ ἑτέρων· ὁ μὲν γὰρ ἀναγκαῖος συλλογισμὸς ὁ περὶ τοῦ ἡ ψυχὴ φέρε εἰπεῖν ἀθάνατος ἐκ τῶν αὐτῶν ἀεὶ προτάσεων γίνεται καὶ οὐχὶ ἐξ ἑτέρων νῦν καὶ πάλιν ἐξ ἑτέρων καὶ αὖθις ἐξ ἑτέρων (οὐδὲ γὰρ ἂν ἦν ἀναγκαῖος, ἄλλοτ’ ἄλλως ἔχων), ὁ δὲ ἐνδεχόμενος συλλογισμὸς ὁ περὶ τοῦ ἡ ἡδονὴ ἀγαθὸν ἢ φαῦλον ἐξ ἄλλων καὶ ἄλλων καὶ ἑτεροίων πολλάκις πολυειδῶς συλλογισθήσεται. [1357 a 33] Ὥστ’ ἀνάγκη τούτων ἑκάτερον ἑκατέρῳ, ἤγουν τὸ εἰκὸς καὶ τὸ σημεῖον ἔσται ταὐτὸν τὸ μὲν ταῖς ἐνδεχομέναις προτάσεσι, τὸ δὲ ταῖς ἀναγκαίαις, ἀλλ’ οὐκ ἀπολύτως καὶ ἀορίστως πᾶν, μόνον δὲ τὸ ἄλυτον, ὃ καὶ τεκμήριον λέγεται. τὸ μὲν οὖν ἐξ εἰκότων ἐνθύμημα ἀναλογεῖ τῷ ἐνδεχομένῳ συλλογισμῷ, τὸ δὲ ἐκ σημείων τῷ ἀναγκαίῳ. [1357 a 34] Οὐχ ἁπλῶς δέ, καθάπερ ὁρίζονταί τινές. οἱ Στωικοί, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας, εἰ σὺν προσοχῇ ἀναγινώσκεις, εὑρήσεις, τὸ ἐπὶ τὸ πολὺ ἐταύτιζον τῷ ἀναγκαίῳ· πάντα γὰρ κατὰ τὸ ἀναγκαῖον γινόμενα δογματίζοντες ἀνῄρουν τὸ ἐνδεχόμενον ἤγουν τὸ ὁπότερ’ ἔτυχε, τὸ ἐπ’ ἴσης ἐνδεχόμενον. λέγεται οὖν ὧδε, ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενόν ἐστι (διακόπτεται γὰρ ποτέ), οὐχ ἁπλῶς δὲ ἤγουν ἀεὶ καὶ ἀναγκαίως γινόμενον, ὡς οἱ Στωικοὶ ἴσως ὡρίζοντο. διαιρεῖ οὖν τὸν λόγον καὶ λέγει τοιοῦτον ‘λέγω ἐπὶ πολὺ τὸ εἰκὸς οἷον ἄρα τὸ ἐπ’ ἴσης ἐνδεχόμενον, οὐ μὴν δὲ ὡς τὸ ἀναγκαῖον, ὡς τινες ἔλεγον’. [1357 a 36] Οὕτως ἔχον πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος. τὸ εἰκὸς πρός τι λέγεται εἰκός,2 οἷον εἰκὸς λέγεται τὸ τὸν νύκτωρ πλανώμενον κλέπτην εἶναι Ἀλκιβιάδην· ἐξ εἰκότος ἐστὶν οὗτος ἐνθυμηματικὸς συλλογισμός. ἴδε οὖν ὧδε, τί τὸ εἰκὸς καὶ πρὸς τί λέγεται εἰκός· οἷον ἐξ εἰκότος τινὸς κρίνω τὸν δεῖνα κλέπτην εἶναι· ποίου εἰκότος; τοῦ νύκτωρ πλανᾶσθαι· εἰκὸς οὖν τὸ νύκτωρ πλανᾶσθαι. πρὸς ὃ δὲ ἤτοι πρὸς τὸ κλέπτην εἶναι τὸν δεῖνα. καθολικώτερον ἄρα τὸ εἰκὸς τοῦ πρὸς ὅ· οὐδὲ γὰρ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης, ἀλλὰ ἢ μεμηνὼς ἢ ξένος καὶ ἀγνοῶν τὴν εὐθεῖαν λεωφόρον. ἐπεὶ οὖν τὸ νύκτωρ πλανᾶσθαι λέγεται κατὰ τριῶν ἴσως, τοῦ μεμηνότος, τοῦ ἀγνοοῦντος ξένου, τοῦ κλέπτου, σὺ δὲ κατὰ μόνου ὁ ῥήτωρ τοῦ κλέπτου τοῦτο ἐξελάβου, καθολικώτερον ἄρα ἐστὶ τὸ εἰκὸς τοῦ κλέπτου, ὡς τὰ τρία τοῦ ἑνός εἰσι πλείω· οὐ γὰρ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης. [1357 b 1] Τῶν σημείων τὸ μὲν οὕτως ἔχει, ὡς τῶν καθ’ ἕκαστά τι πρὸς τὸ καθ’ ὅλου, ὅτε δηλαδὴ τὸ καθ’ ὅλου δείκνυται ἀπὸ τῶν μερικῶν· οἷον τὸ ‘πᾶς σοφὸς σπουδαῖος, διότι ὁ Πιττακὸς σοφὸς ὢν ἦν καὶ σπουδαῖος’· τοῦ γὰρ ὅτι οἱ σοφοὶ σπουδαῖοι σημεῖόν ἐστιν ὁ Πιττακὸς μερικόν τι ὤν. τοῦτο τὸ σημεῖον λυτόν ἐστιν· ἀσυλλόγιστος γὰρ ὁ συλλογισμὸς οὗτος ὁ φαινόμενος, ὅτι ἀπὸ δύο μερικῶν συνήχθη, καὶ διὰ τοῦτο οὐκ ἔστι συλλογισμός. ἀλλὰ καὶ τὸ συμπέρασμα ψευδὲς καὶ κατὰ τὴν ὕλην, ἀλλὰ γὰρ καὶ κατὰ τὸ εἶδος· ἐν γὰρ τῷ τρίτῳ σχήματι μερικὰ συνάγεις.3 τοῦτο μὲν οὖν τὸ σημεῖόν ἐστιν ὡς τῶν καθ’ ἕκαστον τι πρὸς τὸ καθ’ ὅλου. τίθησι δὲ καὶ ἕτερον ἐνθυμηματικὸν συλλογισμὸν τεκμηριώδη καὶ ἀναγκαῖον ἐν πρώτῳ σχήματι συναγόμενον καὶ αὐτὸν τοιοῦτον ἔχοντα τὸ σημεῖον ὡς τῶν καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου [1357 b 15] ‘αὕτη τέτοκε· γάλα γὰρ ἔχει· τὸ γάλα ἔχειν σημεῖόν ἐστι τοῦ τετοκέναι’. ἄλυτόν ἐστι τοῦτο· ἀληθής τε γάρ ἐστιν ὁ συλλογισμὸς καὶ καλῶς ἔχων κατά τε ὕλην κατά τε εἶδος· τέτοκε γάλα ἔχει αὕτη ἄρα καὶ αὖθις οὗτος νοσεῖ· πυρέττει γάρ· σημεῖον ὁ πυρετὸς τῆς νόσου.

2. [1357 a 22] “既然必然的事物是少数”。在一度指出修辞学的事物与哲学相似之后(因为正如哲学中有三段论,修辞学中也有修辞推论;哲学中有归纳,修辞学中也有例证),他现在再次探究哲学与修辞学的另一种共通性,并说道:正如在哲学的诸三段论中,它们的产生要么出于必然的事物而成为证明的三段论,要么出于可能的事物而成为辩证的三段论,同样地,你接下来在修辞学中也会发现,既有如同可能的前提的诸或然(埃科塔),也有如同必然的前提的诸确据性征象(特克梅利昂式征象);因为征象有三种。[1357 a 28] “出于诸如此类和别的前提必然地”。他极好地添加了“别的”;因为例如关于灵魂不灭的必然三段论,总是由相同的前提构成的,而不是现在由这些前提,再次由另一些前提,随后又由又一些前提构成(因为如果不同时间情况不同,它就根本不会是必然的);而关于快乐是善还是恶的可能三段论,则常常会以多样的形式,由不断变异和不同类的前提推论出来。[1357 a 33] “因此这二者各自必然与彼二者各自[相应]”。即:或然和征象将与那二者等同,前者与可能的前提等同,后者与必然的前提等同;但并非绝对且无界定地全体皆是,而唯有不可反驳者,即亦被称为确据(特克梅利昂)者是如此。因此,出于诸或然的修辞推论类似于可能的三段论,而出于诸征象的修辞推论则类似于必然的三段论。[1357 a 34] “但并非像某些人定义的那样断然地”。斯多亚派学者——正如在《解释篇》中如果你细心阅读也会发现的那样——将多数时候发生的事情等同于必然的事物;因为他们断言一切事物皆依必然性而发生,从而取消了可能者,即偶然碰巧发生者,亦即等可能者。因此在这里是说:绝大多数时候发生的是可能者(因为有时会被打断),但并非断然地、即总是且必然地发生,正如斯多亚派可能定义的那样。因此他划分该说法并说道:“我将或然称为多数时候发生者,正如等可能者那样,绝不是像某些人所说的那样作为必然者”。[1357 a 36] “它与它是其或然的那个对象的关系,就像普遍与特殊的关系”。或然是相对于某事物而被说成或然的;例如,夜间游荡的阿尔西比亚德是个盗贼,这被称为或然的;这是一个出于或然的修辞推论。因此且看这里,何为或然,以及相对于何者而被说成或然:例如,出于某种或然,我判定某人是个盗贼;出于何种或然?出于夜间游荡;因此夜间游荡就是或然。而“其所相对者”,即相对于某人是个盗贼而言。因此或然比“其所相对者”更为普遍;因为并非每一个夜间游荡的人都是盗贼,他要么是个疯子,要么是个不知通衢正道的外乡人。既然夜间游荡或许可以对三者言说——疯子、不知路的外乡人、盗贼——而你作为演说家仅就盗贼单独把握了这一点,那么或然就比盗贼更为普遍,正如三多于一;因为并非每一个夜间游荡的人都是盗贼。[1357 b 1] “诸征象中,有一种就像个别的某物与普遍的关系”。即显然是指普遍事物由诸特殊事物予以证明的时候;例如“凡智者皆贤善,因为皮塔科斯既是智者又是贤善者”;因为皮塔科斯作为一个特殊者,乃是智者贤善这一事实的征象。这个征象是可反驳的;因为这个表面上的三段论是不能成立的,因为它由两个特殊前提推出,因而不是三段论。不仅如此,结论无论就质料而言还是就形式而言都是假的;因为在第三格中你只能得出特称结论。因此,这个征象就是像个别的某物与普遍的关系。但他还提出了另一个在第一格中推导出的确据性的、必然的修辞推论,其征象本身也是如同个别的某物与普遍的关系:[1357 b 15] “‘她生育了;因为她有乳汁;有乳汁是生育的征象。’”这是不可反驳的;因为该三段论无论就质料还是就形式而言皆是真实且健全的:“她生育了,她有乳汁,因此[……]”;又如:“此人病了;因为他发烧;发烧是疾病的征象。”

语法注3 条
  1. 1.2ὥσπερ παρὰ τοῖς ἐν φιλοσοφίᾳ συλλογισμοῖς ἡ γένεσις αὐτῶν ἐστιν ἢ ἐξ ἀναγκαίων ... οὕτως εὑρήσεις λοιπὸν

    这是由 ὥσπερ ... οὕτως 引导的比喻关联结构。在以 εὑρήσεις 为主动词的主句中,λοιπόν 并非单纯的时间副词,而是充当表示逻辑推进或推论转移的副词(“同样地”、“接下来”)。前置词短语 παρὰ τοῖς ... συλλογισμοῖς 表示所属领域(“在……诸三段论中”)。

  2. 1.2τὸ εἰκὸς πρός τι λέγεται εἰκός

    πρός τι 在此作为修饰性/关系性宾格短语(“相对于某物而言”),既呼应了亚里士多德逻辑学中“关系词/相关者”的概念,又为下文的 πρὸς ὅ(“其所相对者”)设立了先行关系。

  3. 1.2ἐν γὰρ τῷ τρίτῳ σχήματι μερικὰ συνάγεις

    中性复数宾格 μερικά 作动词 συνάγεις 的直接宾语,意为“特称结论(个别结论)”。它在句法和逻辑上指明了第三格三段论的规则(只能得出特称结论,不能得出全称结论)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:263.2-264.37