← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§9.7-10.18

名词的约定性、对自然说的驳斥与不定名词

关于名词“依约定”这一定义,斯特凡诺区分了“出于本性”与“出于设定”的双重含义以调解自然说与约定说的争论,并基于同名异义、改名、同义词、方言及天生聋人等论据驳斥了极端的自然说。此外,他还依据词数与真假值解释了为何“非人”既非话语亦非否定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.4

" Τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστι." ζητήσειέ τις πῶς εἶπεν Ἀριστοτέλης ἐνταῦθα φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν· ὁ Πλάτων φαίνεται ἐν τῷ Κρατύλῳ λέγων φύσει τὰ ὀνόματα. ἰστέον τοίνυν ὅτι διττὸν τὸ φύσει, διττὸν καὶ τὸ θέσει. λέγεται μὲν γὰρ φύσει καὶ τὸ ἀπὸ τῆς φύσεως προαχθέν, ὡς λέγομεν ἀποτέλεσμα τῆς φύσεως εἶναι τὸν ὀφθαλμὸν ἢ ῥῖνα ἢ οὖς ἢ πόδα· λέγεται δὲ πάλιν φύσει καὶ τὸ ἁρμοδίως κείμενον, οἷον ὅταν λέγωμεν φέρε εἰπεῖν ἵππον παρὰ τὸ ἰέναι τοῖς ποσὶν καὶ ἄνθρωπον παρὰ τὸ ἄνω τὴν ὦπα, τοῦτ’ ἔστιν τοὺς ὀφθαλμοὺς ἄνω δύνασθαι θεωρεῖν· καὶ Ἀρχέλαον τὸν ἕξιν ἀρχικὴν ἔχοντα, ὁμοίως καὶ Βασιλικὸν ἢ Βασίλειον τὸν δυνάμενον βασιλεύειν. οὕτως μὲν οὖν ἐστιν τὸ φύσει διττόν, ἢ τὸ γενόμενον ἐκ τῆς φύσεως ἢ τὸ ἁρμοδίως κείμενον ἐπὶ τῶν εἰρημένων παραδειγμάτων * * * ὅπερ οὐδὲν διαφέρει τοῦ δευτέρου σημαινομένου τοῦ φύσει, ἢ τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν κείμενον. ὁ μὲν οὖν Κράτυλος φύσει ἔλεγεν τὰ ὀνόματα κατὰ τὸ πρῶτον σημαινόμενον, ὁ δὲ Διόδωρος φύσει μὲν οὐκ ἔλεγεν ἀλλὰ θέσει, καὶ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν. ὅθεν καὶ τοὺς ἰδίους παῖδας τοῖς τῶν συνδέσμων ὀνόμασιν ἐκάλει, Μὲν καὶ Δὲ προσαγορεύων αὐτούς. δῆλον δὲ ὅτι θάτερος αὐτῶν οὐ καλῶς λέγει. ὁ δὲ Σωκράτης διαιτῶν τῷ λόγῳ ἔλεγεν φύσει εἶναι τὰ ὀνόματα, οὔτε κατὰ τὸ ᾱ σημαινόμενον τοῦ φύσει οὔτε κατὰ τὸ β̄ τοῦ θέσει * * * ὅπερ ταὐτόν ἐστιν τῷ α σημαινομένῳ τοῦ θέσει. ὅπερ ἀδύνατον εἶναι τὰ ὀνόματα δῆλον ἔκ τε τῆς ὁμωνυμίας καὶ τῆς μεταθέσεως τῶν κυρίων ὀνομάτων καὶ ἐκ τῆς πολυωνυμίας καὶ ἐκ τῶν διαλέκτων καὶ ἐκ τῶν ἐκ γενετῆς κωφῶν. εἰ γὰρ ἦν φύσει τὰ ὀνόματα, οὐκ ἔδει τὰ κύρια ὀνόματα μετατίθεσθαι, οἷον οὐκ ἔδει τὸν Πάριν μετακληθῆναι Ἀλέξανδρον ἢ τὸν Πύρρον Νεοπτόλεμον ἢ τὸν Ἀριστοκλέα Πλάτωνα· πάλαι γὰρ ὁ Πλάτων Ἀριστοκλῆς ὠνομάζετο. ἀλλὰ μὴν οὐδὲ πολυώνυμον τὸ αὐτὸ δέον ἦν εἶναι, οἷον μάχαιρα σπάθη ξίφος ἄορ ἐπὶ ἑνὸς κεῖνται πράγματος. τί δὲ θέλουσι καὶ τὰ ὁμώνυμα εἶναι φύσει τῶν ὀνομάτων κειμένων;1 〈καὶ〉 αἱ διάλεκτοι δὲ δηλοῦσι μὴ ὄντα φύσει τὰ ὀνόματα· τὸ γὰρ αὐτὸ πρᾶγμα ἄλλως καὶ ἄλλως ὀνομαζόμενον ἴσμεν παρὰ τὴν ἰδιότητα τῶν διαλέκτων· ἄλλη γὰρ ἄλλων γλῶσσα’ φησὶν ὁ ποιητής. πρὸς τούτοις δὲ καὶ οἱ ἐκ γενετῆς κωφοὶ τοιοῦτο διελέγχουσι * * * τὴν ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα. ἐκ τούτων οὖν πάντων δῆλον γέγονεν ὅτι οὐκ εἰσὶ φύσει τὰ ὀνόματα [ἔδει καὶ τοῖς ἐκ γενετῆς κωφοῖς ὡς ἔχουσι τὴν ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα] κατὰ τὸ ᾱ σημαινόμενον τοῦ φύσει. ἀλλὰ μὴν οὐδὲ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ θέσει δυνατὸν ταῦτα εἶναι, τοῦτ’ ἔστιν ἁπλῶς καὶ ὡς ἔτυχεν. καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν ὀνοματοθετῶν. εἰ γὰρ μάτην τεθείκασιν οἱ ὀνοματοθέται τὰ ὀνόματα, ἀλλ’ οὖν πάντως κατά τινα λόγον καὶ ἁρμονίαν.2 διὰ τί φέρε εἰπεῖν τὸν ἄνθρωπον ἐκάλεσαν ἄνθρωπον καὶ μὴ κάμηλον, καὶ τὴν κάμηλον 〈κάμηλον καὶ μὴ〉 ἄνθρωπον; πάντως οὖν τινες αἰτίαι εἰσὶν δι’ ἃς οὕτως τοῖς ὀνόμασιν οἱ ὀνοματοθέται ἐχρήσαντο, εἰ καὶ ἡμεῖς τὰς πάντων ἐτυμολογίας οὐκ ἐπιστάμεθα.

“依约定,是因为名词中没有任何一个是本性的。” 有人可能会探究,亚里士多德在此处怎么会说名词中没有任何一个是出于本性的;因为柏拉图在《克拉底鲁篇》中似乎主张名词是出于本性的。于是应当知晓,“出于本性”是双重的,“出于设定”也是双重的。因为一方面,由自然所产生的事物被称为“出于本性”,正如我们说眼、鼻、耳或足是自然的产品;另一方面,恰当地确立的事物也被称为“出于本性”,例如比方说,当我们说“马”源于用足行走,而“人”源于向上注视,即能够用眼睛向上观看;又如称具有统治品格者为“阿耳刻拉奥斯(领民统治者)”,同样称能够称王者为“巴西利库斯”或“巴西利乌斯”。于是,这样说来“出于本性”就是双重的:要么是由自然所生成的,要么是如所述诸例中那样恰当地确立的……这与“出于本性”的第二种含义毫无差别,或者就是端地且随意地确立的。因此,克拉底鲁依据第一种含义主张名词是出于本性的,而狄奥多罗则主张名词并非出于本性而是出于设定,且这是依据第二种含义,即端地且随意地确立。因此他甚至用连词的名字来称呼自己的孩子们,称呼他们为“一方面(Men)”和“另一方面(De)”。很显然,他们两者说得都不妥当。而苏格拉底在讨论中居中仲裁,主张名词是出于本性的,既非依“出于本性”的第一种含义,亦非依“出于设定”的第二种含义……这与“出于设定”的第一种含义是相同的。名词不可能[依据第一种含义]出于本性,这一点从同名异义、从专有名词的更改、从多名一义(同义现象)、从方言以及从天生聋哑人中都是显而易见的。因为如果名词是出于本性的,专有名词就不应当被更改,例如帕里斯不应当被改名为亚历山大,皮洛士不应当被改名为尼奥普托勒摩斯,阿里斯托克勒斯也不应当被改名为柏拉图;因为柏拉图早先曾被命名为阿里斯托克勒斯。此外,同一事物也不应当具有多种名称,例如短刀、阔剑、利刃、佩剑都是针对单一事物而设立的。如果名词是出于本性而设立的,那么同名异义的事物究竟意指什么呢?方言也表明名词不是出于本性的;因为我们知道,根据方言的特异性,同一事物会被赋予各种不同的名称;正如诗人所说,“不同的人有不同的语言”。除这些之外,天生聋哑人也反驳了这一看法;正如他们拥有单纯且自然的语音一样,他们也本应当拥有名词和动词。因此从所有这些中显明:名词按照“出于本性”的第一种含义而言绝非出于本性。但它们按照“出于设定”的第二种含义,即端地且随意地,也不可能存在。这一点从造名者身上也是显而易见的。因为如果造名者并非徒劳地确立这些名词,他们无论如何都是依照某种理据与和谐来确立的。例如,为什么他们称人为人而不称为骆驼,称骆驼[为骆驼而]不称为人?因此,即使我们并不知晓所有名称的词源,造名者们如此运用这些名词,无论如何都存在着某些原因。

§2.1.5

"Οὐδὲ γὰρ λόγος οὐδὲ ἀπόφασίς ἐστι." φησὶν ὅτι οὐκ ἔστιν οὐδὲ ἀπόφασις οὐδὲ λόγος τὸ οὐκ ἄνθρωπος. καὶ λόγος μὲν οὐκ ἔστιν, ἐπειδὴ τὸ ἐλάχιστον ὁ λόγος ἀπὸ δύο λέξεων σύγκειται. ἀλλὰ μὴν οὐδὲ ἀπόφασις, ἐπειδὴ πᾶσα ἀπόφασις ἢ κατάφασις πάντως ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος· τοῦτο δὲ οὐδὲν τούτων σημαίνει. ἐν οἷς ἡ πρᾶξις.

“因为这既不是话语,也不是否定。” 他说,“非人”既不是否定,也不是话语。它不是话语,是因为话语至少由两个词组成。而且它也不是否定,是因为任何否定或肯定无论如何都要么表示真要么表示假;但这二者它都不表示。这一讲的内容到此[结束]。

语法注2 条
  1. 2.1.4τί δὲ θέλουσι καὶ τὰ ὁμώνυμα εἶναι φύσει τῶν ὀνομάτων κειμένων;

    动词 θέλω 后接不定式 εἶναι,构成表示“意味着、意图是……”的惯用表达。在语境中,这是一个反问句,意在质疑如果名词是依据本性确立的,那么同名异义词究竟意在说明什么。短语 φύσει τῶν ὀνομάτων κειμένων 是表示条件的属格独立结构。

  2. 2.1.4εἰ γὰρ μάτην τεθείκασιν οἱ ὀνοματοθέται τὰ ὀνόματα, ἀλλ’ οὖν πάντως κατά τινα λόγον καὶ ἁρμονίαν.

    在该条件句中,要么是否定词 μὴ 脱落(“假若造名者并非徒劳地设立名称”),要么是让步/反诘性假设(“即使造名者徒劳地设立了名称,但无论如何……”)。后接主句中的 ἀλλ' οὖν(“无论如何、至少”)支持了这一转折。结合论证逻辑,此处理解为造名者并非毫无根据地随意命名最为通顺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:9.7-10.18