- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:7.36-9.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《解释篇》第二章(16a20–16a19)的注解。斯蒂法诺通过辨析无动词语句和复合名词,阐明了名词定义中“部分分离后无意义”的规定,并解释了《范畴篇》与本书基于不同关系视角对待单纯发出之声的差异。
" Ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον." καλῶς τοῦτο εἶπεν· οὐδὲ γὰρ ἐὰν ἐκ τοῦ ἄνθρωπος ὀνόματος ἡ ᾱν̄ χωρισθῇ, σημαίνει τί ποτε ὡς μέρος οὖσα τοῦ ἀνθρώπου. εἴρηται δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν λόγων τῶν μὴ ἐχόντων ῥήματα, οἷον ὦ μάκαρ Ἀτρείδη, μοιραγενές, ὀλβιόδαιμον καὶ αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 〈καὶ〉 ναὶ μὰ τόδε σκῆπτρον. ἐνταῦθα γὰρ τὰ μὲν ἄλλα τὰ αὐτά· καὶ φωνὴ γάρ ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου· ἀλλὰ τὸ μέρος χωρισθὲν σημαίνει τι, ἢ ποιότητα ἢ ὕπαρξιν ἢ ἕτερόν τι τοιοῦτον. πρὸς ἀντιδιαστολὴν οὖν τῶν τοιούτων λόγων εἶπεν ‘ἧς τῶν μερῶν τι κεχωρισμένον οὐδὲν σημαίνει’. ὡρισμένην δὲ φύσιν εἰσάγουσα εἶπεν1 διὰ τὸ οὐκ ἄνθρωπος. τοῦτο γὰρ τὰ μὲν ἄλλα πάντα τὰ αὐτὰ ἔχει· ἐπειδὴ δὲ ὡρισμένην τινὰ οὐκ εἰσάγει οὐσίαν, διὰ τοῦτο οὐκ ἔστιν ὄνομα· ἓν μὲν γὰρ ἀναιρεῖ, ἄλλα δὲ πολλά, μᾶλλον δὲ ἄπειρα καὶ ἀόριστα εἰσάγει. αὐτὸς δὲ ἐκ περιουσίας καὶ ἐκ τοῦ μᾶλλον κατεσκεύασεν ὅτι τὸ μέρος τοῦ ὀνόματος κεχωρισμένον οὐδέν ἐστι σημαντικόν. εἰ γὰρ ἐν τοῖς συνθέτοις ὀνόμασιν, οἷον φέρε εἰπεῖν ἐν τῷ Κάλλιππος καὶ ἐν τῷ ἐπακτροκέλης, ἔνθα παρέχουσιν ὑπόνοιαν καὶ φαντασίαν τὰ μέρη χωριζόμενα ἄλλο τι οἷον ἐν τῷ Κάλλιππος τὸ ἵππος χωρισθὲν σημαίνειν τὸ ἄλογον καὶ χρεμετιστικὸν ζῷον, καὶ ἐν τῷ ἐπακτροκέλης τὸ κέλης σημαίνειν τὸν μονόζυγα ἵππον (ἐπακτροκέλης δὲ ἐστιν εἶδος λῃστρικοῦ πλοίου· μέμνηται Αἰσχίνης λέγων “εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει”), εἰ οὖν τούτοις συνθέτοις ὀνόμασι τὸ μέρος χωρισθὲν οὐδὲν σημαίνει,2 πολλῷ πρότερον οὐδὲ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν. ὥσπερ γὰρ ἐν τῇ συνθέσει τὸ ἵππος οὐδὲν ἐσήμανεν, οὕτως ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, εἰ καὶ φαντασίαν παρέχει, ὅμως οὐδὲν σημαίνει ὡς μέρος ἐκείνου λεχθέν. καὶ ἐν τούτοις μέν ἐστι ἡ ὑπογραφὴ τοῦ ὀνόματος· τῶν δὲ ζητουμένων πρὸς τούτοις τὰ μὲν ἐν τῇ λέξει, τὰ δὲ ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα.
“其任何部分在被分离时都不具有意义。” 他很好地说明了这一点;因为即便从“人”这一名词中把“人”的第一音节分离出来,作为“人”的一部分,它也不会表示任何事物。而这样说是为了与不带动词的话语相区分,例如“啊,蒙福的阿特柔斯之子,生来注定的命运之子,受神眷顾者”,以及“但愿如此,父神宙斯、雅典娜与阿波罗啊”,以及“指着这根权杖发誓”。因为在这些例子中,其余各项都是相同的:它确实是发出之声,且有意义,依约定,并且不带时间;但其部分被分离后却表示某种事物,或者表示性质,或者表示实在,或者表示某种其他此类事物。因此,为了与此类话语相区分,他说“其任何部分在被分离时都不表示任何事物”。而说“导引出确定的本性”,乃是因“非人”而说的。因为“非人”在其余方面拥有完全相同的特征;但由于它并未导引出某种确定的实体,因此它并不是名词;因为它否定了一样东西,却导引出许多其他东西,或者说导引出无限且不确定的东西。而他本人从充裕的论据并出于更强有力的考量证明了:名词的部分在被分离时绝无意义。因为如果在复合名词中——例如比方说在“卡利普斯(良马/人名)”和“轻快海盗船”中,被分离的部分引起了对另一样事物的猜想和表象,例如在“卡利普斯”中被分离的“马”似乎表示无理性的、会嘶鸣的动物,而在“轻快海盗船”中“快速船/单骑”似乎表示单驾之马(轻快海盗船是一种海盗船只;埃斯基涅斯提及它说:“使登上轻快海盗船”)——因此如果在这些复合名词中被分离的部分都不表示任何事物,那么在单纯的名词中就更不表示任何事物了。因为正如在复合之中“马”并不表示任何事物,同样地,从它固有的整体中被剥离出来之后,即使它引起了一种表象,但作为那一名词的部分而被道出时,它仍然不表示任何事物。名词的描摹就在于这些规定;在这些之外所探讨的问题,有的我们将在字词释义中学习,有的则将在神的帮助下在另一理论考察中探讨。
"Ὄνομα μὲν οὖν ἐστι." ζητοῦσι διὰ τί ἐν ταῖς Κατηγορίαις διαλεχθεὶς περὶ τῶν ἁπλῶν φωνῶν πάλιν ἐνταῦθα διαλέγεται περὶ αὐτῶν· τὰ γὰρ ὀνόματα καὶ τὰ ῥήματα ἁπλαῖ φωναί. λέγομεν οὖν ὅτι ἁπλῆ φωνὴ ὄνομα ῥῆμα φάσις ὅρος ταῦτα τὰ πέντε3 κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν αὐτῶν ἐστιν ἡ διαφορά· οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ κατηγορούμενον λέγεται ῥῆμα, ὡς δὲ μέρος προτάσεως φάσις, ὡς δὲ μέρος συλλογισμοῦ ὅρος. διελέχθη τοίνυν ἐν ταῖς Κατηγορίαις μόνον ὡς περὶ ἁπλῶν φωνῶν σημαντικῶν ἁπλῶν πραγμάτων, μηδὲν πολυπραγμονῶν, εἴτε ὄνομά ἐστιν ἢ ῥῆμα ἢ φάσις εἴτε ὅρος, ἀλλὰ μόνον σημαντικὴ φωνή· ἐνταῦθα δὲ περὶ τούτων διαλέγεται ὡς μερῶν προτάσεων καὶ ὡς περὶ κατηγορουμένων καὶ ὑποκειμένων, ἐν δὲ τοῖς Ἀναλυτικοῖς ὡς περὶ μερῶν συλλογισμοῦ.
“因此,名词乃是。” 他们探究,为何他在《范畴篇》中已经讨论了单纯的发出之声,如今又在此处讨论它们;因为名词和动词乃是单纯的发出之声。于是我们说:单纯的发出之声、名词、动词、言表(短语)、词项——这五者就底层基质而言毫无差别,差别仅在于它们的关系(视角)。例如“人”,若仅仅作为表示某物的声音,就被称为“单纯的发出之声”;作为底层主体(主词),就被称为“名词”;作为被述谓者(谓词),就被称为“动词”;作为命题的部分,就被称为“言表”;作为三段论的部分,就被称为“词项”。因此,在《范畴篇》中他仅仅将它们作为表示单纯事物的单纯发出之声来讨论,完全不过问它是名词、动词、言表还是词项,而仅仅视其为有意义的发出之声;但在此处,他将它们作为命题的部分、以及作为被述谓者和底层主体来讨论;而在《分析篇》中,则是作为三段论的部分来讨论。
- 2.1.2ὡρισμένην δὲ φύσιν εἰσάγουσα εἶπεν
阴性单数主格分词 εἰσάγουσα 的主语应理解为隐匿的“描摹/定义”(ἡ ὑπογραφή)或“发出之声”(ἡ φωνή)。此处将“导引出确定的本性”视为定义隐含的要素,用以解释为何“非人”(οὐκ ἄνθρωπος)不能算作名词。
- 2.1.2εἰ γὰρ ἐν τοῖς συνθέτοις ὀνόμασιν... εἰ οὖν τούτοις συνθέτοις ὀνόμασι τὸ μέρος χωρισθὲν οὐδὲν σημαίνει
以 εἰ γάρ 开始的条件从句在插入了举例(“卡利普斯”、“轻快海盗船”)和附加说明(埃斯基涅斯的引文等)之后,通过 εἰ οὖν 重新接续并引出主句结论(πολλῷ πρότερον...)。这是一个典型的复取性(resumptive)长句结构。
- 2.1.3ἁπλῆ φωνὴ ὄνομα ῥῆμα φάσις ὅρος ταῦτα τὰ πέντε
列举的五个术语由紧随其后的指示短语 ταῦτα τὰ πέντε(“这五者”)总结作为主语。谓语部分为 κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρουσι(“就底层基质而言毫无差别”),并通过后续的 μέν...δέ 对比展开其关系(σχέσις)上的差异。
