← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§10.20-12.7

关于名词之格的学派分歧与名词定义

斯特凡诺注疏16a33,阐述了将直格计入格的斯多亚派与仅承认斜格为格的逍遥派之间的分歧、名词与斜格的逻辑区别以及斯多亚派关于述谓词的分类,并辩护了亚里士多德对名词定义的逐步建构以回应盖伦的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

" Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος." Εἴωθεν ζητεῖσθαι τοῖς ἐξηγηταῖς ἐνταῦθα περὶ τῶν καλουμένων παρὰ τοῖς γραμματικοῖς πτώσεων, πότερον δ̄ εἰσὶν ἢ πέντε. καὶ οἱ μὲν ἀπὸ τῆς Στοᾶς καὶ πάντες σχεδὸν οἱ μετιόντες τὴν γραμματικὴν τέχνην δ̄ δοξάζουσιν εἶναι τὰς πτώσεις,1 καὶ ἄρα καὶ τὴν καλουμένην εὐθεῖαν πτῶσιν ὀνομάζουσιν. εἰ δέ τις αὐτοὺς ἔροιτο καὶ πῶς ἡ εὐθεῖα λέγεται πτῶσις, ἀποκρίνονται λέγοντες ὅτι εὐθεῖα μὲν διὰ τοῦτο, διότι τὸν λόγον εὐθὺν καὶ ὀρθὸν ἀποτελεῖ οἷον ‘Σωκράτης βαδίζει’, πτῶσις δὲ διότι πέπτωκεν ἀπὸ τοῦ νοήματος. ὅπερ συμβέβηκεν ἐπὶ τοῦ γραφείου τοῦ πεπτωκότος ἀπὸ τῆς χειρὸς καὶ σταθέντος ὀρθῶς· καὶ γὰρ πεπτωκέναι λέγεται καὶ ὀρθῶς ἵστασθαι. ἀλλὰ πρὸς τοῦτο λέγουσιν οἱ ἐκ τοῦ Περιπάτου ὅτι ‘τούτῳ τῷ λόγῳ οὐ μόνον τὰ ὀνόματα πεπτώκασιν ἐκ τοῦ ἁπλῶς νοήματος, ἀλλὰ καὶ τὰ ῥήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου· ἔσονται οὖν πάντα τὰ μέρη τοῦ λόγου πτώσεις, ὅπερ καὶ γελοῖόν ἐστιν καὶ ταῖς ὑμετέραις μαχόμενον ὑποθέσεσιν’. οὐκοῦν εἰ τοῦτο ἄτοπον, αἱρετέον τὴν δόξαν τῶν Περιπατητικῶν, ὅτι τέσσαρές εἰσιν πτώσεις, ἡ δὲ εὐθεῖα καλείσθω ὄνομα. φησὶ τοίνυν Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα διαφέρουσι τοῦ ὀνόματος κατὰ τοῦτο, διότι τὸ μὲν ὄνομα μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται συνταττόμενον πάντως ἀληθεύει ἢ ψεύδεται, ταῦτα δὲ οὔ. τὸ δὲ ἔστιν καὶ ἦν καὶ ἔσται, ὡς ἐπεσημάνατο ὁ φιλόσοφος Πορφύριος, ἐπὶ αὐτῶν μόνων τῶν ὑπαρκτικῶν ῥημάτων εἴρηται καὶ οὐκέτι ἐπὶ τῶν ἄλλων ῥημάτων. τὰ μὲν γὰρ ἄλλα ῥήματα ταῖς πτώσεσι συνταττόμενα ἀσύντακτα αὐτόθεν γίνονται· ‘Σωκράτους γὰρ περιπατεῖ’ οὐδεὶς λέγει. ὅθεν ἱστορεῖ ἐνταῦθα καὶ τὴν διάταξιν τῶν Στωϊκῶν, ὅτι τὸ κατηγορούμενόν τινος ἢ ὀνόματος κατηγορεῖται ἤγουν εὐθείας ἢ πτώσεως. καὶ εἰ μὲν ὀνόματος, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται ἢ οὐκ αὐτοτελῆ. καὶ εἰ μὲν αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καλοῦσιν αὐτὸν κατηγόρημα ἢ σύμβαμα. ταὐτὸν γὰρ καλεῖται παρ’ αὐτοῖς καὶ δῆλον τὸ αἴτιον· κατηγόρημα γὰρ λέγουσιν, διότι κατὰ τοῦ ὑποκειμένου ἀγορεύεται ἤτοι λέγεται καὶ κατηγορεῖται, σύμβαμα δὲ διότι συνέβη τὸ βαδίζειν τῷ Σωκράτει. εἰ δὲ οὐκ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καλεῖται παρακατηγόρημα ἢ παρασύμβαμα, ὡς ‘Σωκράτης φιλεῖ’· λείπει γὰρ τινά. εἰ δὲ πάλιν πτώσεως κατηγορεῖται, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται * * * ἔλαττον ἢ κατηγόρημα2 ὡς ‘τῷ Σωκράτει μεταμέλει’· ἢ 〈οὐκ〉 αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καὶ καλοῦσιν αὐτὸ ἔλαττον ἢ παρακατηγόρημα ἢ ἔλαττον ἢ παρασύμβαμα, ὡς ‘Σωκράτει μέλει’· λείπει γὰρ τινός, οἷον Ἀλκιβιάδου ἢ τινος ἄλλου. ἔστιν τοίνυν ὁ λόγος τούτων τῶν πτώσεων τὰ μὲν ἄλλα κατὰ ταὐτά, μετὰ μέντοι τοῦ ἔστιν ἢ ἔσται ἢ ἦν οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται. ἀλλ’ ἀποροῦσί τινες, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀλλ’ ὕστερον προσέθηκεν τὸ οὐκ ἄνθρωπος ἤγουν τὸ ἀόριστον ὄνομα καὶ τὰς πτώσεις. λέγομεν τοίνυν, εἰ τὸ ὄνομα πολλὰ σημαίνει παρὰ Ἀριστοτέλει (δηλοῖ γὰρ καὶ τὴν εὐθεῖαν καὶ τὰς πτώσεις καὶ τὸ ἀόριστον ὄνομα καὶ τὸ ῥῆμα καὶ τὸ ὑποκείμενον) ἐν τῷ οὖν εἰπεῖν ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην’ τὰ ε̄ ταῦτα ἐδήλωσεν, ἐν δὲ τῷ προσθεῖναι ‘καὶ χρόνον μὴ προσσημαίνουσα’ ἐξέβαλεν τὰ ῥήματα, μεμενήκασι δὲ τὰ λοιπά, τοῦτ’ ἔστι τὰ ἀόριστα ὀνόματα καὶ αἱ πτώσεις. πάλιν διὰ τὸ εἰπεῖν ‘ὡρισμένην φύσιν εἰσάγουσα’ ἐξέβαλεν μόνον τὰ ἀόριστα ὀνόματα· εἶτα τελευταῖον εἰπὼν ‘καὶ μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη’ τὰς πτώσεις ἀπώσατο. ὡς εἶναι ὅλον τὸν ὁρισμὸν τοῦ ὀνόματος οὕτως ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην 〈χρόνον μὴ〉 προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα, μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη’. πρὸς ὅν φησιν ὁ Γαληνὸς ὅτι οὐκ ἔστιν ὁρισμὸς αὐτὸς ἀλλὰ λόγος. ὅθεν αὐτὸς ὁρίζεται τὸ ὄνομα οὕτως ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην ἁπλοῦ νοήματος.’ οὗτος δὲ ὁ ὁρισμὸς οὐ μόνον ἐπὶ ὀνόματος ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ λόγου καὶ ἐπὶ ἄλλων μερῶν τοῦ λόγου· ὥστε οὐ μέμψις Ἀριστοτέλει διὰ τὴν ἀνάγκην τοῦ πράγματος ὁρισμὸν τοῦ ὀνόματος διὰ πολλῶν λέξεων δηλώσαντι. ἐν οἷς ἐστιν ὁ περὶ τοῦ ὀνόματος λόγος.

“而‘斐洛的’或‘给斐洛’以及所有诸如此类的,不是名词,而是名词的格。” 注疏家们通常在此处探讨文法学家所谓“格”的问题:格究竟是四个还是五个。斯多亚学派的人以及几乎所有从事文法之术的人都认为格有四个[五个],因而他们也将所谓的直格称作格。如果有人问他们,直格怎么能被称为格,他们便回答说:之所以是“直”,是因为它造成了端正而平直的话语,例如“苏格拉底行走”;而之所以是“格(倒下/落下)”,是因为它是从思念中落下来的。这正如铁笔从手中落下而笔直立住时所发生的情形一样;因为既说它落下了,又说它笔直立着。但逍遥学派的人反驳道:“按照这个说法,不仅名词是从单纯的思念中落下来的,而且动词乃至话语的所有部分都是如此;于是话语的所有部分都将成为格,这既荒谬可笑,又与你们自己的前提交战”。因此,如果这是荒谬的,就应当采取逍遥学派的看法,即格有四个,而直格当被称为名词。亚里士多德于是说,这类事物[斜格]在这一点上与名词不同:名词与“曾是”或“是”或“将是”连用时,无论如何都会成真或成假,而这些[斜格]则不会。并且哲学家波菲利指出,“是”、“曾是”和“将是”仅就这些实存动词本身而言,不再适用于其他动词。因为其他动词若与斜格连用,立刻就变得不成语句;因为没有人会说“苏格拉底的行走”。由此,他在此处也记录了斯多亚学派的区分:凡被述谓于某物的,要么被述谓于一个名词——即直格,要么被述谓于一个斜格。如果是被述谓于名词,它要么使话语完全,要么使话语不完全。如果使话语完全,他们就称之为述谓词或偶性。因为在他们那里所称呼的是同一事物,其原因也是显然的:称其为述谓词,是因为它针对主体而被宣告——即被言说并被述谓;称其为偶性,是因为行走发生在了苏格拉底身上。反之,如果它使话语不完全,就被称为准述谓词或准偶性,如“苏格拉底爱”;因为缺少了“某人”。再次,如果是被述谓于斜格,它要么使话语完全……次于述谓词,如“苏格拉底后悔”;要么使话语不完全,他们称之为次于准述谓词或次于准偶性,如“苏格拉底关切”;因为缺少了“关于某人”,比如关于阿尔基比亚德或关于其他某人。因此,这些格的定义在其余方面都是相同的,唯独与“是”或“将是”或“曾是”连用时既不真也不假。但有人提出疑难:为什么他没有从一开始就给出完整的定义,而是在后来才补充了“非人”即不定名词以及诸斜格?我们于是说,如果在亚里士多德那里“名词”意指许多东西(因为它可以表示直格、诸斜格、不定名词、动词和主体),那么在他说出“依约定而有意义的语音”时,就表示了这五种事物;在加上“并不额外表示时间”时,排除了动词,留下了其余的,即不定名词和诸斜格。再次,由于说出“引入一确定的本性”,仅仅排除了不定名词;随后最后说出“且与‘曾是’或‘是’或‘将是’连用而成真或成假”,便摒弃了诸斜格。从而名词的完整定义如下:“名词是依约定而有意义的语音,并不额外表示时间,其各部分分离时不具有意义,引入一确定的本性,且与‘曾是’或‘是’或‘将是’连用而成真或成假”。对此,盖伦说这本身不是定义,而是话语。于是他自己把名词定义如下:“依约定表示单一思念的有意义的语音”。但这一定义不仅适用于名词,而且适用于话语以及话语的其他部分;因此,由于事物的必要性而通过诸多字词阐明名词定义的亚里士多德,是无可指摘的。关于名词的论述就在这些内容之中。

语法注2 条
  1. 2.2.1δ̄ δοξάζουσιν εἶναι τὰς πτώσεις

    文献抄本在此处作“四个(δ̄)”,但紧接着就叙述斯多亚派将直格也算作格,并与仅承认四个斜格为格的逍遥派观点(τέσσαρές εἰσιν πτώσεις)相对比,因此在语义上显然应指“五个(ε̄)”,δ̄ 当为传抄中的讹误。

  2. 2.2.1ἔλαττον ἢ κατηγόρημα

    此处的 ἤ 并非表示选择的连词(“或者”),而是跟在比较级中性词 ἔλαττον 之后的比较小品词(“次于……”、“少于……”)。在斯多亚派术语中,这是指支配斜格而非直格的述谓形式(次于述谓词)的专门用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:10.20-12.7