← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§6.34-7.35

名词的定义与其限定语阐释

斯捷法诺阐明亚里士多德对名词的定义(16a19),从质料与形式、语言设定以及与动词在附带表示上的对比等方面,逐一解释“发出之声”、“依约定”和“不带时间”等限定语的内涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

" Ὄνομα μὲν οὖν ἐστιν φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶν σημαντικὸν κεχωρισμένον." Διὰ τί μὲν προέταξεν τὸ ὄνομα τοῦ ῥήματος, ἤδη φθάσαντες τὴν αἰτίαν ἀποδεδώκαμεν. ὁρίζεται δὲ τὸ ὄνομα, ἤγουν ὑπογράφει,1 τοῦτον τὸν τρόπον· ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶν σημαντικὸν κεχωρισμένον· οἷον φέρε εἰπεῖν Σωκράτης φωνή ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην, τοῦτ’ ἔστιν θέσει, καὶ ἄνευ χρόνου (οὐ γὰρ σημαίνει χρόνον), καὶ τῶν μερῶν αὐτοῦ τι κεχωρισμένον, οἷον ἡ σω συλλαβὴ ἢ ἡ κρα οὐδὲν σημαίνει. ἐξηγησώμεθα λοιπὸν ἑκάστου τοῦ ὁρισμοῦ λέξιν. φωνὴν τοίνυν εἶπεν ἀντὶ γένους. οὐ γάρ ἐστιν κυρίως γένος ἡ φωνὴ [ἡ] τοῦ ὀνόματος, διότι τὸ μὲν ὄνομα θέσει, ἡ δὲ φωνὴ φύσει· ἀδύνατον δὲ ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν εἶναι τὸ μὲν ἐξ αὐτῶν φύσει, τὸ δὲ θέσει. ἀλλὰ τὴν φωνὴν ὡς ὕλην ἔλαβεν ἀναλογοῦσαν τῷ γένει· ὡς γὰρ πολλάκις μεμαθήκαμεν, τῷ μὲν γένει ἀναλογεῖ ἡ ὕλη, ταῖς δὲ συστατικαῖς διαφοραῖς τὸ σχῆμα τὸ τοιόνδε ἤτοι τὸ εἶδος. ὥσπερ οὖν φαμεν ὅτι θεωρίς ἐστιν ξύλον τοιῶσδε κατεσκευασμένον, ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ποιούμενοι τὴν ὑπογραφήν, ἐνταῦθα τὴν φωνὴν ὕλην οὖσαν τοῦ ὀνόματος ὡς γένος ἔλαβεν,2 τὸ δὲ σημαντικὴ καὶ τὰ λοιπὰ ὡς συστατικὰς διαφορὰς διακρινούσας τὴν τοιάνδε φωνὴν ἀπὸ τῶν ἀσήμων φωνῶν, τῶν τε ἀνάρθρων καὶ ἐνάρθρων, ἀνάρθρων τε σημαντικῶν, ὡς τῶν ἁπλῶς ψόφων καὶ τῆς ὑλακῆς τοῦ κυνός, ἐνάρθρων δὲ ὡς τὸ τραγέλαφος καὶ βλίτυρι καὶ τὰ τοιαῦτα. κατὰ συνθήκην δὲ εἶπεν ἀντὶ τοῦ θέσει· συνέθεντο γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖσδε τοῖς ὀνόμασι καλεῖσθαι τὰ πράγματα, Ἕλληνες δὲ τοῖσδε, ὡσαύτως ἄλλοι ἄλλως. εἴρηται δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ζῴων 〈ὡς〉 τῆς τοῦ κυνὸς ὑλακῆς· καὶ γὰρ ἡ τοῦ κυνὸς ὑλακὴ φωνή ἐστι καὶ σημαντική (δηλοῖ γὰρ ἢ φίλων ἢ ξένων παρουσίαν), ἀλλ’ οὐ κατὰ συνθήκην· ἀλλ’ οὐ συνέθεντο οἱ κύνες ὅτι ‘τῇ παρουσίᾳ τοῦ ξένου ὑλακτήσωμεν’. τὸ δὲ ἄνευ χρόνου εἶπεν διὰ τὰ ῥήματα· ὁ γὰρ ἄνθρωπος χρόνον οὐ σημαίνει. ἀλλ’ ἀποροῦσί τινες καὶ τί λέγομεν περὶ τῶν χρονικῶν ὀνομάτων, οἷον τὸ χθεσινός, σημερινός, ἑσπερινός, περυσινός· αὐτόθεν γὰρ χρόνον σημαίνουσι. πῶς οὖν εἶπεν ἄνευ χρόνου εἶναι τὰ ὀνόματα; πρὸς τοῦτο λέγομεν, ὅ φησιν ὁ φιλόσοφος Πορφύριος, ὅτι ἄνευ χρόνου ληπτέον ἐνταῦθα τὸ μὴ προσσημαῖνον χρόνον.3 τὰ γὰρ ῥήματα οὐ σημαίνουσι χρόνον ἀλλὰ προσσημαίνουσι. τὸ γὰρ τύπτειν καὶ τὸ τύπτεσθαι πρὸς τῇ τοιᾷδε ἐνεργείᾳ καὶ τῷ τοιῷδε πάθει σημαίνει καὶ τὸν ἐνεστῶτα χρόνον· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χρόνων τοῦ ῥήματος τοῦ τε μέλλοντος καὶ τοῦ παρῳχημένου. τὰ δὲ εἰρημένα χρονικὰ ὀνόματα οὐ προσσημαίνουσι μετὰ χρόνου τί ποτε, φημὶ δὴ ἐνέργειαν ἢ πάθος.

“因此,名词乃是依约定而有意义、不带时间的发出之声,其任何部分在被分离时都不具有意义。” 至于为何他将名词置于动词之前,我们此前已经给出了原因。他以下述方式定义、或者说描摹名词:“名词乃是依约定而有意义、不带时间的发出之声,其任何部分在被分离时都不具有意义”;例如(比方说)“苏格拉底”是一个发出之声,既是有意义的,又是依约定的,即出于设定,并且是不带时间的(因为它并不表示时间),其被分离的任何部分,例如“苏”这一音节或“克拉”这一音节,都不表示任何事物。接下来让我们解释这一定义中的每个字词。于是他说“发出之声”代替了属。因为严格来说,发出之声并非名词的属,这是因为名词出于设定,而发出之声出于自然;在属与种的情况下,不可能它们中的一者出于自然而另一者出于设定。但他将发出之声当作质料来取,相当于属;因为正如我们屡次学到的那样,质料相当于属,而如此这般的形状即形式则相当于构成性差异。正如我们说一艘巡礼船是如此这般建构而成的木材,从质料和形式出发作出描摹,同样在此处,他将作为名词质料的发出之声取作属,将“有意义”及其余的规定取作构成性差异,用以将这种发出之声与无意义的声音(无论是非清晰吐字的还是清晰吐字的)、非清晰吐字但有意义的声音(如单纯的杂音以及狗的吠叫)、以及清晰吐字的声音(如“鹿角山羊”和“布利图里”等等)区分开来。他说“依约定”代替了“出于设定”;因为埃及人约定以这些名称来称呼事物,希腊人约定以那些名称,同样其他人以另一些名称。这样说是为了与其他动物相区分,例如狗的吠叫;因为狗的吠叫确实是发出之声且有意义(因为它表明友人或陌生人的在场),但并非依约定;因为狗并没有约定说“在陌生人在场时我们要吠叫”。他说“不带时间”则是由于动词的缘故;因为“人”并不表示时间。但有人提出疑难问:关于时间性的名词,例如“昨天的”、“今天的”、“黄昏的”、“去年的”,我们该说什么呢?因为它们直接就表示时间。那么他怎么说名词是不带时间的呢?对此我们回答说,正如哲学家波菲利所言,在此处必须将“不带时间”理解为“不附带表示时间”。因为动词并非表示时间,而是附带表示时间。因为“击打”和“被击打”在表示如此这般的活动和如此这般的情态之外,还附带表示现在时间;在动词的其他时态即未来时和过去时中也是如此。而上述时间性名词则并不与时间一同附带表示任何别的事物,我是指活动或情态。

语法注3 条
  1. 2.1.1ὁρίζεται δὲ τὸ ὄνομα, ἤγουν ὑπογράφει

    从句法上看,ὁρίζεται 既可作被动态(“名词被定义”),亦可作中动态(“他定义名词”)。但紧随其后的解释性短语 ἤγουν ὑπογράφει(即“他描摹”)为主动语态第三人称单数,表明主语为亚里士多德,故此处应取中动态含义。

  2. 2.1.1ἐνταῦθα τὴν φωνὴν ὕλην οὖσαν τοῦ ὀνόματος ὡς γένος ἔλαβεν

    这是跟在比较从句 ὥσπερ οὖν φαμεν... ποιούμενοι... 之后的主句骨干。与前述“正如我们说巡礼船是……”相比照,主句的主动词为 ἔλαβεν,其宾语 τὴν φωνὴν ὕλην οὖσαν(作为名词质料的发出之声)由宾格补足语 ὡς γένος(作为属)所修饰。

  3. 2.1.1τὸ μὴ προσσημαῖνον χρόνον

    带冠词的分词短语,用作与 ἄνευ χρόνου 相对的补足成分,依从 ληπτέον。句法上它根据波菲利的解释,将“不带时间的(ἄνευ χρόνου)”这一短语等同于“不附带表示时间之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:6.34-7.35