- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:66.5-67.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努阐述了亚里士多德在23b32处提出的第五个论据,分析并批判了从具有不定主词的对立推导具有确定主词的对立的做法,并讨论了使用冠词与使用全称限定词之间的等价性。
" Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ τὰ λοιπά." Τοῦτο τὸ ε̄ καὶ τελευταῖον θεώρημα, δυσχερέστατον ὂν καὶ δυσαντιβλεπτότατον. λαμβάνει γὰρ ἀντιθέσεις δύο, μίαν μὲν ἔχουσαν τὸν ὑποκείμενον ὡρισμένον, οἷον ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι’, κατάφασιν ἀληθῆ τυγχάνουσαν, ἑτέραν δὲ ἀόριστον ὑποκείμενον ἔχουσαν τὴν λέγουσαν ‘τὸ οὐκ ἀγαθὸν 〈οὐκ〉 ἀγαθόν ἐστιν’· καὶ ἀξιοῖ ὅτι ὥσπερ ἔχει ἐπὶ τῆς ἀληθοῦς ἀποφάσεως τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον, οὕτως ἕξει ἐπὶ τῆς ἀληθοῦς καταφάσεως τῆς ὡρισμένον 〈ἐχούσης〉 τὸν ὑποκείμενον. σκοπήσωμεν τοίνυν ποία πρότασις ἕπεται ἢ ἀναιρεῖ τὴν ἀληθῆ ἀπόφασιν ‘τὸ οὐκ ἀγαθὸν 〈οὐκ〉 ἀγαθόν ἐστιν’. εὑρίσκομεν τοίνυν ὅτι ἡ πρότασις ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν’ οὐ μάχεται τῇ ῥηθείσῃ προτάσει· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν ἐπί τινων, οἷον ἐπὶ τῶν ἐχόντων μοχθηρὰν ἕξιν· δύναμαι γὰρ εἰπεῖν τὸν κακὸν οὐκ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ ἡ πρότασις ἡ λέγουσα ὅτι τὸ οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν.1 αὕτη γὰρ πάλιν ἀληθεύει ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν καὶ ἐπὶ τῶν μηδ’ ὅλως πεφυκότων δέξασθαι ἀγαθότητα· οἷον τὸν λίθον τὸν μὴ ἀγαθὸν δύναμαι εἰπεῖν οὐ κακόν, καὶ τὸ παιδίον ὁμοίως. καταλιμπάνεται ἄρα μία πρότασις ἡ λέγουσα ὅτι τὸ μὴ ἀγαθὸν ἀγαθόν ἐστιν. αὕτη γὰρ ἀεὶ μάχεται τῇ ῥηθείσῃ ἀποφάσει τῇ ἀληθεῖ τῇ λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν’. ὡς οὖν ἔχει ἐπὶ ταύτης τῆς ἀντιθέσεως, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἑτέρας. μάχεται ἄρα τῇ προτάσει τῇ λεγούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν’ 〈οὐχ〉 ἡ πρότασις ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν ἐστι’, ἀλλ’ [οὐχὶ] ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι. καὶ ταῦτα μὲν τὰ τοῦ ε̄ ἐπιχειρήματος. λέγομεν δὲ πρὸς τοῦτο πρῶτον μὲν πόθεν ἀξιοῖ τὴν ἀκολουθίαν τῶν τοιούτων ἀντιθέσεων ἔχειν οὕτως ὥσπερ ἔχει ἐπὶ τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον; δεύτερον δὲ ὅτι καὶ τὰ ἀνόμοια πρὸς ἕτερα ἀντεξήτασεν.2 ὁ μὲν γὰρ ὑποκείμενος ὅρος ἀόριστος ὢν ἀδιαφόρως ἕξει καὶ τὰ ἑπόμενα, ὁ δὲ ὡρισμένος ὅρος πάντως καὶ τὸ ἑπόμενον 〈ὡρισμένον〉 ἕξει. πῶς οὖν ἀξιοῖ τὴν αὐτὴν ἀκολουθίαν ἔχειν τὴν ὡρισμένην ἀντίθεσιν τῇ ἀορίστῳ ἀντιθέσει; καὶ ταῦτα μὲν τὰ τῶν ἐπιχειρήσεων. ἐπειδὴ δὲ ἔλαβεν ἐν τῷ παρόντι ἐπιχειρήματι οὐκέτι τὸν καθόλου προσδιορισμόν, εἴτε τὸν καταφατικὸν εἴτε τὸν ἀποφατικόν, ἀλλὰ μόνον τὸ ἄρθρον, προσδιορίζεται καὶ φησὶν ὅτι οὐδὲν διαφέρει εἰπεῖν τὰ ἄρθρα καὶ τὸν καθόλου προσδιορισμόν· τὸ γὰρ εἰπεῖν ὅτι τὸ ἀγαθὸν ἀγαθόν ἐστι τί διαφέρει τοῦ λέγειν ὅτι εἴ τι ἀγαθόν, ἀγαθόν ἐστιν;
“此外,关于善的是善的[信念],与关于非善的不是善的[信念],以及其余各项,也是同样的情况。” 这是第五个也是最后一个定理,极为困难且最难直面。因为他取了两对对立命题,一对具有确定的主词,例如“善是善的”,它是一个真的肯定命题;另一对具有不定的主词,即说“非善不是善的”;并且他主张,正如在具有不定主词的真否定命题上是如此,在具有确定主词的真肯定命题上也必然如此。那么,让我们来考察哪一个命题随从或者排除“非善不是善的”这一真否定命题。于是我们发现,说“非善是恶的”这一命题并不与上述命题相对立;因为在某些事物上两者完全可能同时为真,例如在具有恶劣品质的事物上;因为我可以说恶人是非善的。然而,说“非善不是恶的”命题也[并不对立]。因为这个命题在具有中间品质的事物上,以及在根本没有接受善的自然本性的事物上,再次为真;例如,对于非善的石头我可以说它不是恶的,对于幼童也是同样。因此,只剩下一个命题,即说“非善是善的”这一命题。因为唯有它始终与上述说“非善不是善的”真否定命题相对立。因此,正如同在这一对立上是如此,在另一对立上也必是如此。所以,与说“善是善的”这一命题相对立的,并不是说“善是恶的”命题,而是说“善不是善的”命题。以上就是第五个论据的内容。但针对这一点我们首先说,他凭什么主张这类对立的后承关系,会如同在具有不定主词的对立上一样?其次[我们说],他把互不相似的事物放在一起作了对比审视。因为主词如果是未定的,它随之而来的东西也将是无差别的;而确定的主词则无论如何也必然具有确定的随从成分。那么,他怎能主张确定的对立与不定的对立具有相同的后承关系呢?以上就是诸反驳的内容。但是,由于他在当前的论据中不再使用全称限定词(无论肯定的还是否定的),而仅仅使用了冠词,所以他补充规定并说道,使用冠词和使用全称限定词毫无区别;因为说“善是善的”,与说“如果某物是善的,它就是善的”,究竟有什么区别呢?
- 6.1.1ἀλλὰ μὴν οὐδὲ ἡ πρότασις ἡ λέγουσα ὅτι τὸ οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν.
此处省略了前一句中的动词短语 οὐ μάχεται τῇ ῥηθείσῃ προτάσει。整句应当补足理解为:“然而,说‘非善不是恶的’命题也[并不与上述命题相对立]”。
- 6.1.1λέγομεν δὲ πρὸς τοῦτο πρῶτον μὲν πόθεν ἀξιοῖ τὴν ἀκολουθίαν τῶν τοιούτων ἀντιθέσεων ἔχειν οὕτως ὥσπερ ἔχει ἐπὶ τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον; δεύτερον δὲ ὅτι καὶ τὰ ἀνόμοια πρὸς ἕτερα ἀντεξήτασεν.
在主要动词 λέγομεν 之后出现了句式交替(variatio):πρῶτον μέν 引出直接/间接疑问句(πόθεν ἀξιοῖ...),而 δεύτερον δέ 则引出 ὅτι 从句。在第二项中需要承前补充 λέγομεν(“[我们说]……”)来理解。
