← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§67.5-68.9

冠词的全称作用与相反命题不可同真的论证

斯捷法诺论证了冠词在何种条件下等同于全称限定词并反驳了阿摩尼奥斯,阐明了信念与发声论述的对应关系,通过三段论证明相反命题不可同真从而结束全书,随后重申了23b32中位移命题的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1#2

ὡσαύτως ἕξει καὶ ἐπὶ τῆς ἀποφάσεως. ὅταν γὰρ ἀναφορὰν οὐ σημαίνουσι τὰ ἄρθρα,1 εἴτε ἑνικὰ ὦσιν εἴτε πληθυντικά, πάντως τὸν καθόλου προσδιορισμὸν εἰσάγουσιν. ταὐτὰ γάρ ἐστιν εἰπεῖν δέκα τινῶν ὄντων ἀνθρώπων ὅτι ‘φέρε μοι τοὺς ἀνθρώπους’ καὶ ‘φέρε πάντας τοὺς ἀνθρώπους’, καὶ ‘ὁ ἄνθρωπος περιπατεῖ’ καὶ ‘πᾶς ἄνθρωπος περιπατεῖ’. ὅταν δὲ προεγνωσμένον ἐστὶ τὸ πρᾶγμα, καὶ ἀναφορὰν σημαίνει, τότε οὐκέτι ἰσοδυναμεῖ. εἰ δὲ ἐχρήσαντό τινες ἢ τῶν ποιητῶν ἢ τῶν ῥητόρων εἰπόντες σὺν τῷ ἄρθρῳ καὶ τὸν προσδιορισμόν, ἢ μέτρου χάριν ἢ ῥυθμοῦ ἀμφότεροι κατεχρήσαντο, ὥσπερ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου εἰπών ‘πρῶτον μὲν εὔχομαι〈τοῖς〉 θεοῖς πᾶσί τε καὶ πάσαις’. εἰ γὰρ εἶπεν ‘τοῖς θεοῖς’ τῷ ἄρθρῳ χρησάμενος, οὐκ ἔδει αὐτὸν ἐπαγαγεῖν καὶ τὸν καθόλου προσδιορισμόν, φημὶ δὴ ‘πᾶσί τε καὶ πάσαις’. Ἀμμώνιος δέ φησιν ὅτι οὐ πάντως τὸ ἄρθρον τὴν δύναμιν ἔχει τοῦ προσδιορισμοῦ τοῦ καθόλου, καὶ τοῦτο δῆλον ἐκ τοῦ παρ’ Ὁμήρῳ λέγοντος ὀνείρου ‘θωρῆξαί σε κέλευε καρηκομόωντας Ἀχαιούς’, φησίν, ὅτι ὡς μὴ ἀρκεσθεὶς τῷ ἄρθρῳ ἐπήγαγεν τὸ ‘πανσυδίῃ’·2 ὅθεν καὶ ἡ πλάνη τῷ Ἀγαμέμνονι γέγονεν. ἡμεῖς δὲ λέγομεν ὅτι αὐτόθεν ἐκεῖ οὔτε κεῖται τὸ ἄρθρον καὶ εἰκότως ἐπήγαγεν τὸ ‘πανσυδίῃ’ ἤτοι τὸν καθόλου προσδιορισμόν· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς. ὥστε, καθὰ εἴρηται, εἰ μὴ ἀναφορὰν σημαίνει τὸ ἄρθρον, πάντως τὸν καθόλου προσδιορισμὸν εἰσάγει, εἰ μήτοι γε ἢ ῥυθμοῦ χάριν ἢ μέτρου λαμβάνεται. Εἰπὼν δὲ ταῦτα ἐπὶ δόξης ἐγύμνασεν τὸν λόγον καὶ ἐπιφέρει λέγων ὅτι οὐδὲν διαφέρει ἐπὶ δόξης καὶ ἐπὶ τῶν προφορικῶν λόγων τὰ αὐτὰ λέγειν. ὁ γὰρ προφορικὸς λόγος σύμβολόν ἐστι τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ ὡς ἔχει ἐπὶ τῆς δόξης, οὕτως ἔχει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. εἶτα ἐπεὶ ἐλάμβανεν ἐν τῷ τελευταίῳ ἐπιχειρήματι ὅτι τὰ ἐναντία οὐδέποτε συναληθεύουσιν, οἷον ‘τὸ μὴ ἀγαθὸν κακόν ἐστι’ καὶ ‘τὸ μὴ ἀγαθὸν [οὐκ] ἀγαθόν ἐστιν’, ὡς εἰ ἔλεγέν τις πρὸς αὐτόν ‘πόθεν δῆλον ὅτι τὰ ἐναντία οὐ συναληθεύουσι;’ κατασκευάζει αὐτὸ τοῦτο συλλογιστικῶς ὅτι τὰ ἐναντία ἀντικείμενα, τὰ δὲ ἀντικείμενα ἀδύνατον ἅμα εἶναι, τὰ ἐναντία ἄρα ἀδύνατον ἅμα εἶναι. τοῦτο τὸ συμπέρασμα λαμβάνει ὡς πρότασιν καί φησιν ‘εἰ τὰ ἐναντία ἅμα ἀδύνατον εἶναι, ταῦτα δὲ περὶ ὧν εἴπομεν ἐνδέχεται, τὸ οὐκ ἀγαθὸν 〈καὶ τὸ〉 κακόν, ἀδύνατον ἄρα ταῦτα ἐναντία εἶναι’. ταῦτα εἰπὼν πέρας τῇ παρούσῃ τέθεικε πραγματείᾳ.

在否定命题上情况也是同样。因为凡当冠词不表示回指时,无论它们是单数还是复数,都必然引入全称限定词。因为假设有十个人,说“把那些人带给我”与说“把所有那些人带来”,以及说“人行走”与“每个人行走”,是同一回事。但是,当事物已经是预先知晓的,且[冠词]表示回指时,那就不再等值了。如果某些诗人或修辞学家连同冠词一并使用了限定词,那两者要么是为了格律,要么是为了节奏而借用;正如德摩斯梯尼在《论冠冕》中所说:“首先我向众神,所有男神与所有女神祈祷”。因为如果他使用了冠词说“向众神”,他就没有必要再添上全称限定词,即“所有男神与所有女神”。但阿摩尼奥斯说,冠词绝非在任何情况下都具有全称限定词的效力;他说,这一点从荷马史诗中说“他命你为蓄长发之阿开奥斯人全副披甲”的梦境中是显然的,因为他似乎不满足于冠词,又添上了“全军”;阿伽门农也正是由此产生了迷误。但我们说,那里根本就没有冠词,他理所当然地添上了“全军”,也就是全称限定词;因为无限定的命题与特称命题等值。因此,正如已经说过的,如果冠词不表示回指,只要不是为了节奏或格律而被采用,它就必然引入全称限定词。在说了这些之后,他在信念上操练了这一论述,并进一步说道,在信念上与在发声的论述上说相同的话毫无区别。因为发声的论述是心灵中诸情感的符号,在信念上如何,在发声的论述上也如何。然后,由于他在最后一个论据中认定相反的事物绝不会同时为真,例如“非善是恶的”与“非善是善的”,就好像有人对他说“何以见得相反的事物不同时为真?”一样,他通过三段论论证了正是这一点:相反者是对立者,而对立者不可能同时存在,因此相反者不可能同时存在。他把这个结论作为一个前提,说道:“如果相反者不可能同时存在,而我们所说的这些——非善与恶——是可能[同时存在]的,那么这些就不可能是相反者”。说了这些之后,他便为当前的论著画上了句号。

§6.1.2

"Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν." ἰστέον ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ προλαβούσῃ πράξει εἴπομεν, κυρίως μέν, ὡς παραδέδωκεν, κατάφασίς ἐστιν αὕτη ἡ ἐκ μεταθέσεως ἀόριστον ἔχουσα τὸν ὑποκείμενον·3 αὐτὸς δὲ ἔλαβεν αὐτὴν ἀντὶ ἁπλῆς ἀποφάσεως. ὅθεν καλῶς ἡμῖν εἴρηται μηδὲν ταύτας τὰς προτάσεις κατὰ τὸ σημαινόμενον ἀλλήλων διαφέρειν.

“此外,关于善的是善的[信念],与关于非善的不是善的[信念][也是同样的情况]。” 应当知道,在这里,正如我们在前一次讲课中所说的,严格而言,如他所传授的,这是一个通过位移而具有不定主词的肯定命题;但他自己将其用以代替单纯的否定命题。因此,我们说这些命题在涵义上彼此毫无区别,是完全正确的。

语法注3 条
  1. 6.1.1ὅταν γὰρ ἀναφορὰν οὐ σημαίνουσι τὰ ἄρθρα

    连词 ὅταν 后接直陈式现在时 σημαίνουσι 及否定词 οὐ 的句式。在古典雅典方言中,通常要求 ὅταν μή 搭配虚拟式,但在后古典期及拜占庭希腊语中,ὅταν 搭配直陈式十分常见。此处的否定词 οὐ 直接否定动词 σημαίνουσι(“当冠词不表示回指时”)。

  2. 6.1.1φησίν, ὅτι ὡς μὴ ἀρκεσθεὶς τῷ ἄρθρῳ ἐπήγαγεν τὸ ‘πανσυδίῃ’

    在引述阿摩尼奥斯观点的间接引语中,插入式的 φησίν 与 ὅτι 叠用。分词 ὡς μὴ ἀρκεσθείς 带有表示主观原因的 ὡς 加被动分词,用以表示主语(梦境说话者)的意图或理由,修饰主要动词 ἐπήγαγεν。

  3. 6.1.2κατάφασίς ἐστιν αὕτη ἡ ἐκ μεταθέσεως ἀόριστον ἔχουσα τὸν ὑποκείμενον

    主格名词 κατάφασις 作谓词,αὕτη 为主语。带冠词短语 ἡ ἐκ μεταθέσεως(“通过位移的[命题]”)与分词短语 ἀόριστον ἔχουσα τὸν ὑποκείμενον(“具有不定主词的”)共同修饰并限定 αὕτη 或 κατάφασις,构成了逻辑学专业术语“位移肯定命题”(κατάφασις ἐκ μεταθέσεως)的句法骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:67.5-68.9