- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:64.17-66.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努依次审视并批判了亚里士多德关于对立命题的第二至第四个论证,随后疏释了23a40与23b3处的文本句,驳斥了包括阿摩尼奥斯在内的前人注解。
ἐὰν γὰρ ὦσι δύο τινά, καὶ τὸ μέν ἐστι καθ’ αὑτὸ λευκόν, τὸ δὲ κατὰ συμβεβηκὸς λευκόν, ἕτερα δέ τινα πάλιν τὸ μὲν καθ’ αὑτὸ μέλαν τὸ δὲ κατὰ συμβεβηκός, δῆλον ὅτι τὸ καθ’ αὑτὸ μέλαν μάχεται τῷ καθ’ αὑτὸ λευκῷ καὶ οὐκέτι τὸ κατὰ συμβεβηκός. ἡ τοίνυν δόξα ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι καθ’ αὑτὸ μάχεται τῇ δόξῃ τῇ δοξαζούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν’, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν ἐστιν’. φανερὸν ἄρα ὡς ἡ οἰκεία ἀπόφασις μᾶλλον μάχεται τῇ καταφάσει. Τρίτον ἐπιχείρημά φησιν ἐκ τοῦ ἁπλοῦ καὶ τοῦ συνθέτου, ὅτι τὸ ἁπλοῦν 〈τῷ ἁπλῷ〉 κατὰ τὸν αὐτὸν τρόπον μάχεται καὶ τὸ σύνθετον τῷ συνθέτῳ. εἰ τοίνυν ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν’ ἁπλοῦν, καὶ ‘τὸ ἀγαθὸν οὐκ ἀγαθὸν’ ὁμοίως ἁπλοῦν, τὸ δὲ ‘ἀγαθὸν κακόν ἐστι’ συμπεπλεγμένον, τὸ ‘ἀγαθὸν’ ἄρα ‘οὐκ ἀγαθὸν’ μᾶλλον μάχεται τῷ ‘ἀγαθὸν ἀγαθόν ἐστιν’ ἤπερ ἡ δόξα ἡ δοξάζουσα ‘τὸ ἀγαθὸν κακόν ἐστιν’. ἔχουσι δὲ τὰ δύο ἐπιχειρήματα τὴν αὐτὴν ἔννοιαν, καὶ κοινὸς ὁ ἔλεγχος. ψευδὲς γὰρ εἰπεῖν ὅτι τὸ μὲν ‘ἀγαθὸν κακόν ἐστι’ συμπέπλεκται, τὸ δὲ ‘ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν’ ἁπλοῦν. δῆλον γὰρ ὡς τὸ ἁπλοῦν καὶ τὸ σύνθετον οὐ λέγομεν ἐνταῦθα κατὰ τὴν προφορὰν τῶν λέξεων, ἢ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ἀλλὰ κατὰ τὸ σημαινόμενον, ἐπειδὴ ὡς ἐπὶ τῆς δόξης ἤγουν τοῦ ἐνδιαθέτου λόγου γυμνάζει τὸ πρόβλημα. εἰ τοίνυν ἐν τῷ εἰπεῖν ὅτι τόδε κακόν ἐστι, τόδε μέλαν ἐστὶ τὸ ἄκρον σημαίνει, τὸ δὲ ἄκρον ὥρισται, τὸ δὲ ‘οὐκ ἀγαθόν ἐστι’ καὶ τὸ ‘οὐ μέλαν ἐστί’ σημαίνει οὐ μόνον τὰ ἄκρα ἀλλὰ καὶ τὰ μέσα, δῆλον ὅτι ταῦτα μᾶλλον συμπεπλεγμένα ἐστὶ καὶ σύνθετα ἤπερ αἱ δοξάζουσαι δόξαι ‘τὸ ἀγαθὸν κακόν ἐστιν’ καὶ ‘τὸ λευκὸν μέλαν ἐστίν’. Τέταρτόν ἐστιν ἐπιχείρημα ἀπὸ τῆς ἀντιφάσεως. φησὶ γὰρ ὅτι, εἰ ἐπὶ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές ἐστι, καὶ ἐξ ἀνάγκης ἢ ἡ κατάφασις ἀληθεύει ἢ 〈ἡ〉 ἀπόφασις αὐτῆς ἡ οἰκεία, οὐκ ἔστι δὲ ἐπὶ πάντων τῶν πραγμάτων εἰπεῖν τὴν τοῦ ἐναντίου κατάφασιν, δῆλον ὅτι ὡς ἕξει ἐπὶ τῶν ἄλλων1 προτάσεων τῶν μὴ ἐναντίαν ἐχουσῶν τὴν τοῦ ἐναντίου κατάφασιν (ἰστέον γὰρ ὅτι ἐὰν ἔστι τὸ κατηγορούμενον ἢ οὐσία ἢ ποσὸν ἢ ἕτερόν τι ᾧ τινι οὐδέν ἐστιν ἐναντίον, τὴν μὲν τοῦ ἐναντίου κατάφασιν οὐκ ἔστιν εἰπεῖν, τὴν δὲ οἰκείαν ἀπόφασιν δυνατὸν εἰπεῖν, οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν, ἄνθρωπος ζῷον οὐκ ἔστιν’, ‘ἡ γραμμὴ τρίπηχύς ἐστιν, ἡ γραμμὴ τρίπηχυς οὐκ ἔστιν’), οὕτως οὖν ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ὡς ἔφην, τῶν ἐχουσῶν ἐναντιότητα [τῶν] προτάσεων. ὅτι δὲ τοῦτο τὸ ἐπιχείρημα εὐέλεγκτον καθέστηκεν αὐτόθεν καθ’ ἓν ὡμολόγηται· τὸ γὰρ ζητούμενον ἦν ὅτι μιᾶς προτάσεως ἀληθοῦς ἢ ψευδοῦς οὔσης ἐχούσης τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται; ἐφ’ ὧν οὖν οὐκ ἔχει τὴν τοῦ ἐναντίου κατάφασιν, πῶς προχωρεῖ τὸ τῆς ζητήσεως; αὐτόθεν γὰρ ὡμολόγηται ὅτι τῇ οἰκείᾳ ἀποφάσει μάχεται 〈καὶ〉 οὐκέτι θεωροῦμεν ἄλλην ἀντεξετάσοντες. ὥσπερ γὰρ φέρε εἰπεῖν ἔχεις δύο τινὰς πολεμίους καὶ ζητεῖς εἰ σαυτῷ * * * μᾶλλον μάχεται, ἀναιρεθέντος δὲ τοῦ ἑνὸς οὐκέτι ζήτησις προχωρεῖ ὅτι ‘ἆρά γε ἐκεῖνος μάχεται ἢ οὔ;’ οὕτως καὶ ἐπὶ τῶν προκειμένων. ἐν οἷς καὶ τὸ δ ἐπιχείρημα· τὸ δὲ ε καὶ ἕτερά τινα πρὸς ἑτέρῳ ἐπιχειρήματι ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα.
因为如果有两件事物,其一是自身为白,另一是偶性为白,而在另两件事物中,其一是自身为黑,另一是偶性[为黑],那么显而易见,自身为黑者与自身为白者相对立,而偶性为黑者则不再如此。因此,说“善不是善”的信念与认定“善是善的”信念是自身相对立的,而说“善是恶的”则是偶性相对立的。由此可见,固有的否定命题与肯定命题更为对立。他说,第三个论证来自单纯与复合,即单纯者与单纯者相对立,正如复合者与复合者相对立一样。如果“善是善的”是单纯的,“善不是善”同样是单纯的,而“善是恶的”是交织的[复合的],那么“善不是善”相比于认定“善是恶的”信念,更为与“善是善的”相对立。但这两个论证包含着相同的思想,对它们的驳斥也是相通的。因为说“善是恶的”是交织的而“善不是善”是单纯的,这是虚假的。因为显然,我们在这里说单纯与复合,或者自身与偶性,并不是按照词句的发音,而是按照所指的意义,因为他是像在信念上即内在言语上那样来演练这个论题的。因此,如果在说“这桩事物是恶的”、“这桩事物是黑的”时所指的是极端,而极端是确定的,反之“不是善的”与“不是黑的”不仅指极端而且也指中间状态,那么显然,比起认定“善是恶的”与“白是黑的”信念,这些反而更加是交织和复合的。第四个论证来自矛盾。因为他说,如果在一切事物上或者肯定或者否定都是真实的,并且必然地或者肯定命题为真,或者其固有的否定命题为真,然而又不可能就一切事物都说出相反者的肯定命题,那么显而易见,正如在那些不具有相反者的肯定命题的其他命题上是如此(因为应当知晓,如果谓词是实体或是数量,或是其他没有任何相反者的东西,就无法说出相反者的肯定命题,却可以说出固有的否定命题,例如“人是动物,人不是动物”,“线是三肘长,线不是三肘长”),正如我所说的,在那些具有相反性的其他命题上也将是如此。但是,这个论证很容易被驳倒,从单单一处就直接被承认了;因为探究的课题本是:当存在一个或真或假的命题,并且具有两个相对立的命题时,究竟哪一个更为对立?那么,在那些不具有相反者的肯定命题的情形中,探究又如何能够展开呢?因为命题与固有的否定命题相对立是直接被承认的,我们就不再考察另一个来进行对比审视。因为正如比方说,你有两个敌人,你在探究[哪一个]与你斗争得更激烈,当其中一个被除去时,“究竟那个人是否在斗争”的探究就不再进行了,在眼前的事情上也是同样的道理。第四个论证也包含在这些之中;至于第五个论证,以及连同另一个论证在内的若干其他论点,我们将在神佑之下在另一场考察中学习。
"Ἄλλη δὲ ὅτι οὐκ ἀγαθόν." ταύτην τὴν πρότασιν ἐκ μεταθέσεως οὖσαν κατάφασιν αὐτὸς ὡς ἀπόφασιν ἔλαβεν καὶ ἀδιαφόρως ἐχρήσατο. ᾗ μὲν γὰρ ἐδείξαμεν2 ὅτι οὐδὲν διαφέρουσιν ἥ τε ἁπλῆ ἀπόφασις καὶ ἡ ἐκ μεταθέσεως κατάφασις. ὅθεν καὶ αὐτὸς περὶ ἀποφάσεως ποιούμενος τὸν λόγον ἐκ μεταθέσεως κατάφασιν ἔλαβεν, τούτῳ δῆθεν ἡμῖν αἰνιττόμενος ὡς οὐκ ἔστιν αὐτῶν διαφορά.
“而另一种则是说并非善。” 这个命题虽是移位肯定命题,他却将其当作否定命题并无差别地加以使用。因为正如我们所指出的,单纯否定命题与移位肯定命题毫无区别。因此他自己在论述否定命题时,采用了移位肯定命题,以此向我们暗示它们之间并没有差别。
"Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος." ἐντεῦθεν τὸν προσδιορισμὸν ἐκτίθεται τὸν λέγοντα ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι οὐκ εἰσὶ μὲν δοκοῦσι δὲ εἶναι. τινὲς δὲ τῶν ἐξηγητῶν, ὧν ἐστι καὶ Ἀμμώνιος, ἐνόμισαν αὐτῷ πρῶτον ἐπιχείρημα εἶναι. οὐκ ἔστι δέ· οὐδὲν γάρ πως πρὸς τὸ προκείμενον ἔχει. ταῦτα ἔχει ἡ πρᾶξις.
“因此,认为相反的信念由此而被界定,即由于是关于相反者的,乃是虚妄的。” 从这里起,他阐明了界说,指出哪些是相反的信念,哪些不是相反的却看似相反。但有些注疏家——阿摩尼奥斯也是其中之一——认为这是他的第一个论证。其实不然;因为它与眼前的课题毫无关联。本堂课的内容至此结束。
- 6.0.1δῆλον ὅτι ὡς ἕξει ἐπὶ τῶν ἄλλων προτάσεων τῶν μὴ ἐναντίαν ἐχουσῶν τὴν τοῦ ἐναντίου κατάφασιν (...) οὕτως οὖν ἕξει καὶ ἐπὶ τῶν ἄλλων
该句由相关联词 ὡς... οὕτως...(正如……在……上一样,在……上也必将如此)构成基本骨架。中间插入了由 ἰστέον γάρ 引导的关于实体和数量的长篇夹注,使主句的承接部(οὕτως οὖν ἕξει...)产生较长距离的后置。全句逻辑结构表达了从不具有相反肯定命题的命题向具有相反性的命题的类推。
- 6.0.2ᾗ μὲν γὰρ ἐδείξαμεν
由关系副词 ᾗ(“正如……”或“就……而言”)引导的状语从句。它作为后文主句 ὅθεν καὶ αὐτός... 的论据前提,表明正如前文所证明的两者并无差异,从而解释亚里士多德选用该措辞的意图。
