- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:63.5-64.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺斯引入了《解释篇》第14章的内容,提及波菲利等人认为该章仅为演练目的之观点,并探讨针对肯定命题的最大对立面究竟是相反者的肯定还是自身的否定,通过信念的对立以及基于谓词和自身性的论证加以讨论。
" Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ ἡ κατάφασις τῇ καταφάσει, καὶ τὰ ἑξῆς." Ὁ μὲν σκοπὸς τῷ Ἀριστοτέλει περὶ τῶν προτάσεων πεπλήρωται καὶ τὸ δ̄ κεφάλαιον πέρας ἀπείληφεν. τοῦτο δὲ τὸ νῦν ζητούμενον παντελῶς οὐκ ἔστιν Ἀριστοτέλους, γυμνασίας δὲ ἕνεκεν γέγραπται. ὅθεν καὶ ὁ Πορφύριος πολύστιχον γράψας ὑπόμνημα εἰς τὸ παρὸν σύγγραμμα τοῦτο τὸ κεφάλαιον οὐκ ἠξίωσεν φροντίδος τυχεῖν εἰς σαφήνειαν. ὅμως εἴτε ἐστὶν εἴτε μὴ ἔστιν Ἀριστοτέλους, σαφηνίσομεν τὸ προκείμενον. ἔστι δὲ τὸ θεώρημα τοιοῦτον· προτάσεώς τινος ἀληθοῦς ἢ ψευδοῦς οὔσης 〈ἐχούσης〉 τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται, ἆρά γε ἡ τοῦ ἐναντίου κατάφασις ἢ ἡ οἰκεία ἀπόφασις. καὶ ἀποφαίνεται ὁ πατὴρ τοῦ προβλήματος1 τὴν οἰκείαν ἀπόφασιν μᾶλλον μάχεσθαι τῇ τοιαύτῃ προτάσει. μεταφέρει δὲ τὸ ζητούμενον ἀπὸ τῶν λόγων ἐπὶ τὴν δόξαν. ὡς γὰρ ἔχει ἐπὶ τῆς δόξης ἤγουν ἐπὶ τοῦ ἐνδιαθέτου λόγου, οὕτως ἕξει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. καὶ πρῶτον προσδιορίζεται ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι μὲν οὐκ εἰσί, δοκοῦσι δὲ εἶναι. λέγει τοίνυν ὅτι ἐκεῖναι δοκοῦσιν ἐναντίαι δόξαι εἶναι αἱ περὶ τῶν ἐναντίων δοξάζουσαι ‘ἡ σωφροσύνη ἀγαθόν ἐστι, σωφροσύνη κακόν ἐστι’. μετὰ δὲ τὸν προσδιορισμὸν τοῦτον τὸ προκείμενον διὰ πέντε τινῶν ἐπιχειρημάτων δεῖξαι προτίθεται. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν κατηγορουμένων τοιοῦτον. ἔστι τις δόξα ἡ τὸ ὑπάρχον δοξάζουσα ὡς ὑπάρχον, οἷον ὅτι τὸ ἀγαθὸν ἀγαθόν ἐστι, τὸ ἀγαθὸν λυσιτελές ἐστι, τὸ ἀγαθὸν διωκτόν ἐστι, τὸ ἀγαθὸν αἱρετόν ἐστι καὶ ὅσα ἄλλα τοιαῦτα ad p. 62,8 ἀναγκαῖον εἶναι2 οὐκ ἀναγκαῖον εἶναι οὐκ ἐνδεχόμενον μὴ εἶναι ἐνδεχόμενον μὴ εἶναι οὐ δυνατὸν μὴ εἶναι δυνατὸν μὴ εἶναι ἀδύνατον μὴ εἶναι οὐκ ἀδύνατον μὴ εἶναι ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον μὴ εἶναι οὐκ ἐνδεχόμενον εἶναι ἐνδεχόμενον εἶναι οὐκ δυνατὸν εἶναι δυνατὸν εἶναι δυνατὸν εἶναι οὐκ ἀδύνατον εἶναι ἐστιν. ἔστι δὲ πάλιν ἄλλη δόξα λέγουσα τὸ μὴ ὑπάρχον ὡς [τὸ] ὑπάρχον * * *, οἷον ‘τὸ ἀγαθὸν φευκτόν ἐστι, τὸ ἀγαθὸν ἀλυσιτελές ἐστι, τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι’· αὕτη δὲ τὸ ὑπάρχον μὴ ὑπάρχον φησίν. λέγει τοίνυν ὅτι οὐδεμίαν δόξαν οἰητέον μάχεσθαι τῶν δοξαζουσῶν τὸ ὑπάρχον ὡς ὑπάρχον, ἀλλὰ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον τῇ λεγούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι’ μαχομένη ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι’. ὅτι δὲ τοῦτο τὸ ἀναγκαῖον οὐκ ἔχει αὐτόθεν ὡμολόγηται.3 πολλάκις γὰρ ὡς εἴρηται ὅτι ἓν ἑνὶ ἐναντίον καθέστηκεν· τὸ δὲ οὐκ ἀγαθὸν εἰσφέρει καὶ τὸ κακὸν καὶ τὸ ἀνωφελὲς καὶ τὸ φευκτὸν καὶ ἄλλα μυρία. εὑρεθήσονται οὖν ἑνὶ πολλὰ καὶ ἄπειρα μαχόμενα. ὥσπερ γὰρ τὸ οὐ λευκὸν σημαίνει καὶ τὸ μέλαν καὶ τὸ ξανθὸν καὶ τὸ φαιὸν καὶ τὸ ἐρυθρὸν καὶ τὸ κυανοῦν καὶ τὰ ἄλλα πάντα τὰ μεταξὺ χρώματα, καὶ εἴ τις εἴποι τὸ μὴ λευκὸν † φαίνεσθαι τῷ δὲ λευκῷ, εὑρεθήσεται πολλὰ ἑνὶ μαχόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων. Δεύτερον δὲ ἐπιχείρημά ἐστιν ἀπὸ τοῦ καθ’ αὑτὸ καὶ ἀπὸ τοῦ κατὰ συμβεβηκός. φησὶ τοίνυν ὅτι τοῦτο ἴσμεν, ὡς τὸ μὲν καθ’ αὑτὸ μᾶλλον μαχόμενον τῷ καθ’ αὑτὸ ἢ τὸ κατὰ συμβεβηκός.
“肯定命题是与否定命题相反,还是肯定命题与肯定命题[相反],等等。” 亚里士多德关于命题的目的已经完成,第四章也已告结束。然而现在所探究的这一点全然不属于亚里士多德,而是为了演练而写的。因此波菲利虽为本书写了篇幅浩繁的注疏,也并未认为这一章值得为求明晰而予以关注。不过,无论它是属于还是不属于亚里士多德,我们都要阐明眼前的课题。其论题如下:当某个命题为真或为假,并且拥有两个相对立的命题时,究竟哪一个更为对立——是相反者的肯定命题,还是其固有的否定命题?而这一论题的提出者断言,固有的否定命题与该命题更为对立。他将探究的对象从言语转向信念;因为在信念上即在内在言语上如何,在口头言语上也必将如何。他首先明确界定了哪些是相反的信念,哪些不是相反的却看似相反。于是他说,那些关于相反者抱有信念的,似乎是相反的信念,例如“节制是善,节制是恶”。在这一界定之后,他打算通过五个论证来证明眼前的论题。根据谓词而来的第一个论证如下:存在某种把从属性质当作从属性质来抱持的信念,例如“善是善的”、“善是有益的”、“善是应当追求的”、“善是应当选取的”,以及诸如此类的其他一切。[见第62页第8行处:必然是、不必是、不可能不是、可能不是、不可能不是、可能不是、不可能不是、不是不可能不是、必然不是、不必不是、不可能是、可能是、不可能是、可能是、可能是、不是不可能是。]另一方面,又有另一种信念,把不从属的当作从属性质来说……例如“善是应当规避的”、“善是无益的”、“善不是善”;而这一信念则是把从属的称为不从属。因此他说,不应认为把从属性质当作从属性质来认定的任何信念相对立,而应认为把从属性质当作不从属的信念相对立,例如与说“善是善的”相对立的,是说“善不是善”的信念。但是,这并不具有必然性是当即得到公认的。因为正如屡次所说的那样,一物与一物相反;而“非善”则引出了恶、无用、应当规避以及无数其他事物。因此,将会发现有众多乃至无限的事物与一物相对立。因为正如“非白”表示黑、黄、灰、红、蓝以及所有其他中间颜色一样,如果有人说“非白”显现为与“白”[相对立],就会发现多数事物与一物相对立,在眼前的事情上也是同样的道理。第二个论证是根据自身与偶性而来的。因此他说我们知道这一点:自身的事物相比于偶性的事物,更为与自身的事物相对立。
- 6.0.1ὁ πατὴρ τοῦ προβλήματος
字面意为“这一问题的父亲”。由于前文刚否定或存疑本章出自亚里士多德之手,此处用该表述指称提出这一论题的作者,而不直接断定为亚里士多德。
- 6.0.1ad p. 62,8 ἀναγκαῖον εἶναι...
此部分是上一章(第13章关于模态命题的对应表,第62页第8行处)的旁注或图表文字混入正文所致,译文中按其字面顺序直译保留。
- 6.0.1ὅτι δὲ τοῦτο τὸ ἀναγκαῖον οὐκ ἔχει αὐτόθεν ὡμολόγηται
ὅτι 从句(“这并不具有必然性”)作主语从句,从属于主动词 ὡμολόγηται(“已被公认/承认”)。ἔχει τὸ ἀναγκαῖον 意为“具有必然性/是必然的”。
