- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:62.21-63.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《解释篇》第13章(23a11–24),阐释了可动物中的潜能(适应性)与永恒者的现实态之区别、现实态在本性上先于潜能,以及必然命题何以被视为始基。
" Καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνον ἡ δύναμις." δύναμιν ἔοικεν καλεῖν τὴν ἐπιτηδειότητα1 τὴν παντάπασιν χωριζομένην ποτὲ τοῦ κατ’ ἐνέργειαν, ὡς ἐν τῷ καθημένῳ τὴν πρὸς τὸ βαδίζειν. διὸ καὶ ἐν τοῖς κινητοῖς αὐτὴν εἶναί φησιν, τοῦτ’ ἔστι τοῖς ἐν γενέσει καὶ φθορᾷ τοῖς δυναμένοις κινεῖσθαι καὶ μή, τὴν χωρὶς τῆς δυνάμεως ταύτης ἐνέργειαν ἐν τοῖς ἀϊδίοις εἶναι τιθέμενος. ὅθεν ἑξῆς δείξει προτέραν τῆς δυνάμεως τὴν ἐνέργειαν, διὰ τὸ τὰ ἀΐδια πρότερα εἶναι τῶν γενητῶν, ἐν οἷς ἡ δύναμις. κἂν ἦν οὖν ἐν τοῖς οὐρανοῖς τὸ δυνάμει, ἀλλ’ οὐ τοῦτο ἀλλὰ τὸ συμπεπλεγμένον τῷ κατ’ ἐνέργειαν.2
“而这种潜能只存在于可动事物上。” 他似乎把有时完全脱离现实态之物的适应性称为“潜能”,如同坐着的人具有走向行走的[适应性]一样。因此他也说潜能存在于可动事物中,即存在于能够运动也能够不运动的处于生成与毁灭中的事物中,并设定脱离这种潜能的现实态存在于永恒者中。由此他接下来将表明现实态先于潜能,因为永恒者先于处于生成中的事物,而潜能存在于后者之中。因此,即使在天界中存在潜能者,也不是这种潜能,而是与现实态之物交织在一起的潜能。
"Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον." ἐντεῦθεν ἐπειδὴ ἀπέδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, δεῖ δὲ τὰ ἑπόμενα ὕστερα τάττεσθαι ὡς καθόλου τῶν ἡγουμένων μερικῶν ὄντων, ἀρχὰς καὶ πρώτας τὰς τοῦ ἀναγκαίου προτάσεις φησίν.3
“而必然者或许确实是本原。” 自此,由于他证明了可能者比必然者更为普遍,而后继的普遍者必须排在作为前件的个别者之后,故而他说必然者的命题是本原且是第一位的。
"Καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ πρῶται οὐσίαι." ἐπὶ τῶν πρώτων οὐσιῶν ἤγουν τῶν ἀϊδίων φησὶν ὅτι ἡ αὐτή ἐστι δύναμις καὶ ἐνέργεια· εἰκότως, ἐπειδὴ οὐκ ἔστι ἰδεῖν ἐν αὐταῖς δύναμιν ἐνεργείας χηρεύουσαν.
“有些是没有潜能的现实态,例如第一实体。” 关于第一实体即永恒者,他说潜能与现实态是同一的;这是理所当然的,因为在它们之中不可能见到匮乏现实态的潜能。
"Τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύσει πρότερα τῷ δὲ χρόνῳ ὕστερα." φύσει προτέραν λέγει τὴν ἐνέργειαν τῆς δυνάμεως ὡς τέλειον ἀτελοῦς καὶ τιμιώτερον ἀτιμοτέρου· τῷ δὲ χρόνῳ ὑστέραν αὐτὴν λέγει, ἐπειδὴ πᾶσα ἐνέργεια ἀπό τινος προυποκειμένης δυνάμεως προβάλλεται. ταῦτα ἔχει ἡ πρᾶξις.
“而另一些则是伴随潜能的,它们在本性上居先,在时间上居后。” 他说现实态在本性上先于潜能,正如完全者先于不完全者、更为尊贵者先于较不尊贵者一样;但他又说它在时间上居后,因为一切现实态都是从某种预先存在的潜能中生发出来的。本讲内容即在于此。
- 5.3.2δύναμιν ἔοικεν καλεῖν τὴν ἐπιτηδειότητα
双宾格结构。τὴν ἐπιτηδειότητα 为直接宾语,δύναμιν 充当谓词宾格(“似乎把适应性称为‘潜能’”)。紧随其后的 τὴν πρὸς τὸ βαδίζειν 同样是承接 τὴν ἐπιτηδειότητα 的宾格并列成分。
- 5.3.2κἂν ἦν οὖν ἐν τοῖς οὐρανοῖς τὸ δυνάμει, ἀλλ’ οὐ τοῦτο ἀλλὰ τὸ συμπεπλεγμένον τῷ κατ’ ἐνέργειαν.
省略转折结构,主句中省略了谓语动词(ἦν 或 ἂν εἴη)。κἂν ἦν 引导让步从句(“即使在天界中存在潜能者”),主句则由 ἀλλ’ οὐ τοῦτο [省略 ἦν] ἀλλὰ τὸ συμπεπλεγμένον... 承接。
- 5.3.3ἀρχὰς καὶ πρώτας τὰς τοῦ ἀναγκαίου προτάσεις φησίν.
双宾格结构。带定冠词的宾格名词短语 τὰς τοῦ ἀναγκαίου προτάσεις 是 φησί 的直接宾语,无冠词的 ἀρχὰς καὶ πρώτας 则充当述语宾格。
