← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§60.22-62.20

潜能的划分与可能跟随必然之难题的解决

斯特凡诺处理了第13章22b29处的疑难,即多义且不确定的“可能”如何能跟随确定的“必然”而来,并通过潜能的诸种划分(适应性、基于假设的必然、永恒者的现实态)解决这一难题,并解释了模态图表中命题重排的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

" Ἀπορήσειε δ’ ἄν τις, εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν ἕπεται, καὶ τὰ ἑξῆς." Δείξας ἐν τῷ β διαγράμματι τὸ δυνατὸν ἑπόμενον τῷ ἀναγκαίῳ (εἰ γὰρ μὴ τοῦτο, ἔλεγεν ἐξ ἀνάγκης τὴν ἀπόφασιν ἕπεσθαι τὴν λέγουσαν ‘δυad p. 59,24 δυνατὸν εἶναι ἐνδέχεται εἶναι οὐκ ἀδύνατον εἶναι οὐκ ἀναγκαῖον μὴ εἶναι οὐ δυνατὸν εἶναι οὐκ ἐνδέχεται εἶναι ἀδύνατον εἶναι ἀναγκαῖον μὴ εἶναι δυνατὸν μὴ εἶναι ἐνδέχεται μὴ εἶναι οὐκ ἀδύνατον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι οὐ δυνατὸν μὴ εἶναι οὐκ ἐνδέχεται μὴ εἶναι ἀδύνατον μὴ εἶναι ἀναγκαῖον εἶναι νατὸν μὴ εἶναι’ ἢ ‘μὴ δυνατὸν εἶναι’, ὅπερ ἑκάτερον ἀδύνατον ἐπὶ τοῦ ἀναγκαίου λέγεσθαι) νῦν ἀπορεῖ πῶς εἴποι τις τὸ δυνατὸν τῷ ἀναγκαίῳ ἕπεσθαι. τὸ γὰρ δυνατὸν ἐπαμφοτερίζει· ὃ γὰρ δυνατὸν τέμνεσθαι, δυνατὸν καὶ μὴ τέμνεσθαι· τὸ δὲ ἀναγκαῖον ὥρισται. πῶς τῷ ὡρισμένῳ τὸ ἀόριστον δυνατὸν ἐπακολουθεῖν; ἐπιλύεται τοίνυν τὴν ἀπορίαν ταύτην τὴν ὁμωνυμίαν αἰτιώμενος, ὅτι πολλαχῶς λέγεται τὸ δυνατόν, καὶ τὸ μὲν δυνατὸν τῷ ἀναγκαίῳ ἕπεται, τὸ δὲ σημαινόμενον τοῦ δυνατοῦ οὐχ ἕπεται τῷ ἀναγκαίῳ. ἔστι δὲ καθόλου ὡς ἐκ διαιρέσεως λαβεῖν τὸ δυνατὸν τοσαυταχῶς λεγόμενον· τὸ δυνατὸν τοίνυν ἢ κατ’ ἐπιτηδειότητα λέγεται, ὡς τὸ παιδίον δύναται γραμματικὸν εἶναι, ἢ καθ’ ἕξιν ἢ χωρὶς τῆς δυνάμεως ἤτοι τῆς ἐνεργείας, καὶ μὴ φθαρέντος ἐκείνου ᾧ τινι ὑπάρχει ἡ ἐνέργεια, οἷον ὡς τὸ βαδίζειν ὑπάρχει τῷ βαδίζοντι, καὶ χωρισθέντος τοῦ βαδίζειν οὐ φθείρεται τὸ βαδιστικόν· τοῦτο δὲ καλεῖται ἐξ ὑποθέσεως ἀναγκαῖον, ἔστ’ ἂν ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. ἢ ὅταν ὑπάρχῃ καθ’ ἕξιν μὲν ἡ ἐνέργεια * * * αὕτη δὲ ὑπάρχει γενητοῖς καὶ φθαρτοῖς * * *. καὶ εἰ μὲν γενητοῖς καὶ φθαρτοῖς ὑπάρχει, χωρισθείσης πάντως 〈φθείρεται〉 ἐκεῖνο ᾧ ὑπάρχει. οἷον τόδε τὸ πῦρ γενητὸν μέν ἐστι καὶ φθαρτόν· καὶ ἡνίκα ὑπάρχει, ἀνάγκη τὴν θερμότητα ὑπάρχειν αὐτῷ, ἡνίκα δὲ φθαρῇ ἡ ἐνέργεια ἤγουν ἡ θερμότης, πάντως συμφθείρεται τῇ θερμότητι. ὑπάρχει δὲ ἀϊδίοις, ὥσπερ λέγομεν τὴν κίνησιν ἀεὶ ὑπάρχειν τῷ ἡλίῳ· ἀεὶ γὰρ ὁ ἥλιος κινεῖται. ὥστε τὸ μὲν δυνατόν, ἤγουν τὸ φερόμενον ἐπὶ τοῦ ἀϊδίου * * * ἢ ὅταν τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ἁπλῶς ὑπάρχει, ὅπερ καὶ καλεῖται ἐξ ὑποθέσεως ἀναγκαῖον, ταῦτα οὖν τὰ δύο σημαινόμενα τοῦ δυνατοῦ ἐνδέχεται ἕπεσθαι τῷ ἀναγκαίῳ· τὰ δὲ λοιπὰ σημαινόμενα οὐκ ἀναγκαῖον. αὐτίκα γοῦν τὸ κατ’ ἐπιτηδειότητα λεγόμενον δυνατὸν οὐχ ἕπεται τῷ ἀναγκαίῳ· δύναται γὰρ τὸ ἱμάτιον καὶ τέμνεσθαι καὶ μὴ τέμνεσθαι, καὶ οὐκ ἐξ ἀνάγκης πάντως ἢ τέμνεται ἢ οὐ τέμνεται. ὁμοίως καὶ τὸ παιδίον δύναται γενέσθαι [καὶ] γραμματικόν, δύναται 〈δὲ〉 καὶ μὴ γενέσθαι. τοῦτο οὖν τὸ δυνατὸν οὐχ ἕπεται τῷ ἀναγκαίῳ, ὥσπερ λέγομεν ἐξ ἀνάγκης ἕπεσθαι ἀνθρώπῳ τὸ ζῷον. ὅλον μὲν γὰρ τὸ ζῷον1 λέγομεν ἕπεσθαι τῷ ἀνθρώπῳ, οἷον οὐσία, ἔμψυχον, αἰσθητικόν, οὐκέτι δὲ καὶ πᾶν ζῷον ἕπεσθαι τῷ ἀνθρώπῳ. εἰ γὰρ καὶ τὸ λογικὸν ζῷον ἕπεται τῷ ἀνθρώπῳ, οὐκέτι δὲ καὶ τὸ ἄλογον. φησὶ δὲ τοῦ βιβλίου ὁ ἐξηγητὴς ὅτι οἶμαι μὲν τὸ θεώρημα φανερὸν εἶναι· ἀεὶ γὰρ ὅταν οὐκ ἀντιστρέφωσι τὰ ἡγούμενα τοῖς ἑπομένοις, ἀνάγκη 〈τὸ〉 καθολικώτερον ἕπεσθαι τῷ ἡγουμένῳ οὐ κατὰ πάντα τὰ μόρια ἀλλὰ καθ’ ὅλον ἑαυτό.2 οἷον ἐν τῷ λέγειν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ὁ ἄνθρωπός ἐστιν ἡγούμενον, τὸ δὲ ζῷον ἑπόμενον· καὶ εἴ τι μὲν ἄνθρωπος, πάντως ζῷον, οὐκ εἴ τι δὲ ζῷον, πάντως ἄνθρωπος. ἐπεὶ οὖν οὐκ ἀντιστρέφει τὸ ἡγούμενον τῷ ἑπομένῳ, τούτου χάριν ἕπεται αὐτῷ τὸ ἑπόμενον οὐ κατὰ πᾶν ἑαυτὸ ἀλλὰ καθ’ ὅλον, ὡς εἴπομεν. καὶ τὸ ζῷον γὰρ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, καὶ ἄνθρωπος. καὶ ταῦτα μὲν περὶ τούτων. ἐπειδὴ δὲ ἔδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, ἀντιστρέφει τὴν τάξιν τοῦ διαγράμματος καὶ προτάττει τὰς κειμένας κάτω τοῦ ἀναγκαίου προτάσεις ἄνω καὶ τὰς ἄλλας ἐᾷ καθ’ ἣν χώραν ἔχουσιν. καὶ τὴν αἰτίαν αὐτὸς ἀποδέδωκεν ὅτι τὰ μερικὰ καὶ ἡγούμενα ἀεὶ προτάττονται τῶν ἑπομένων καὶ καθολικωτέρων. δευτέραν δέ φησιν αἰτίαν ὅτι τὸ μὲν ἀναγκαῖον ἐπὶ τῶν ἀϊδίων μόνον φέρεται, τὸ δὲ δυνατὸν καὶ ἐπὶ αὐτῶν καὶ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ· καὶ ἐπειδὴ κρείττονά εἰσιν ἐκεῖνα τῶν γενητῶν καὶ φθαρτῶν, εἰκότως καὶ ἐν τῷ διαγράμματι αἱ τοῦ ἀναγκαίου προτάσεις τῶν τοῦ δυνατοῦ προετάγησαν. ἐν οἷς καὶ ἀπαριθμεῖται ταῦτα λέγων ὅτι τῶν ὄντων τὰ μὲν μόνον ἐνέργειαί εἰσιν, ὡς αἱ θεῖαι οὐσίαι, τὰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὡς πάντα τὰ γενητὰ καὶ φθαρτά, τὰ δὲ μόνον δυνάμει, ὡς ἡ καλουμένη ἀνείδεος ὕλη. ταῦτα εἰπὼν πέρας τέθεικε τῷ σκοπῷ τῷ περὶ τῶν προτάσεων. ἐν οἷς καὶ ἡ θεωρία πληροῦται.

“然而人们或许会质疑,可能存在是否随必然存在而来,等等。” 他在第二张图表中表明了可能者随必然者而来之后(因为若非如此,他曾说必然会跟随说‘可[第59页24行图表:可能存在、可以存在、并非不可能存在、并非必然不存在;不可能存在、不可以存在、不可能存在、必然不存在;可能不存在、可以不存在、并非不可能不存在、并非必然存在;不可能不存在、不可以不存在、不可能不存在、必然存在]能不存在’或‘不可能存在’的否定,而这两者中任何一个都不可能在必然者上被述说),如今他提出疑难:人们怎么能说可能者随必然者而来呢?因为可能者具有两可性;能被分割的事物也可能不被分割,而必然者则是确定的。不确定的可能者怎能随确定的事物而来呢?因此他借由归咎于同名异义来解决这一疑难:即可能者是在多种意义上被述说的,可能者的某一种意义随必然者而来,但可能者的另一种所指却不随必然者而来。大体上通过划分来把握,可能者是在如此多的意义上被述说的:可能者要么就适应性而言被述说,如儿童能成为文法家;要么就状态而言,或者在潜能即现实态之外,且在现实态所从属的事物并未毁灭的情况下被述说,正如行走从属于行走者,当行走被分离时,具有行走能力者并不毁灭;只要谓词从属于主词,这就称为基于假设的必然。或者当现实态就状态而言从属时[……],而这从属于生成与毁灭的事物[……]。如果它从属于生成与毁灭的事物,当它被分离时,它所从属的事物完全〈会毁灭〉。例如这团火是可生成且可毁灭的;当它存在时,热必然从属于它,但当现实态即热毁灭时,它完全随热一同毁灭。另一方面,它也从属于永恒者,正如我们说运动总是从属于太阳一样;因为太阳总是在运动。因此,用于永恒者的可能者[……],或者当谓词单纯地从属于主词时(这也称为基于假设的必然),可能者的这两种所指可以随必然者而来;但其余的所指则并非必然。无论如何,就适应性而言被述说的可能者绝不随必然者而来;因为外衣既可能被剪裁也可能不被剪裁,并非必然无论如何要么被剪裁要么不被剪裁。同样,儿童也可能成为文法家,〈但〉也可能不成为。因此,正如我们说动物必然随人类而来一样,这种可能者并不随必然者而来。因为我们说作为整体的动物(即实体、有灵魂、有感觉)随人类而来,但不再是每一个动物都随人类而来;因为即使理性的动物随人类而来,无理性的动物也不再随之而来。该书的注解者说,我认为该定理是显而易见的;因为每当前件与后件不能换位时,更为普遍者必然不是就其所有部分、而是就其整个自身跟随前件而来。例如在说“人是动物”时,人是前件,动物是后件;如果有事物是人,它完全是动物,但并非有事物是动物它就完全是人。因此,既然前件不与后件换位,由于这一缘故,后件不是就其全部、而是如我们所说就其整体随它而来。因为动物是有灵魂且有感觉的实体,人也是如此。关于这些就谈到这里。由于他表明了可能者比必然者更为普遍,他便倒转了图表的顺序,将原本置于下方的必然者的命题移至上方,并让其他命题保留在它们所占有的位置。他自己给出的原因是:特称和前件总是排在后继和更为普遍者之前。他又给出了第二个原因:必然者仅用于永恒者,而可能者则既用于永恒者,也用于生成与毁灭中的事物;由于前者优于可生成与可毁灭者,故而在图表中必然者的命题理所当然地排在可能者的命题之前。在其中他也列举了这些内容并指出:在存在者中,有些仅是现实态,如神圣实体;有些既在潜能中也在现实态中,如一切可生成与可毁灭者;有些则仅在潜能中,如所谓无形相的质料。阐述了这些之后,他便给关于命题的宗旨画上了句号。理论探究在此也告完成。

语法注2 条
  1. 5.3.1ὅλον μὲν γὰρ τὸ ζῷον λέγομεν ἕπεσθαι τῷ ἀνθρώπῳ... οὐκέτι δὲ καὶ πᾶν ζῷον

    ὅλον(作为整体的)与 πᾶν(每一个/所有的)之间的对比构成了论证的核心。前者指作为本质或定义的整体(实体、有灵魂和有感觉的复合体),而后者则指外延所涵盖的各个部分或种(不仅包括有理性动物,还包括无理性动物)。在“对格+不定式”结构中,两者均修饰 ζῷον,以界定严格推演出的内容差异。

  2. 5.3.1ἀνάγκη 〈τὸ〉 καθολικώτερον ἕπεσθαι τῷ ἡγουμένῳ οὐ κατὰ πάντα τὰ μόρια ἀλλὰ καθ’ ὅλον ἑαυτό

    由非人称结构 ἀνάγκη [ἐστί] 所支配的“对格+不定式”句式。其逻辑主语为补入的 〈τὸ〉 καθολικώτερον,与格 τῷ ἡγουμένῳ(前件)作 ἕπεσθαι 的补足语。介词短语 οὐ κατὰ πάντα τὰ μόρια(不是就其所有部分)与 ἀλλὰ καθ’ ὅλον ἑαυτό(而是就其整个自身)限定了推演发生的方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:60.22-62.20