- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:5.20-6.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺说明了实际事物、思想、发声与文字这四者之间的告知关系,论证了思想作为事物的“似像”与词语作为思想的约定性“符号”之区别,进而分析了真假基于结合与分离的机制、位于谓项位置上的词项特性以及时态的划分。
" Ὧν μέντοι ταῦτα σημεῖα πρώτως, τὰ αὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς." πρώτως εἶπεν σημεῖα εἶναι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων, διότι δευτέρως καὶ τῶν πραγμάτων σημεῖά ἐστιν. τῶν γὰρ δ τούτων τὰ μὲν μόνως ἐξαγγέλλουσιν, ὥσπερ τὰ γραφόμενα, τὰ δὲ μόνως ἐξαγγέλλονται, ὥσπερ τὰ πράγματα, τὰ δὲ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται, ὥσπερ τὰ νοήματα καὶ αἱ φωναί. ἐξαγγέλλουσι μὲν τὰ πρὸ αὐτῶν, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν μετ’ αὐτά.1 οἷον τὰ νοήματα ἐπειδὴ δεύτερα μέν εἰσιν τῶν πραγμάτων, πρῶτα δὲ τῶν φωνῶν καὶ τῶν γραμμάτων, ἐξαγγέλλουσι μὲν τὰ πράγματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν φωνῶν 〈καὶ〉 τῶν γραφομένων. πάλιν αἱ φωναὶ κατὰ τὸν αὐτὸν τρόπον ἐξαγγέλλουσι μὲν τὰ πράγματα καὶ τὰ νοήματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν γραφομένων. τὰ μέντοι πράγματα οὔτε ἐξαγγέλλουσί ποτε, ἐπειδὴ οὐδέν ἐστιν πρὸ αὐτῶν, οὐδὲ τὰ γραφόμενα ἐξαγγέλλονται ὑπό τινος, ἐπειδὴ οὐκ ἔχουσί τι μετ’ αὐτά. καὶ ἔστιν φύσει μὲν πρότερον τὸ πρᾶγμα τῶν ἄλλων· δεῖ γὰρ πρότερον εἶναι φέρε εἰπεῖν τὸν ἵππον καὶ οὕτως τὸ περὶ αὐτὸν νόημα, μετὰ δὲ τὸ νόημα τοῦ ἵππου καὶ τὸ ὄνομα, μετὰ δὲ τὸ ὄνομα τὰ γράμματα, εἴπερ ὅλως εἰσὶν γράμματα.
“然而,这些作为其最初符号的事物,即灵魂的情态,对所有人而言都是相同的。” 他说名词和动词最初是思想的符号,是因为在第二义上它们也是事物的符号。因为在这四者之中,有些仅仅告知,如书写下的事物;有些仅仅被告知,如实际事物;有些则既告知又被告知,如思想和发声。它们告知居于其先者,而被居于其后者所告知。例如,思想既然居于实际事物之后,却居于发声和文字之先,便告知实际事物,而被发声和书写下的事物所告知。发声同样以同样的方式,告知实际事物和思想,而被书写下的事物所告知。然而,实际事物绝不告知,因为在其先无物;书写下的事物也不被任何事物所告知,因为在其后无物。事物在自然上先于其他者;因为首先必须存在(比方说)马,然后才有关于它的思想,在马的思想之后才有名称,在名称之后才有文字,如果文字确实存在的话。
"Καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη τὰ αὐτά." ἰστέον ὅτι τὰ νοήματα τῶν πραγμάτων ὁμοιώματα εἶπεν, τὰ δὲ ὀνόματα τῶν νοημάτων σύμβολα. διαφέρουσι δὲ τὰ ὁμοιώματα καὶ τὰ σύμβολα κατὰ τοῦτο, διότι τὸ μὲν ὁμοίωμα ὡς οἷόν τε εἰκονίζεται τῷ πράγματι, οἷον ὁμοίωμα τοῦ Σωκράτους ἡ εἰκὼν κατὰ δύναμιν ἀπομάσσεται αὐτὸν τὸν χαρακτῆρα τοῦ Σωκράτους, 〈ὡς〉 εἶναι αὐτὸν προκοίλιον ἐξόφθαλμον φαλακρὸν2 καὶ τὰ τοιαῦτα, ὅσον δυνατόν ἐστι γράψαι καὶ ὁμοιῶσαι Σωκράτει· τὸ δὲ σύμβολον οὐχ οὕτως. ἐφ’ ἡμῖν γάρ ἐστι ποιῆσαι σύμβολον πολέμου, ὃ δἂν θέλωμεν, οἷον καὶ πυρὸς ῥῖψιν καὶ δόρατος ἀνάτασιν καὶ τὰ τοιαῦτα. τὸ δὲ ὁμοίωμα οὐκ ἔστιν ἐν τῷ ζωγράφῳ ἄλλως καὶ ἄλλως ποιῆσαι, ἀλλ’ ὡς ἔχει τὸ παράδειγμα. εἰκότως οὖν καὶ ἐπὶ μὲν τῶν νοημάτων ὁμοίωμα εἶπεν, διότι ἀδύνατόν ἐστιν ἄλλως καὶ ἄλλως νοῆσαι ἵππον, καὶ ἄλλως ἐκεῖνον· τὰ δὲ ὀνόματα, ἐπειδὴ ἐνδέχεται ἄλλως μὲν καὶ δι’ ἄλλου ὀνόματος σημαίνειν ἐμὲ τὸ πρᾶγμα, καὶ δι’ ἄλλου ὀνόματος ἐκεῖνον, εἰκότως εἶπεν σύμβολα.
“而这些作为其似像的事物,即实际事物,就已经是相同的了。” 应当知道,他称诸思想为实际事物的似像,而称诸名称为思想的符号。似像与符号在这一点上有所不同:似像尽可能依照事物而被摹造,例如作为苏格拉底之似像的画像,竭尽所能地模印出苏格拉底本身的特征,以致他是大腹、凸眼、秃顶等等,达到尽可能描绘并肖似苏格拉底的程度;而符号则并非如此。因为设定什么作为战争的符号取决于我们,随我们所愿,例如掷火、举矛以及诸如此类的事物。然而在似像的情况下,不在于画家可以任意地随意制作,而在于摹本必须依据原型所具有的状态。因此合乎情理的是,在谈及诸思想时他说了“似像”,因为一个人这样思考马而另一个人那样思考马是不可能的;而在谈及诸名称时,由于容许我以一种方式通过一个名称来表示该事物,而那个人通过另一个名称来表示,他便合乎情理地说了“符号”。
"Ἔστι δὲ ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι." ἐνταῦθα τὸ δεύτερον μέρος τοῦ προοιμίου, ἐν ᾧ, ὥσπερ εἴπομεν, ἀναλογίαν παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα. ἔστι δὲ ἀναλογία ἡ τῶν λόγων ὁμοιότης, οἷον ὡς τόδε πρὸς τόδε, ὡς ἁπλοῦν νόημα πρὸς τὴν ἁπλῆν φωνήν. ὥσπερ γὰρ ἐν τῷ ἁπλῷ νοήματι οὐκ ἔστιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὕτως καὶ ἐν τῇ ἁπλῇ φωνῇ· καὶ ὥσπερ ἐν τῷ συνθέτῳ νοήματι πάντως ἐστὶν τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν τῷ συνθέτῳ λόγῳ ἐστίν. ἐν τούτῳ καὶ αὕτη ἐστὶν ἡ ἀναλογία.
“正如在灵魂中,有时有既无所谓真亦无所谓假的思想。” 这里是序言的第二部分,正如我们所说,在其中他给出了发声对思想的比例(类比)。比例乃是比率的相似性,例如这个对这个,正如单纯的思想对单纯的发声。因为正如在单纯的思想中既没有真也没有假,在单纯的发声中也是如此;又正如在复合的思想中必然有真或假,在复合的语句中也是如此。在这方面,这也就是该比例。
"Περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθές." ἰστέον ὅτι σύνθεσιν καλεῖ τὴν κατάφασιν, διότι συντίθεται τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, διαίρεσιν δὲ τὴν ἀπόφασιν, διότι διαιρεῖται τὸ κατηγορούμενον διὰ τῆς οὐ ἀρνήσεως ἐκ τοῦ ὑποκειμένου.
“因为假与真乃是关乎结合与分离的。” 应当知道,他称肯定为“结合”,因为谓项与主项结合在一起;称否定为“分离”,因为谓项通过否定词“不”而从主项中分离出去。
"Οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν." ἰστέον ὅτι τὸ λευκὸν ὄνομά ἐστιν καὶ πτωτικὸν ὄνομα καὶ ὅμως ἀντὶ ῥήματος αὐτὸ ἔλαβεν. εἴπομεν γὰρ ὅτι ἡνίκα τάξιν ἐπέχει κατηγορουμένου, κἂν ὄνομα ᾖ κἂν ῥῆμα, ῥῆμα λέγεται.3
“例如‘人’或‘白’。” 应当知道,‘白’是一个名词,且是一个有变格的名词,但他却取它来代替动词(谓词)。因为我们说过,每当它占据谓项的地位时,无论它是名词还是动词,都被称为动词(谓词)。
"Ἢ ἁπλῶς ἢ κατὰ χρόνον." ἁπλῶς λέγει τὸν ἐνεστῶτα χρόνον, κατὰ χρόνον δὲ τὸν πέριξ τοῦ ἐνεστῶτος χρόνον, οἷον τὸν παρελθόντα καὶ τὸν μέλλοντα. ταῦτα ἔχει ἡ πρᾶξις.
“要么无条件地,要么按照时间。” “无条件地”他指的是现在时,“按照时间”指的则是现在时周围的时间,即过去时和未来时。本讲所包含的就是这些内容。
- 2.0.8ἐξαγγέλλουσι μὲν τὰ πρὸ αὐτῶν, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν μετ’ αὐτά
主动语态 ἐξαγγέλλουσι 与被动语态 ἐξαγγέλλονται 形成严格的对贞:主动形式带宾格短语 τὰ πρὸ αὐτῶν 作为直接宾语(“告知居于其先者”),而被动形式则带 ὑπό 支配的属格(ὑπὸ τῶν μετ’ αὐτά)表示动作主体(“被居于其后者所告知”)。这两个由介词短语名词化而成的中性复数分别指代在顺序上居先者与居后者。
- 2.0.9〈ὡς〉 εἶναι αὐτὸν προκοίλιον ἐξόφθαλμον φαλακρὸν
由补入的 ὡς 引导的带不定式的宾格句式,用以表示前述动词 ἀπομάσσεται(模印、临摹)的结果或情态。不定式 εἶναι 的逻辑主语是 αὐτόν(指苏格拉底),其后的形容词 προκοίλιον、ἐξόφθαλμον、φαλακρόν 作为系表结构的表语,在格上与 αὐτόν 保持一致(阳性单数宾格)。
- 2.0.12ἡνίκα τάξιν ἐπέχει κατηγορουμένου, κἂν ὄνομα ᾖ κἂν ῥῆμα, ῥῆμα λέγεται
由 κἄν ... κἄν(即 καὶ ἐάν ... καὶ ἐάν)构成的并列让步从句(“无论……还是……”)。主句谓语 ῥῆμα λέγεται 中的 ῥῆμα 并非单纯指语法上的词类(“动词”),而是指命题逻辑中的“谓词/谓项”;说明哪怕是名词,只要处在谓项的位置(τάξιν ... κατηγορουμένου),在功能上就被称为 ῥῆμα。
