- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:57.12-58.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大里亚的斯特凡诺注解亚里士多德《解释篇》21a38–21b26,阐明“复合之物”意指命题,辨析换位肯定与单纯否定的关系,区分可能性的两重涵义(偶然可能与必然可能),论述带量词限定的模态命题中否定词的结合位置与矛盾对立的构成条件,并将“附加成分”解释为述语动词。
" Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται." ἰστέον ὅτι συμπλεκομένων λέγει ἐνταῦθα ἀντὶ τοῦ ‘τῶν προτάσεων.’
“因为如果在复合之物中这些相互对立。” 应当知晓,他在此处说“在复合之物中”乃是代替“在命题中”。
" Εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ‘τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπον." ἐντεῦθεν ὑπώπτευσάν τινες ὅτι ἡ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, διότι ψευδὲς μέν ἐστιν, ὥς φησι, τὸ ξύλον ἄνθρωπον οὐ λευκόν,1 ἀληθὲς δὲ εἰπεῖν ὅτι τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν· ὅλον γὰρ ἀναιρεῖ. εἰ δὲ σώσωμεν ὅλον τὸν κατηγορούμενον καὶ μὴ μερίσωμεν, δῆλον ὅτι καὶ αὐτὴ ἀληθὴς εὑρεθήσεται, ὥσπερ καὶ ἡ ἁπλῆ ἀπόφασις, ὡς εἴπομεν καὶ ἀνωτέρω.
“因为如果对一切事物而言要么是肯定要么是否定,则说‘木头是非白人’将成真的。” 由此,有人推测单纯否定比换位肯定更具普遍性,因为正如他所说,[说]“木头是非白人”为假,但说“木头不是白人”为真;因为后者取消了全体。但如果我们保全述项的全体而不加以分割,显然正如我们在上文所说,这[换位肯定]本身也将被发现与单纯否定一样为真。
"Λόγος δέ (λόγον λέγει ἐνταῦθα τὴν αἰτίαν), ὅτι πᾶν τὸ οὕτως δυνατόν." λέγει ἐνταῦθα τὸ φερόμενον ἐπὶ τοῦ ἐνδεχομένου· τοῦτο γὰρ ἐνδέχεται μὴ ἀεὶ ἐνεργεῖν· τὸ δ’ ἐπὶ τοῦ ἀναγκαίου φερόμενον ἀεὶ ἐνεργεῖ. λέγομεν γὰρ ὅτι δυνατὸν τὸν ἥλιον αὔριον κινεῖσθαι, οὐχ ὡς ποτὲ μὲν κινούμενον λαμβάνοντες ποτὲ δὲ οὔ, ἀλλ’ ὡς ἀεὶ ἐνεργοῦντά τε καὶ κινούμενον.
“而理由在于(此处他说‘理由’指原因),凡以此种方式可能者。” 他在此处指的是适用于偶然者的[可能];因为此种可能并非总是在实现活动中;而适用于必然者的[可能]则始终在实现活动中。因为我们说太阳明日运动是可能的,并非把太阳当做时而运动时而不运动来理解,而是当做始终在实现活动中且在运动来理解。
"Ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσεις." τοῦτό φησιν ἐνταῦθα, ὅτι ἀδύνατον τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἐν τῷ αὐτῷ χρόνῳ· δῆλον δὲ ὅτι οὐ πολυπραγμονεῖ ἐνταῦθα πᾶν εἶδος τῶν τοιούτων προτάσεων. ἐπὶ γὰρ τῶν προσδιωρισμένων προτάσεων τοῦτο 〈οὐκ〉 ἀεὶ * * * συναληθεύειν, ἐὰν ποιήσωμεν τὴν ἀπόφασιν τῷ προσδιορισμῷ συνάπτοντες τὴν οὐ ἄρνησιν· ἀλλὰ ποτὲ μὲν συναληθεύει ἐπί τινος ὕλης, οἷον τῆς ἐνδεχομένης, ποτὲ δὲ οὐ συναληθεύει, ὡς ἐπὶ τῆς ἀναγκαίας. ἀληθὲς μὲν γὰρ τὸ λέγειν ‘πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι’, ψευδὲς δὲ τὸ ‘οὐ πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι’· ὥστε ἐπὶ τῆς ἀναγκαίας μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐκέτι· ψεύδεται γὰρ καὶ ἡ λέγουσα ‘πάντα ἄνθρωπον ἐνδέχεται βαδίζειν’ 〈καὶ ἡ λέγουσα ‘οὐ πάντα ἄνθρωπον ἐνδέχεται βαδίζειν’〉 ἐπὶ ὡρισμένου χρόνου δῆλον ὅτι· εἰ δὲ ἐπὶ ἀορίστου, δῆλον ὅτι ἀμφότεραι ἀληθεῖς. εἰ δὲ εἴπω τὴν ἄλλην ἀπόφασιν ‘οὐκ ἐνδέχεται πάντα ἄνθρωπον βαδίζειν’, ἀληθεύω καὶ ψεύδομαι·2 σημαίνει γὰρ τοῦτο ‘οὐδένα τῶν ἀνθρώπων ἐνδέχεται βαδίζειν’, καὶ οὐδὲν ἄλλο λέγει εἰ μὴ ὅτι ἀδύνατον βαδίζειν πάντα ἄνθρωπον. ὥστε ἐπὶ τῶν τοιούτων προτάσεων δεῖ τῷ τρόπῳ λαβεῖν καὶ συνάψαι τὴν οὐ ἄρνησιν, εἴτε προσδιωρισμένη ἐστὶν ἡ πρότασις, εἴτε οὐκ ἔστι προσδιωρισμένη· οὕτως γὰρ ἀντίφασις γενήσεται.
“然而,对立的言明对同一事物同时成真是决不可能的。” 他在此处的意思是,矛盾对立双方不可能在同一时间对同一事物同真或同假;但显然,他在此处并未详究此类命题的每一种形态。因为在带有量词限定的命题中,如果我们通过将否定词“不”附于量词限定来构成否定,这并不总是[……]同真;而是在某种质料(如偶然质料)中时而同真,但在必然质料中(正如所见)时而不同真。因为说“所有人是动物是必然的”为真,而说“非所有人是动物是必然的”为假;所以在必然质料中它们分担真与假。但在偶然质料中则不再如此;因为说“所有人行走是偶然的”这一命题[以及说“非所有人行走是偶然的”这一命题],在确定时间中显然皆为假;但如果在无限定的时间中,显然二者皆真。然而,如果我说出另一种否定,即“并非所有人行走是偶然的”,我则一真一假;因为这意味着“没有任何人行走是偶然的”,除了说明所有人行走是不可能的之外再无别义。因此在此类命题中,无论命题带有量词限定还是不带量词限定,都必须取否定词“不”并将其附于模态;因为唯有如此才能构成矛盾对立。
"Εἰ οὖν ἐκεῖνο ἀδύνατον." ποῖον λέγει ἀδύνατον; τὸ τὰς δύο προτάσεις τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἤγουν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι.
“那么,如果那是决不可能的。” 他说什么是不可能的?即肯定与否定这两个命题,也就是矛盾对立双方,对同一事物同真。
"Γίνεται γὰρ ὥσπερ ἐπὶ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι πρόσθεσις." πρόσθεσιν λέγει ἀντὶ τοῦ ‘πρόσρημα καὶ οὐχ ὑποκείμενον.’ ταῦτα ἔχει ἡ πρᾶξις.3
“因为正如在那些情形中一样,‘存在’与‘不存在’成为附加成分。” 他说“附加成分”是代替“述语动词而非主词”。本次讲课的内容即在于此。
- 5.1.3τὸ ξύλον ἄνθρωπον οὐ λευκόν
间接引语中的带不定式宾格结构(acc. c. inf.),其中不定式 εἶναι 被省略。原本为主格的命题 τὸ ξύλον ἄνθρωπος οὐ λευκός 作为宾格从句作 ψευδές ἐστι 的真实主语。
- 5.1.5ἀληθεύω καὶ ψεύδομαι
第一人称单数直陈式“我说真话且我说假话”。在此语境中,它表述的是真值在对立双方之间明确分立(即一真一假),以对比上文两者同假或两者同真的情形。
- 5.1.7ταῦτα ἔχει ἡ πρᾶξις
一堂讲课(πρᾶξις)结束时的惯用程式句。ταῦτα 为宾语,ἡ πρᾶξις 为主语,意为“本次讲课所包含的内容即这些(本讲至此结束)”。
