← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§58.16-59.36

必然者的推论与第二模态图表的推导

斯特法努重新审视了第一图表中必然者的推演关系,通过归谬法论证了“可能存在”跟随“必然存在”而来,并阐明了通过调换换位否定命题以得出第二图表的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.1

" Τὸ δὲ ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὲ ὅτι οὐχ οὕτως, ἀλλ’ αἱ ἐναντίαι ἕπονται· αἱ δ’ ἀντιφάσεις χωρὶς, καὶ τὰ ἑξῆς." Λαβὼν ἐν τῷ ᾱ διαγράμματι τὴν ἁπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου ἑπομένην ταῖς καταφάσεσι τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τῇ ἀποφάσει τοῦ ἀδυνάτου, ἐντεῦθεν σκοπεῖ ἆρά γε ἀληθῶς ἐκεῖ εἴληπτο. δοκεῖ γὰρ μᾶλλον ἡ κατάφασις ἡ ἁπλῆ ἕπεσθαι ταῖς εἰρημέναις προτάσεσι, φημὶ δὴ ταῖς δύο καταφάσεσι 〈τῇ〉 τοῦ δυνατοῦ καὶ τῇ τοῦ ἐνδεχομένου καὶ τῇ ἀποφάσει τοῦ ἀδυνάτου. ὅτι δὲ ἡ κατάφασις μᾶλλον ἕπεται ἤπερ ἡ ἀπόφασις κατασκευάζει διά τινος λημματίου1 δεικνύντος διὰ τῆς καλουμένης ἀδυνάτου δείξεως. ἔστι δὲ τὸ λῆμμα τοιοῦτον. ἐγὼ λέγω ὅτι τῇ ‘ἀναγκαῖον εἶναι’ προτάσει καταφατικῇ ἕπεται ἡ λέγουσα ‘δυνατὸν εἶναι’. εἰ δὲ σὺ λέγεις ὅτι ad p. 56,28 δυνατὸν εἶναι οὐ δυνατὸν εἶναι ἐνδέχεται εἶναι οὐκ ἐνδέχεται εἶναι οὐκ ἀδύνατον εἶναι ἀδύνατον εἶναι οὐκ ἀναγκαῖον εἶναι ἀναγκαῖον 〈μὴ〉 εἶναι δυνατὸν μὴ εἶναι οὐ δυνατὸν μὴ εἶναι ἐνδέχεται μὴ εἶναι οὐκ ἐνδέχεται μὴ εἶναι οὐκ ἀδύνατον μὴ εἶναι ἀδύνατον μὴ εἶναι οὐκ ἀναγκαῖον μὴ εἶναι ἀναγκαῖον [μὴ] εἶναι οὐχ ἕπεται αὕτη, ἐπεὶ κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές, ἕψεται2 ἡ λέγουσα ‘οὐ δυνατὸν εἶναι’· καὶ ἐπειδὴ αὕτη ἡ πρότασις ἡ ‘οὐ δυνατὸν εἶναι’ ἔχει ἑπομένην πρότασιν τὴν λέγουσαν ‘οὐκ ἐνδέχεται εἶναι’ καὶ τὴν λέγουσαν ‘ἀδύνατον εἶναι’, ἐξ ἀνάγκης ἕψονται τῇ ἁπλῇ καταφάσει τοῦ ἀναγκαίου τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι’ ἥ τε λέγουσα ‘οὐκ ἐνδέχεται εἶναι’ καὶ ἡ ‘ἀδύνατον εἶναι’, ὅπερ ἄλογον. καὶ πάλιν ἐπειδὴ τῇ ‘ἀδύνατον εἶναι’ καταφάσει ἕπεται τὸ ‘ἀναγκαῖον μὴ εἶναι’, εἴποι δέ τις ὅτι τὸ ‘οὐ δυνατὸν εἶναι’ ἕπεται τῷ ‘ἀναγκαῖον εἶναι’, εὑρεθήσεται καὶ ἡ πρότασις ἡ λέγουσα ‘ἀναγκαῖον μὴ εἶναι’ ἑπομένη τῇ προτάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι’· ὅπερ ἀδύνατον. οὐκ ἄρα τὸ ‘οὐ δυνατὸν εἶναι’ ἕπεται τῷ ‘ἀναγκαῖον εἶναι’, ἀλλ’ ἡ κατάφασις, τοῦτ’ ἔστιν ἡ ‘δυνατὸν εἶναι’, ἵνα μὴ εὑρεθῇ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τοῦ δυνατοῦ τῷ αὐτῷ ἑπομένη. πάλιν ἐπειδὴ τὸ ἀναγκαῖον ὡρισμένον ἐστί, τὸ δὲ δυνατὸν εἶναι ἐπαμφοτερίζει (σημαίνει γὰρ καὶ τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἐνδεχόμενον εἶναι), ἐξ ἀνάγκης τεττάρων οὐσῶν προτάσεων τοῦ ἀναγκαίου, φημὶ δὴ τῆς ἁπλῆς καταφάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως, τῆς ἐκ μεταθέσεως καταφάσεως καὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως, ἐδείχθη ὅτι ἡ ἁπλῆ ἀπόφασις οὐχ ἕπεται ὡς κεῖται ἐν τῷ ᾱ διαγράμματι, διὰ τὸ δειχθῆναι ὅτι ἡ κατάφασις τοῦ δυνατοῦ ἕπεται τῇ καταφάσει τοῦ ἀναγκαίου. ἀλλὰ μὴν οὐδὲ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἀναγκαῖον μὴ εἶναι’ δύναται ἕπεσθαι τῇ ‘δυνατὸν εἶναι’· ὑπόκειται γὰρ ταῖς ἀποφάσεσιν ἑπομένη. καταληφθήσεται ἄρα ἑπομένη ταῖς εἰρημέναις προτάσεσιν ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘οὐκ ἀναγκαῖον μὴ εἶναι’· αὕτη γὰρ ἀληθεύει καὶ ἐπὶ τοῦ ‘ἀναγκαῖον εἶναι’ καὶ καθολικωτέρα ἐκείνης ἐστὶ καὶ ἀόριστος. ἔστι τοίνυν ὑπόλοιπον τὸ τὴν τάξιν μεταφέρειν3 καὶ τὴν πρότασιν τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον εἶναι’ ἁπλῆν ἀπόφασιν, ἥτις κεῖται ἐν τῇ δ̄ χώρᾳ τοῦ ᾱ σελιδίου, τάξαι ἐν τῇ ὀγδόῃ χώρᾳ, καὶ εἰς τὴν χώραν ἐκείνης, τοῦτ’ ἔστιν εἰς τὴν τετάρτην, ἀναφέρειν τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον μὴ εἶναι’. αὕτη γὰρ καὶ ἀντιφατικῶς μάχεται τῇ ἐπ’ εὐθείας κειμένῃ, ἤγουν τῇ ἐκ μεταθέσεως καταφάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον μὴ εἶναι’· καὶ γίνονται αἱ ἀκολουθήσεις τῶν προτάσεων κατὰ τὸν αὐτὸν τρόπον ὁμοίως ταῖς τοῦ δυνατοῦ προτάσεσι, τοῦτ’ ἔστιν, ὅτι ἐπ’ εὐθείας κεῖνται καὶ οὐκέτι αἱ ἀντιφάσεις χωρὶς ὡς ἐν τῷ ᾱ̄ διαγράμματι. ἐν οἷς ἐστι καὶ δεύτερον διάγραμμα. ἀπορεῖ δὲ πάλιν καὶ πρὸς αὐτὸ καὶ τὴν ἀπορίαν ἐπιλύεται καὶ τρίτον διάγραμμα τῶν ἀκολουθουσῶν προτάσεων κατὰ ἀλήθειαν παραδίδωσιν. πῶς δὲ τοῦτο ποιεῖ, σὺν θεῷ ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα.

“但必然者如何[推演],则须予以考察。然而显然不是如此,而是相反者随之而来;而矛盾对立者则是分离的,等等。” 他在第一图表中设定了必然者的单纯否定跟随可能者与偶然者的肯定以及不可能者的否定而来,自此处起他考察在彼处是否被真实地设定。因为看来毋宁是单纯肯定跟随上述命题而来,我指的是跟随可能者的肯定与偶然者的肯定这两个肯定,以及不可能者的否定而来。至于说肯定毋宁比否定更随之而来,他是通过借助所谓的归谬法加以证明的一个简短引理来确立的。该引理如下:我主张,跟随肯定命题“必然存在”而来的,是说“可能存在”的命题。但如果你说(参见第56页第28行:可能存在,不可能存在;偶然存在,并非偶然存在;并非不可能存在,不可能存在;并非必然存在,必然〈不〉存在;可能不存在,并非可能不存在;偶然不存在,并非偶然不存在;并非不可能不存在,不可能不存在;并非必然不存在,必然存在[不存在])这一[命题]并不随之而来,那么既然对一切事物而言要么肯定要么否定皆为真,则说“并非可能存在”的命题将随之而来;又因为“并非可能存在”这一命题具有跟随它而来的说“并非偶然存在”的命题和说“不可能存在”的命题,必然地,说“并非偶然存在”的命题与说“不可能存在”的命题都将跟随必然者的单纯肯定即说“必然存在”的命题而来,而这是荒谬的。再者,因为跟随肯定命题“不可能存在”而来的是“必然不存在”,若有人说“并非可能存在”跟随“必然存在”而来,则说“必然不存在”的命题也将被发现跟随说“必然存在”的命题而来;而这是不可能的。因此,跟随“必然存在”而来的并不是“并非可能存在”,而是肯定,也就是“可能存在”,以免可能者的否定与肯定被发现跟随同一事物而来。再者,因为必然者是确定的,而“可能存在”则是两可的(因为它既表示“必然存在”又表示“偶然存在”),在必然者必然具有四个命题的情况下——我指的是单纯肯定与单纯否定,换位肯定与换位否定——既然已经表明可能者的肯定跟随必然者的肯定而来,便表明单纯否定并不像在第一图表中所放置的那样随之而来。然而,说“必然不存在”的换位肯定也不能跟随“可能存在”而来;因为它是被假定为跟随否定命题而来的。因此,留下来跟随上述命题而来的将是说“并非必然不存在”的换位否定;因为这在“必然存在”的情形下也为真,且比那一命题更为普遍并且是无限定的。于是,剩下的事情便是变换顺序,将位于第一栏第四位的说“并非必然存在”这一单纯否定命题安排在第八位,并将说“并非必然不存在”这一换位否定提升到那一命题的位置即第四位。因为这一命题也与正相对放置的命题,即说“必然不存在”的换位肯定在矛盾意义上相冲突;而且诸命题的推演序列以相同的方式构成,类似于可能者的诸命题,也就是说,它们正相对放置,矛盾对立者不再像在第一图表中那样分离。在这些内容中亦包含第二图表。但他又针对该图表提出疑难并化解疑难,从而给出了符合真理的后继命题的第三图表。至于他如何做到这一点,我们将在神的助佑下于另一讲论中学习。

语法注3 条
  1. 5.2.1ὅτι δὲ ἡ κατάφασις μᾶλλον ἕπεται ἤπερ ἡ ἀπόφασις κατασκευάζει διά τινος λημματίου

    整个 ὅτι 从句(“肯定毋宁比否定更随之而来”)充当动词 κατασκευάζει 的直接宾语,因话题化而倒置于主动词之前。

  2. 5.2.1εἰ δὲ σὺ λέγεις ὅτι ... οὐχ ἕπεται αὕτη, ἐπεὶ κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές, ἕψεται

    在条件句前件 εἰ δὲ σὺ λέγεις ὅτι ... οὐχ ἕπεται αὕτη 内部插入了图表诸命题的罗列,且在后件 ἕψεται 之前插入了解释原因的从属从句 ἐπεὶ κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές(排中律)。该句期的核心骨架为:“如果你说这[肯定]并不随之而来,……[否定]便将随之而来”。

  3. 5.2.1ἔστι τοίνυν ὑπόλοιπον τὸ τὴν τάξιν μεταφέρειν

    虽然看似非人称句构,但带冠词的不定词短语 τὸ τὴν τάξιν μεταφέρειν 以及与之并列的 τάξαι 和 ἀναφέρειν 实为主语,与表语形容词 ὑπόλοιπον 和系词 ἔστι 构成“变换顺序……乃是剩下的事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:58.16-59.36