- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:55.24-57.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺根据《解释篇》第12章开篇段落(21a34),论述了模态命题中否定词为何必须附于模态而非动词之上,并概述了三种模态图表中第一图表的构成及其中的不一致之处。
" Τούτων δὲ διωρισμένων 〈σκεπτέον〉 ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας, καὶ τὰ ἑξῆς." Εἴπομεν δὲ καὶ ἐν τῇ προτεραίᾳ ὅτι ἐν τούτῳ τῷ δ τμήματι διαλέγεται περὶ τῶν προτάσεων τῶν μετὰ τρόπου τὰ δύο ταῦτα ζητῶν θεωρήματα, πρῶτον μὲν πῶς αἱ ἀποφάσεις γίνονται ἐκ τῶν καταφάσεων, δεύτερον δὲ περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, ζητῶν ἐν τῷ ᾱ κεφαλαίῳ, τίνι συνάπτειν δέον1 τὴν οὔ ἄρνησιν, πότερον τῷ τρόπῳ ἢ τῷ ἔστι καὶ ἁπλῶς τῷ ῥήματι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων εἰδῶν τῶν προτάσεων [ἐν] τῷ εἶναι συνάπτομεν τὴν οὔ ἄρνησιν· εἰ γὰρ μὴ τοῦτο ἐποιοῦμεν, εὑρίσκετό ποτε συμψευδομένη ἡ κατάφασις τῇ ἀποφάσει. τῆς γὰρ καταφάσεως τῆς λεγούσης ‘τὸ ξύλον ἄνθρωπος λευκός ἐστι’ ψευδοῦς οὔσης εἰ μὲν ἐποιήσαμεν τὴν ἀπόφασιν ‘τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν’, ἀληθῆ ταύτην ἀπεργαζόμεθα· εἰ δὲ εἴπωμεν ‘τὸ ξύλον ἄνθρωπός ἐστιν οὐ λευκός’, καὶ ταύτην ὁμοίως τῇ καταφάσει συμψευδομένην ἐδείκνυμεν.2 τοῦτο γὰρ λέγει ἡ ἀπόφασις αὕτη, ὅτι τὸ ξύλον ἄνθρωπος μέν ἐστιν, οὐ λευκὸς δέ, ὅπερ παρὰ πᾶσιν ὁμολογούμενόν ἐστι ψεῦδος. εἰκότως οὖν τῷ ἔστι συνήπτομεν τὴν οὔ ἄρνησιν καὶ ἐποιοῦμεν τὴν ἀπόφασιν ‘τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστι’. μήπως οὖν καὶ ἐνταῦθα δεῖ συνάψαι τὴν οὐ ἄρνησιν τῷ εἶναι, ἵνα ποιήσωμεν [μὲν] τῆς ‘δυνατὸν εἶναι’ καταφάσεως ἀπόφασιν τὴν ‘δυνατὸν μὴ εἶναι’. καὶ λέγει ὅτι τοῦτο ἀδύνατον ἐνταῦθα οὕτως ποιῆσαι· πρῶτον μέν, ὅπερ πολλάκις εἴπομεν, ὅτι τὸ κῦρος ἐνταῦθα ὁ τρόπος ἔχει καὶ δεῖ αὐτῷ συνάψαι τὴν οὔ ἄρνησιν· αὐτὸν γὰρ θέλομεν ἀνελεῖν καὶ τὸ πῶς ἤγουν τὸ ποιόν. ἡ μὲν γὰρ κατάφασις λέγει ὅτι ἄνθρωπος ἐνδεχομένως βαδίζει· θέλομεν οὖν ἀνελεῖν τὸν τρόπον καὶ εἰπεῖν ὅτι οὐκ ἐνδεχομένως βαδίζει. πρῶτον μὲν οὖν τοῦτο ὅτι δεῖ τῷ κυριωτέρῳ μορίῳ συνάψαι τὴν οὔ ἄρνησιν, ὡς πολλάκις εἴρηται. δεύτερον δὲ ὅτι, εἰ μὴ ποιήσωμεν οὕτως τὰς ἀποφάσεις, εὑρεθήσονται συναληθεύουσαι ἡ κατάφασις καὶ ἡ ἀπόφασις, ὅπερ ἀδύνατον. ἐὰν γὰρ εἴπω ‘δυνατὸν τέμνεσθαι τὸ ἱμάτιον’, ‘δυνατὸν μὴ τέμνεσθαι’, ἀμφότεραι ἀληθεῖς ἐπὶ τῆς ἐνδεχομένης ὕλης. εἰ δὲ εἴπω ὅτι ‘δυνατὸν τέμνεσθαι τὸ ἱμάτιον’, ‘οὐ δυνατὸν τέμνεσθαι’, πάντως ἡ μὲν ἀληθεύει ἡ δὲ ψεύδεται. ὡς οὖν ἔχει ἐπὶ τοῦ δυνατοῦ, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ἐνδεχομένου καὶ ἀναγκαίου καὶ ἀδυνάτου ἕξει. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως καταφάσεων. ἐν οἷς τὸ ᾱ ἡμῖν πληροῦται κεφάλαιον τὸ πῶς ἐκ τῶν καταφάσεων δεῖ ποιεῖν τὰς ἀποφάσεις ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, ὅτι τῷ τρόπῳ συνάπτοντας τὴν οὐ ἄρνησιν.3 Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ τὴν ἀκολουθίαν τῶν τοιούτων προτάσεων παραδίδωσιν διὰ τριῶν διαγραμμάτων. καὶ ἔστι τὸ ᾱ διάγραμμα τοιοῦτον. προτάττει τὰς καταφάσεις πρῶτον τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου λέγων ‘δυνατὸν εἶναι’, ‘ἐνδεχόμενον εἶναι’· εὐθέως δὲ τὴν ἀπόφασιν τοῦ ἀδυνάτου τρίτην τίθησιν λέγων ‘οὐκ ἀδύνατον εἶναι’, καὶ τετάρτην τὴν ἁπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου, λέγων ‘οὐκ ἀναγκαῖον εἶναι’. εἶτα ἐφεξῆς 〈ἐν〉 τῇ δευτέρᾳ σελίδι τὰς ἐκ μεταθέσεως τίθησι καταφάσεις, ‘δυνατὸν μὴ εἶναι’, ‘ἐνδέχεται μὴ εἶναι’, καὶ τρίτην τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀδυνάτου τὴν λέγουσαν ‘οὐκ ἀδύνατον μὴ εἶναι’, καὶ τετάρτην πάλιν τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον μὴ εἶναι.’ λοιπὸν ἐπ’ εὐθείας τῆς πρώτης σελίδος τίθησι τὰς ἀποφάσεις ‘οὐ δυνατὸν εἶναι’, ‘οὐκ ἐνδέχεται εἶναι’, εἶτα κατάφασιν τὴν λέγουσαν ‘ἀδύνατον εἶναι’ καὶ τετάρτην τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ‘ἀναγκαῖον μὴ εἶναι’. ἐν δὲ τῇ τετάρτῃ σελίδι πρῶτον τὰς ἀποφάσεις τίθησιν ‘οὐ δυνατὸν μὴ εἶναι’, ‘οὐκ ἐνδέχεται μὴ εἶναι’, 〈εἶτα〉 ‘ἀδύνατον μὴ εἶναι’, ἐκ μεταθέσεως κατάφασιν, καὶ τετάρτην ἁπλῆν ἀναγκαίαν κατάφασιν τὴν λέγουσαν ‘ἀναγκαῖον εἶναι’. οὕτως τεθεικὼς τὸ διάγραμμα τὰς μὲν ἄλλας προτάσεις καὶ τὰς ἀκολουθίας τούτων καλῶς ἔχειν ἡγεῖται· διαφέρει δὲ μόνον ἡ ἀντίφασις τοῦ ἀδυνάτου, διότι ἡ μὲν κατάφασις ἕπεται ταῖς ἀποφάσεσιν, ἡ δὲ ἀπόφασις 〈ταῖς καταφάσεσιν· ἔτι ἡ ἀπόφασις〉 τοῦ ‘[οὐκ] ἀναγκαῖον μὴ εἶναι’ οὐχ ἡ ‘οὐκ ἀναγκαῖον [μὴ] εἶναι’, ἀλλ’ ἡ κάτω διαγώνιος κειμένη ἡ λέγουσα ‘οὐκ ἀναγκαῖον μὴ εἶναι’. διορθοῖ τοίνυν τοῦτο τὸ διάγραμμα ἐν τῷ β διαγράμματι καὶ οὕτως τίθησι τὴν ἀντίφασιν ἐπ’ εὐθείας, ὥσπερ τέθεικεν καὶ τὸ τοῦ ἀδυνάτου. πῶς δὲ τοῦτο ποιεῖ, ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα.
“这些既已确定,必须考察否定与肯定如何彼此关联,等等。” 我们在前一天也曾说过,在这第四部分中他探讨带有模态的命题,究明以下两条定理:第一,否定如何从肯定中产生;第二,关于此类命题的承接推论关系;他在第一论题中究明应当将否定词“不”附于何者之上,是附于模态,还是附于“是”以及单纯地附于动词。因为在其他形式的命题中,我们将否定词“不”附于“存在[是]”;因为若非如此,肯定便曾被发现有时与否定同假。因为当“木头是白人”这个肯定命题为假时,如果我们构成否定命题“木头不是白人”,我们就使这一命题成为真;但如果我们说“木头是非白人”,我们就表明这与肯定命题同样同假。因为这个否定命题意味着木头诚然是人,但不是白的,这在所有人看来公认是假的。因此合乎情理地,我们将否定词“不”附于“是”,并构成否定命题“木头不是白人”。难道在这里也必须将否定词“不”附于“存在”,以便对“可能是”这一肯定构成否定“可能不是”吗?他说在此处如此构成是不可能的。首先,正如我们多次说过的,因为此处模态拥有主导权,必须将否定词“不”附于它;因为我们所意图否定的正是这本身,即“如何”亦即性质。因为肯定命题说人偶然地行走;于是我们意图取消这一模态,并说他并非偶然地行走。因此,第一点就是必须如常说的那样将否定词“不”附于更具主导性的部分。第二点是,如果我们不这样构成否定命题,肯定命题和否定命题就会被发现同真,而这是不可能的。因为如果我说“斗篷可能被剪裁”、“可能不被剪裁”,在偶然质料中二者皆真。但如果我说“斗篷可能被剪裁”、“不可能被剪裁”,则必然一真一假。因此,在可能模态上适用的情形,显然在偶然、必然和不可能模态上也同样适用。在换位肯定命题中亦依同一种方式。至此,我们在带有模态的命题中应当如何从肯定构成否定的第一论题便告完结,即是通过将否定词“不”附于模态[来构成]。 第二论题是他通过三个图表传授此类命题承接推论关系的论题。第一图表如下:他首先将可能和偶然的肯定命题置于前面,说“可能是”、“偶然是”;随即他将不可能的否定命题置于第三,说“并非不可能存在”,并将必然的单纯否定置于第四,说“并非必然存在”。然后在第二栏中依次放置换位肯定命题,“可能不存在”、“偶然不存在”,并将不可能的换位否定置于第三,即说“并非不可能不存在”者,又将必然的换位否定置于第四,即说“并非必然不存在”者。随后在正对第一栏处放置否定命题,“并非可能存在”、“并非偶然存在”,继而放置说“不可能存在”的肯定命题,第四放置必然的换位肯定,即说“必然不存在”者。在第四栏中他首先放置否定命题,“并非可能不存在”、“并非偶然不存在”,继而放置“不可能不存在”这一换位肯定,第四放置说“必然存在”的单纯必然肯定。如此设置图表之后,他认为其余命题及其推论序列是妥当的;唯独不可能模态的矛盾对立有所不同,因为肯定随从否定,而否定随从肯定;此外,“必然不存在”的否定并非“并非必然存在”,而是位于下方对角线处的说“并非必然不存在”者。因此他在第二图表中修正了这一图表,并如此将矛盾对立正对放置,正如他也设置了不可能模态的对立那样。他如何做到这一点,借着神的帮助,我们将在另一讲理论课中获知。
- 5.1.1τίνι συνάπτειν δέον
非人称动词 δεῖ 的中性主格分词 δέον(省略 ἐστί 的非人称用法)与引导间接疑问句的 τίνι 结合,充当依附于分词 ζητῶν 的间接疑问从句的谓语,意为“应当结合于何者”。
- 5.1.1ἐδείκνυμεν
与前面的 ἀπεργαζόμεθα 一样,未完成过去直说语气 ἐδείκνυμεν 在没有 ἄν 的情况下用于归结分句中,既表示先前论述的进程(“我们表明/曾指出”),也可视作将假设性结论直接作为既定事实呈现的修辞手法。
- 5.1.1ὅτι τῷ τρόπῳ συνάπτοντας τὴν οὐ ἄρνησιν
在连词 ὅτι 之后,阳性宾格复数分词 συνάπτοντας 与 δεῖ ποιεῖν 隐含的泛指主语相一致,而主要动词结构(δεῖ ποιεῖν τὰς ἀποφάσεις)被省略,简练地回答了前文从句 τὸ πῶς ἐκ τῶν καταφάσεων δεῖ ποιεῖν τὰς ἀποφάσεις 所提出的问题。
