- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:54.15-55.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努对模态命题进行了详尽的组合计数,通过词项的定与不定、命题的量、时态、质料以及三种模态(必然、偶然、不可能)的乘积,得出1296种模态肯定命题,并在加上前文的非模态命题后,总结出全书共涵盖3024种命题。
ὁ τρόπος ἢ ἐν ταῖς προτάσεσιν εὑρίσκεται ταῖς συγκειμέναις ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον ὡς τὸ ‘Σωκράτης ἐνδεχομένως βαδίζει, ἀναγκαίως ἀναπνεῖ’ καὶ τὰ τοιαῦτα, ἢ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ 〈ὑποκειμένου καὶ〉 κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου. καὶ ἡνίκα μὲν ἐν ταῖς προτάσεσιν εὑρεθῇ ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον συγκειμέναις, τετραχῶς ποικίλλονται αἱ καταφάσεις. ὑποκείσθω τοίνυν τοῦτο, ὅπερ αὐτὸς κατὰ λέξιν φησίν, ὅτι ἡνίκα ἡ οὐ ἄρνησις τῷ τρόπῳ μὴ συνάπτηται, κατάφασιν ποιεῖ.1 ἀνάγκη τοίνυν ἀμφοτέρους τοὺς ὅρους ἢ ὡρισμένους εἶναι ἢ ἀορίστους, ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον. καὶ τοῦτο διχῶς. ἢ γὰρ ὁ μὲν ὑποκείμενος ὡρισμένος ἐστὶν ὁ δὲ κατηγορούμενος ἀόριστος, ἢ ὁ μὲν κατηγορούμενος ὡρισμένος ὁ δὲ ὑποκείμενος ἀόριστος. ἡνίκα δὲ πάλιν ὁ τρόπος εὑρεθῇ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου συγκειμέναις, ὀκταχῶς ποικίλλονται αἱ καταφάσεις. ἀνάγκη γὰρ τοὺς τρεῖς ὅρους τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον καὶ τὸν τρίτον προσκατηγορούμενον (ὑποκείσθω γὰρ νῦν καὶ ὁ τρίτος προσκατηγορούμενος ὅρος) ἢ ὡρισμένους εἶναι ἢ τοὺς τρεῖς ἀορίστους, ἢ τοὺς μὲν ὡρισμένους εἶναι, τοὺς δὲ ἀορίστους. καὶ τούτων πάλιν ἢ οἱ ἄκροι ὡρισμένοι εἰσὶν ὁ δὲ μέσος ἀόριστος, ἢ ἔμπαλιν οἱ μὲν ἄκροι ἀόριστοι ὁ δὲ μέσος ὡρισμένος, ἢ οἱ ἐφεξῆς πρῶτοι ὡρισμένοι ὁ δὲ τελευταῖος ἀόριστος, ἢ ἔμπαλιν ὁ μὲν τελευταῖος ὡρισμένος οἱ δὲ πρῶτοι ἀόριστοι, ἢ ὁ μὲν α ὡρισμένος οἱ δὲ δύο οἱ τελευταῖοι ἀόριστοι, ἢ ἔμπαλιν ὁ μὲν α ἀόριστος οἱ δὲ τελευταῖοι β ὡρισμένοι. τὰ δὲ παραδείγματα τούτων τῷ βουλομένῳ γράψαι σαφέστατα. ἦσαν οὖν τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον καταφάσεις δ, ἐνταῦθα δὲ γεγόνασιν η ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου· ὡς εἶναι τέως ιβ. ταύτας τὰς προτάσεις τὰς δώδεκα πολυπλασιάζομεν ἐπὶ τὰς ἐκεῖ προτάσεις ἤτοι ἐπὶ τὰ τέσσαρα εἴδη τῶν προτάσεων τῶν καταφατικῶν, φημὶ δὴ ἐπὶ τὴν καθ’ ἕκαστα, ἐπὶ τὴν ἀπροσδιόριστον, ἐπὶ τὴν μερικὴν προσδιωρισμένην, ἐπὶ τὴν καθόλου προσδιωρισμένην. αἱ οὖν ιβ προτάσεις τετραπλασιαζόμεναι ἐπὶ ταύτας τὰς προτάσεις γίνονται μη. ταύτας τὰς μη πολυπλασίασον ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου, καὶ γίνονται ρμδ. ταύτας πάλιν πολυπλασίασον ἐπὶ τὴν τριμέρειαν τῆς ὕλης, καὶ γίνονται υλβ. τούτων τοίνυν τῶν υλβ πολυπλασιαζομένων ἐπὶ τοὺς τρεῖς τρόπους γίνονται χίλιαι διακόσιαι ἐνενήκοντα ἕξ· εἴπομεν δὲ τρεῖς καὶ μόνον τρόπους, διότι τὸν δυνατὸν καθολικώτερον λέγει μόνον τοῦ τε ἀναγκαίου καὶ ἐνδεχομένου καὶ διαιρεῖσθαι εἰς τοὺς δύο τούτους τρόπους. οὐδὲν οὖν ἐστι τὸ διαιρούμενον παρὰ τὰ εἰς ἃ διαιρεῖται,2 καὶ διὰ τοῦτο τρεῖς καὶ μόνον τρόπους φαμέν, ἀναγκαῖον καὶ ἐνδεχόμενον καὶ ἀδύνατον. γεγόνασιν οὖν εἰκότως καταφάσεις τῶν τοιούτων προτάσεων ασϟϛ. ταύταις προστιθέαμεν καὶ τὰς ἄλλας καταφάσεις τὰς τοῦ β καὶ γ τμήματος. ἦν οὖν τὰ τοῦ β τμήματος οβ αἱ γενόμεναι ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνον, αἱ δὲ τοῦ γ τμήματος αἱ γενόμεναι ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου ρμδ. ταύτας οὖν τὰς τοῦ β καὶ γ τμήματος σις συνάπτοντες ταῖς ασϟϛ ποιοῦμεν τὰς καταφάσεις αφιβ. καὶ ἐπειδή, ὅσαι καταφάσεις, δῆλον ὅτι τοσαῦται καὶ ἀποφάσεις εἰσίν, ἔσονται πᾶσαι αἱ ἀποφάσεις καὶ καταφάσεις ἤτοι πᾶσαι αἱ προτάσεις ἃς ἐν τῷ παρόντι βιβλίῳ παραδέδωκεν ὁ φιλόσοφος,γκδ. ἐν οἷς σὺν θεῷ καὶ τὸ β κεφάλαιον καὶ ἡ παροῦσα πρᾶξις πληροῦται.
模态要么见于仅由主词和谓词构成的命题中,例如“苏格拉底偶然地行走”、“[苏格拉底]必然地呼吸”以及此类命题;要么见于由[主词、]谓词和第三附加谓词构成的命题中。当它见于仅由主词和谓词构成的命题中时,肯定命题以四种方式呈现多样变化。因此,让我们设定他本人逐字所说的那一点:当否定词“不”未与模态结合时,它构成肯定命题。因此,两个词项必然要么都是定的,要么都是不定词,要么一者是定的而另一者是不定词。而这又有两种情况:因为要么主词是定的而谓词是不定词,要么谓词是定的而主词是不定词。另一方面,当模态再次见于由主词、谓词和第三附加谓词构成的命题中时,肯定命题以八种方式呈现多样变化。因为三个词项——即谓词、主词以及第三附加谓词(因为现在也将第三附加谓词设定为词项)——必然要么都是定的,要么三个都是不定词,要么某些是定的而其余是不定词。在这些情况中,又要么两端项是定的而中项是不定词,要么反之两端项是不定词而中项是定的;要么连续的前两项是定的而最后一项是不定词,要么反之最后一项是定的而前两项是不定词;要么第一项是定的而最后两项是不定词,要么反之第一项是不定词而最后两项是定的。这些情况的例子对于愿意书写下来的人而言是极其明了的。于是,仅由主词和谓词构成的命题的肯定命题曾有4种,而在这里对于带有第三附加谓词的命题则产生了8种;以致暂时共有12种。我们将这十二种命题与那里的命题相乘,即与肯定命题的四种形式相乘,我指的是单称命题、不定量命题、附限定词的特称命题和附限定词的全称命题。于是这12种命题在与这些命题相乘四倍后成为48种。将这48种乘以时间的三分法,便成为144种。将这些再次乘以质料的三分法,便成为432种。当这432种乘以三种模态时,就成为一千二百九十六种。我们之所以只说了三种模态,是因为他说可能模态仅仅比必然模态和偶然模态更普遍,并且被划分为这两种模态。因此,被划分者除其所划分成的各部分之外别无他物,正因如此我们只谈论三种模态:必然、偶然和不可能。因此,合乎情理地,此类命题的肯定命题共有1296种。在这些之上,我们还加上第二部分和第三部分的其他肯定命题。第二部分的命题是仅由谓词和主词产生的72种,而第三部分的命题是由主词、谓词和第三附加谓词产生的144种。因此,将第二和第三部分的这216种与1296种结合起来,我们得出肯定命题共有1512种。既然显而易见肯定命题有多少,否定命题也有多少,那么所有的否定命题和肯定命题,即哲学家在本书记载的所有命题,将是3024种。在此,借着神的帮助,第二论题以及本讲便告完结。
- 5.0.1ὑποκείσθω τοίνυν τοῦτο, ὅπερ αὐτὸς κατὰ λέξιν φησίν, ὅτι ἡνίκα ἡ οὐ ἄρνησις τῷ τρόπῳ μὴ συνάπτηται, κατάφασιν ποιεῖ.
指示代词 τοῦτο 作先行预示(prolepsis),后接的 ὅτι 从句在同位语意义上解释其具体内容。插入的关系从句 ὅπερ αὐτὸς κατὰ λέξιν φησίν 以 τοῦτο 为先行词。
- 5.0.1οὐδὲν οὖν ἐστι τὸ διαιρούμενον παρὰ τὰ εἰς ἃ διαιρεῖται
介词 παρά 支配宾格(τὰ εἰς ἃ διαιρεῖται),表示除外或对比(“除……之外”)。主语 τὸ διαιρούμενον(被划分的属)表明,被划分的整体除其所划分成的各种之外别无他物。
