- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:53.2-54.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺在《解释篇》第12章的引言中阐述了模态的定义,将其归结为四种基本模态(必然、不可能、偶然、可能),辨析了模态与质料的区别,并进而引入得出1296种模态肯定命题的计数推导。
" Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις 〈καὶ καταφάσεις〉 πρὸς ἀλλήλας, καὶ τὰ ἑξῆς." Ἐν τούτῳ τῷ δ τμήματι σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ τῶν μετὰ τρόπου προτάσεων διαλαβεῖν, τὰ δύο ταῦτα θεωρήματα ζητῶν, πρῶτον μὲν πῶς ἀπὸ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις, δεύτερον δὲ τίς ἡ ἀκολουθία τῶν τοιούτων προτάσεων. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ζητήσωμεν πρῶτον μὲν τί ἐστι τρόπος καὶ πόσοι τρόποι, καὶ τί διαφέρει τῆς ὕλης ὁ καλούμενος τρόπος· δεύτερον δὲ τίς ὁ ἀριθμὸς τῶν τοιούτων προτάσεων. ἀρξώμεθα τοῦ τρόπου. τρόπος τοίνυν ἐστὶ πρόσρημα ἤγουν φωνὴ σημαῖνον1 τὸ πῶς ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν ἐσήμανεν (ἐρρέθη γὰρ ὅτι προσδιορισμός ἐστὶ πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ), ὁ δὲ τρόπος τὸ ποιὸν ἀφορίζεται. εἰσὶ δὲ τρόποι ἀριθμῷ μὲν σχεδὸν ἀπερίληπτοι καὶ ἀκατάληπτοι, ἀνακεφαλαιούμενοι δὲ εἰς τοὺς δ τρόπους τούτους ἀνάγονται, ἀναγκαῖον δέ φημι καὶ ἀδύνατον, ἐνδεχόμενον, δυνατόν. πᾶν γὰρ ὅπερ ἄν εἴπῃ τις πάντως ἢ ἀναγκαῖον τρόπον σημαίνει, ὡς ὅτι ὁ ἥλιος ἀεὶ κινεῖται (ἐνταῦθα γὰρ τὸ ἀεὶ εἰ καὶ μὴ κυρίως ἐστὶ τρόπος, ἀλλ’ οὖν τὸν ἀναγκαῖον ὑποκρίνεται τρόπον· ἀναγκαίως γὰρ ὁ ἥλιος κινεῖται), ἢ ἐνδεχόμενον τρόπον σημαίνει, ὡς τὸ ‘Σωκράτης καλῶς βαδίζει’ (τὸ γὰρ καλῶς τοῦ ἐνδεχομένου τρόπου ἐστὶν αἴνιγμα), ἢ τὸν δυνατὸν τρόπον σημαίνει, ὡς τὸ ‘Σωκράτης πάνυ φιλεῖ’ (τὸ πάνυ τὸ δυνατὸν σημαίνει ἐνταῦθα), ἢ τὸ ἀδύνατον, ὡς ἡνίκα εἴπωμεν ‘τὸν Σωκράτην ἀμήχανον πτερωτὸν εἶναι.’ ὥστε οἱ δ εἰσὶν οὗτοι τρόποι, καὶ οὐκ ἔστιν ἄλλος, ὥς τινες τῶν ἐξηγητῶν Ἀριστοτέλους ἐφαντάσθησαν ἐν τῷ λέγειν αὐτὸν2 ἐν τοῖς Ἀναλυτικοῖς ὅτι πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἐστὶν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν. ἐνόμισαν γὰρ ἐκεῖ καὶ τὸν ὑπάρχοντα τρόπον * * * ὅτι δὲ ἀδύνατον τὸν ὑπάρχοντα τρόπον εἶναι δῆλον καὶ ἐξ αὐτοῦ καθέστηκεν Ἀριστοτέλους καὶ ἐκ τῆς ἀληθείας· ἐξ αὐτοῦ μὲν τοῦ Ἀριστοτέλους, διότι οὐδαμοῦ ἐν τοῖς διαγράμμασιν τοῦ ὑπάρχοντος ἐμνημόνευσεν, ἀλλὰ μόνον τῶν δ τρόπων· ἐκ δὲ τῆς ἀληθείας, ὅτι ἡ πρώτη διαφορὰ τῶν προτάσεών ἐστι κατὰ τὸ εἶναι αὐτὰς ἢ μετὰ τρόπου ἢ ἄνευ τρόπου. τὴν μὲν οὖν ἄνευ τρόπου Ἀριστοτέλης ὑπάρχουσαν καλεῖ, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λεχθήσεται σὺν θεῷ, ἡνίκα διαλέξηται περὶ τῆς τῶν προτάσεων ἀντιστροφῆς. διαφέρει δὲ τρόπος ὕλης, ὅτι ἡ μὲν ὕλη συναναφαίνεται τῷ εἴδει τῶν προτάσεων, ὡς ἐρρέθη, ὁ δὲ τρόπος ἔξωθεν προστίθεται. οἷον ἐν τῷ λέγειν ‘Σωκράτης ζῷόν ἐστι’ συνανεφάνη ἡ ὕλη ὅτι ἀναγκαία ἐστί· εἰ δὲ εἴπω ὅτι Σωκράτης ἐξ ἀνάγκης ζῷόν ἐστι, προσετέθη ἔξωθεν τὸ ἐξ ἀνάγκης ἤγουν ὁ τρόπος. διὸ καὶ διαφωνοῦσι πολλάκις· εἰ μὲν γάρ ἐστιν ὕλη ἀναγκαία, ὁ δὲ τρόπος οὐκ ἀναγκαῖος, ψευδὴς εὑρεθήσεται ἡ πρότασις. οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν’ ἡ ὕλη ἀναγκαία· εἰ δὲ συνάψω ἐνδεχόμενον τρόπον τῇ ἀναγκαίᾳ3 καὶ εἴπω ‘ἄνθρωπος ἐνδεχομένως ζῷόν ἐστι’, ψευδῆ τὴν τοιαύτην πρότασιν ποιῶ. τὸ γὰρ ἐνδεχόμενον ὅπερ οὐκ ἔστι σημαίνει, δυνατὸν δὲ γενέσθαι. ἐν οἷς τὸ α κεφάλαιον. Δεύτερον ἦν κεφάλαιον τίς ἡ ἀπαρίθμησις τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν καταφάσεις ἐκ τῶν τοιούτων προτάσεων ασϟϛ διὰ τοιαύτην αἰτίαν.
“在这些事情被确定之后,必须考察否定与肯定如何彼此相关”,等等。 在这一第四部分中,哲学家旨在论述带有模态的命题,探究以下两个理论问题:第一,否定如何从肯定中产生;第二,此类命题的逻辑推论关系如何。但我们在进行逐字解释之前,首先探讨什么是模态、模态有多少种,以及所谓的模态与质料有何区别;第二,探究此类命题的数目是多少。让我们从模态开始。模态因此是一种附加词,即一种表明谓词如何属于主词的发音。限定词表明数量(因为曾经说过,限定词是表明谓词在何种程度上属于主词的附加词),而模态则规定性质。模态在数量上几乎无法穷尽且不可限量,但概括起来,它们归结为以下四种模态,我指的是必然、不可能、偶然、可能。因为凡是有人言说者,必定要么表明必然模态,如“太阳总是在运动”(因为在这里,“总是”即使严格说来不是模态,但终究扮演着必然模态的角色;因为太阳必然地运动);要么表明偶然模态,如“苏格拉底走得很好”(因为“很好”是对偶然模态的暗示);要么表明可能模态,如“苏格拉底极其喜爱”(在这里“极其”表明可能);要么表明不可能,正如当我们说“苏格拉底长有双翼是不可能的”时那样。因此,这四种就是全部的模态,并无其他模态,并不如亚里士多德的某些注解家在他于《分析篇》中说“每一个前提要么是关于实然属于的,要么是关于必然属于的,要么是关于偶然属于的”时所臆想的那样。因为他们在那里认为实然属于也是一种模态[……]。但实然属于不可能是模态,这一点既从亚里士多德本人来看是清楚的,也从真理本身来看是确凿的:从亚里士多德本人来看,是因为他在图表中完全没有提及实然属于,而仅提及了四种模态;从真理来看,是因为命题的首要区别在于它们是带有模态还是不带模态。因此,不带模态的命题,亚里士多德称之为实然命题,如借着神的帮助在《分析篇》中他讨论命题的换位时所将讲述的那样。此外,模态与质料的不同之处在于,质料如前所述是与命题的形式一同显现的,而模态则是从外部附加的。例如,在说“苏格拉底是动物”时,质料一同显现为必然的;但如果我说“苏格拉底必然是动物”,“必然地”即模态便是从外部附加的。因此两者也常常不一致:因为如果质料是必然的,而模态不是必然的,该命题就会被发现是假的。例如,“人是动物”中质料是必然的;但如果我把偶然模态与必然质料相连并说“人偶然是动物”,我就使得这样的命题成为了假的。因为偶然意指那尚不存在但能够生成的事物。第一论题即在此告一段落。第二论题曾是:此类命题的计数是如何的。因此,出于如下原因,由此类命题产生的肯定命题共有1296种。
- 5.0.1σημαῖνον
中性单数主格现在分词 σημαῖνον 在语法上与作为主要被释词的中性名词 πρόσρημα 一致,而非与其紧邻的阴性名词 φωνή 一致。
- 5.0.1ἐν τῷ λέγειν αὐτὸν
介词 ἐν 与带冠词不定式 τῷ λέγειν 构成副词短语,带有主格意义的宾格主语 αὐτόν(指亚里士多德),作主要动词 ἐφαντάσθησαν 的时间/契机状语,其后 ὅτι 引导从句表示言说的具体内容。
- 5.0.1τῇ ἀναγκαίᾳ
阴性与格单数形容词 τῇ ἀναγκαίᾳ 承前省略了名词 ὕλῃ(质料),充当动词 συνάψω(联结/结合)的间接宾语。
