- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:51.28-52.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特法诺探讨了何时结合述谓的诸项可以或不可个别分离述谓的规则,从语词矛盾、定义矛盾以及存在动词的偶性附加述谓三个维度进行了说明(21a6–21a32)。
Τὸ δὲ ἀντίστροφον αὐτῇ τοῦτό ἐστι, πότε δυνατὸν τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι· οὐ γὰρ ἀεὶ τοῦτο δυνατόν· οἷον ὅλον τοῦτο δύναμαι εἰπεῖν ‘ἡ νυκτερὶς ὄρνις καὶ οὐκ ὄρνις ἐστίν’, ‘ὁ εὐνοῦχος ἀνήρ ἐστι καὶ οὐκ ἀνήρ’· χωρίσαι δὲ ταῦτα καὶ εἰπεῖν ὅτι ἡ νυκτερὶς ὄρνις ἐστίν, ὁ εὐνοῦχος ἀνήρ ἐστιν οὐ δύναμαι, ἐπειδὴ πᾶσα ὄρνις σχιζόπτερός ἐστι. καὶ ἐπὶ τοῦ αὐτοῦ δὲ τὸ αὐτὸ συμβέβηκεν καὶ ἐπὶ τῶν ἄλλων πολλῶν. ὅθεν καὶ κανόνα τινὰ καὶ ἐπὶ ταύτης τῆς πλοκῆς παραδίδωσιν, πότε δυνατόν ἐστι τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι. φησὶν οὖν, ὁπηνίκα ἡ λέξις προφανῶς τῇ λέξει [οὐ] μάχεται,1 ὥσπερ ἔχει ἐπὶ τῆς ὄρνιθος καὶ οὐκ ὄρνιθος (ἐνταῦθα γὰρ φανερῶς ἡ λέξις τῇ λέξει μάχεται ἀντιφατικῶς), ἢ ὅταν ἡ λέξις τῇ λέξει ἀντιφατικῶς οὐ δοκεῖ μάχεσθαι, ἐν δὲ τοῖς λόγοις ἤγουν τοῖς ὁρισμοῖς τῶν λέξεων ἀντίφασις εὑρίσκεται, τότε οὐ δυνατὸν τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι. οἷον ἐπὶ τοῦ νεκροῦ δύναμαι ὅλον τοῦτο εἰπεῖν ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπός ἐστιν’, οὐ δύναμαι δὲ χωρὶς εἰπεῖν ὅτι ὁ τεθνεὼς ἄνθρωπός ἐστιν· ἐνταῦθα γὰρ ἡ μὲν λέξις τῇ λέξει οὐ μάχεται κατὰ ἀντίφασιν (ποίαν γὰρ μάχην ἔχει τὸ νεκρὸς καὶ τὸ ἄνθρωπος;) οἱ δὲ ὁρισμοὶ αὐτῶν μάχονται· ὁρισμὸς γάρ ἐστι τοῦ μὲν ἀνθρώπου φέρε εἰπεῖν τὸ ζῷον λογικόν, 〈ὁ δὲ νεκρὸς οὔτε ζῷον οὔτε λογικὸν〉 ἀλλὰ μᾶλλον ἄζωον ἄλογον καὶ ὅσα ἄλλα τοιαῦτα. τούτοις δὲ προστίθησιν καὶ ἕτερον τρόπον· καὶ ὅταν οὔτε ἡ λέξις τῇ λέξει δοκεῖ μάχεσθαι οὔτε ὁ ὁρισμὸς τῆς λέξεως, ἀλλ’ ὅταν ἐν τῇ συνθέτῳ προτάσει εὑρεθήσεται τὸ τρίτον προσκατηγορούμενον ἤτοι τὸ ὑπαρκτικὸν ῥῆμα κατὰ συμβεβηκὸς κατηγορεῖσθαι τοῦ ὑποκειμένου,2 τότε οὐ δυνατόν ἐστι χωρίσαι καὶ ποιῆσαι μίαν κατηγορίαν. οἷον † ὑποκείσθωσαν τοῦ μὲν τοὺς τρόπους φαύλους κατὰ δὲ τὴν τέχνην ἀκριβῆς,3 τὸ ἀνάπαλιν τοῦ ἐν τῇ προτεραίᾳ τάξει ἔχων. δύναμαι οὖν εἰπεῖν ‘Σίμων σκυτεὺς ἀγαθός ἐστιν’ ὅλον τοῦτο, 〈ἢ〉 ‘Σίμων ἀγαθὸς σκυτεύς ἐστιν’, οὐκέτι δὲ ‘Σίμων ἀγαθός ἐστιν’. ἐν δὲ τῇ πρώτῃ κατηγορίᾳ τὸ ἔστι κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ Σίμωνος, οὐκέτι καθ’ αὑτό. πάλιν ἐν τῷ ‘Ὅμηρος ποιητής ἐστι’ κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ Ὁμήρου· οὐκέτι οὖν δύναμαι εἰπεῖν ‘Ὅμηρος ἔστι.’ τὸ γὰρ ἔστιν ὑπαρκτικὸν ῥῆμα ὅταν καθ’ ἑαυτὸ κατηγορῆται καὶ οὐκέτι ὡς τρίτον προσκατηγορούμενον, τὴν ἤδη ὕπαρξιν σημαίνει τοῦ πράγματος. ἕτερον πάνυ σαφέστατον παράδειγμα ἔχομεν εἰπεῖν, ὅπερ καὶ αὐτὸς τέθεικεν, ‘τὸ μὴ ὂν δοξαστόν ἐστι.’ τοῦτο ὅλον δύναμαι εἰπεῖν, ἐπειδὴ τὸ ἔστι τοῦ μὴ ὄντος κατὰ συμβεβηκὸς κατηγορεῖται. οὐκέτι δὲ δυνατὸν εἰπεῖν ὅτι τὸ μὴ ὂν ἔστι· δόξαν γὰρ ἔχομεν περὶ τοῦ μὴ ὄντος οὐχ ὅτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν. ταῦτα εἰπὼν πέρας τίθησι τῷ παρόντι τρίτῳ τμήματι.
与此相反的问题则是:何时结合言说的事物亦可个别地言说?因为这并非总是可能的。例如,作为一个整体我可以说“蝙蝠是鸟又不是鸟”、“太监是男人又不是男人”;但将这些拆开而说“蝙蝠是鸟”、“太监是男人”,我却不能,因为所有的鸟都是有羽翼的。对于同一事物也是如此,在许多其他事物上亦复如是。因此,关于这种组合他也传授了一条规则:何时结合言说的事物亦可个别地言说。因此他说,凡当词语显见地与词语相冲突时——正如在“鸟又非鸟”的情形中那样(因为在此处词语显然与词语矛盾地冲突)——或者当词语似乎未与词语矛盾地冲突,但在词语的说明即定义中发现矛盾时,此时结合言说的事物便不可能再个别地言说。例如就死者而言,我作为一个整体可以说“亡故者是一个死人”,但我不能分开而说“亡故者是人”;因为在此处词语本身并未与词语构成矛盾冲突(毕竟“尸体”与“人”有什么冲突呢?),但它们的定义却相冲突。因为人的定义譬如说是理性的动物,而尸体既非动物亦非理性的,反而是无生命的、无理性的以及其他诸如此类的一切。除这些之外,他还补充了另一种方式:当词语既看似不与词语冲突,词语的定义亦不冲突,但在复合命题中作为第三项附加述谓的成分即存在动词被发现是偶性地述谓主项时,此时便不可能拆开而构成一个单一的述谓。例如,设想某人品行恶劣,但在技艺上精湛,其情形与前一次序中的人恰好相反。因此我作为一个整体可以说“西蒙是一个好皮匠”或“西蒙作为皮匠是好的”,但不能再说“西蒙是好人”。在第一种述谓中,“是”是偶性地述谓西蒙的,不再是依其自身。再者,在“荷马是诗人”中,“是”是偶性地述谓荷马的;因此我不能再说“荷马存在”。因为存在动词“是”,每当它依其自身被述谓而不再作为第三项附加述谓的成分时,便表示该事物现实的存在。我们还可以举出另一个极其明晰的例证,这也正是他本人所设立的:“非存在是意见的对象”。我可以整句说出这话,因为“是”对于非存在而言是偶性地述谓的。但再说非存在“存在”,则不再可能;因为我们关于非存在的意见,不是认为它存在,而是认为它不存在。言毕这些,他便为当前这第三部分画上了句号。
"Τὸ δὲ μὴ ὂν ὅτι δοξαστόν ἐστιν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι· δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν." ἰστέον ὅτι ὑπόθεσίς ἐστι τοῦ Πλάτωνος ὅτι τὸ πᾶν τοῦτο σύγκειται ἐκ τῶν ὄντων καὶ ἐκ τῶν μὴ ὄντων· ἔλεγεν δὲ τὸ μὴ ὄν, τοῦτ’ ἔστι τὴν ὕλην, μηδὲν εἶναι τῶν ἐνεργείᾳ ὄντων. Ἀριστοτέλης οὖν φησιν ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι δόξαν ἔχομεν περὶ αὐτοῦ ὅτι οὐκ ἔστι. ταῦτα ἔχει ἡ πρᾶξις.
“然而,因为非存在是意见的对象就说它是某种存在者,这并不真实;因为关于它的意见并不是说它存在,而是说它不存在。” 应当知道,柏拉图的一个假定是:这整个宇宙是由存在者与非存在者构成的;并且他说非存在者,即质料,绝非现实存在着的任何事物。因此亚里士多德指出,非存在是意见的对象,并不是因为它是存在的,而是因为我们对它抱有它不存在的意见。本讲所包含的内容即是这些。
- 4.2.1ὁπηνίκα ἡ λέξις προφανῶς τῇ λέξει [οὐ] μάχεται
校勘本中置于方括号内的 οὐ 依文意应当删去。紧随其后的“鸟又非鸟”之例以及注解者指出此处“词语显然与词语矛盾地冲突”,均表明此处讨论的是语词本身发生明显冲突的情形,故应当作肯定结构(μάχεται)解读。
- 4.2.1τὸ τρίτον προσκατηγορούμενον ἤτοι τὸ ὑπαρκτικὸν ῥῆμα κατὰ συμβεβηκὸς κατηγορεῖσθαι τοῦ ὑποκειμένου
带不定式的宾格结构(accusative and infinitive),受 εὑρεθήσεται(将被发现)支配。不定式 κατηγορεῖσθαι 的主语是 τὸ τρίτον προσκατηγορούμενον(作为第三项附加述谓的成分),注解者即指 τὸ ὑπαρκτικὸν ῥῆμα(存在动词),述谓于主项(τοῦ ὑποκειμένου)。
- 4.2.1ὑποκείσθωσαν τοῦ μὲν τοὺς τρόπους φαύλους κατὰ δὲ τὴν τέχνην ἀκριβῆς
底本中带有匕首符号(†)的讹误之处。在语法上原本期待如 ὑποκείσθω τις(设想某人……)的形式,但在句意逻辑上,此处确立了一个假定情境:某人的品性低劣(τοὺς τρόπους φαύλους),但在技艺上却十分严谨精湛(κατὰ δὲ τὴν τέχνην ἀκριβής)。
