← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§50.29-51.28

个别述词结合与单一命题的成立条件

斯忒法诺展开对《解释篇》第11章(21a6)的阐释,从偶性、实体以及全称与特称的级序角度,解释了个别述谓的诸项在何种规则下能够或不能结合成单一命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1#1

" Ὅπως δὲ θετέον, λέγομεν νῦν. τῶν δὴ κατηγορουμένων καὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται ἕν,1 καὶ τὰ λοιπά." Εἴπομεν κατὰ τὴν προτεραίαν ὅτι διπλοῦν θεώρημα παραδίδωσιν ὁ φιλόσοφος μέχρι τοῦ τέλους, ἐν ᾧ ζητεῖ, ἆρα δύναται τὰ ἰδίως λεγόμενα καὶ ἅμα λέγεσθαι ἀεί, ἢ ποτὲ μὲν ἐνδέχεται ποτὲ δὲ οὔ· καὶ εἰ τὰ κοινῶς λεγόμενα δύναται ἀεὶ καὶ ἰδίᾳ λέγεσθαι, ἢ ποτὲ μὲν ναὶ ποτὲ δὲ οὔ. καὶ ἤδη μὲν ἔναγχος εἶπεν ὅτι τὰ ἰδίως λεγόμενα δύνανταί ποτε καὶ ἅμα λέγεσθαι, οὐκ ἀεὶ δέ, ἵνα μὴ εὑρεθῶμεν καὶ ψευδόμενοι καὶ ἀδολεσχοῦντες καὶ παρέλκοντά τινα καὶ μάταια λέγοντες. ποῖα δὲ ταῦτα ὑπάρχει, ἤδη μεμαθήκαμεν. νῦν οὖν τοὺς κανόνας παραδίδωσιν, πότε μὲν δυνατὸν τὰ ἰδίως κατηγορούμενα * * * μὴ ὦσιν ἀμφότερα συμβεβηκότα, ἢ τὸ μὲν συμβεβηκὸς τὸ δὲ οὐσία, ἢ τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον. εἰ δὲ συμβῇ ποτε τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον, οὐ δεῖ τὸ μερικὸν τοῦ καθολικωτέρου προτάττεσθαι,2 κἂν ἄμφω συνωνύμως κατηγοροῦνται τοῦ αὐτοῦ. εἴπωμεν τούτων πάντων, εἰ δοκεῖ, τὰ παραδείγματα· ἀμφότερα συμβεβηκότα οἷον ‘τὸ λευκὸν βαδίζον ἐστί’, ‘τὸ λευκὸν μουσικόν ἐστιν.’ εἰ γὰρ καὶ εὑρεθήσεταί ποτε ἀληθὴς ἡ πρότασις ἡ λέγουσα ‘τὸ λευκὸν βαδίζον ἐστίν’, ἀλλ’ ἐπεὶ ἄλλος λόγος τοῦ λευκοῦ καὶ ἄλλος τοῦ βαδίζοντος καὶ τοῦ μουσικοῦ, οὐκ ἔστι μία πρότασις. πάλιν ἔστω τὸ μὲν ἐξ αὐτῶν οὐσία, τὸ δὲ συμβεβηκός· ἐπειδὴ ἕτερος λόγος ἐστὶν οὐσίας τε καὶ συμβεβηκότος. οἷον ἐν τῷ λέγειν ‘ἄνθρωπος βαδίζει’ ἄλλος λόγος ἐστὶ τοῦ ἀνθρώπου καὶ ἄλλος λόγος τοῦ βαδίζοντος, διὰ τοῦτο οὐ μία πρότασις· ἐνδέχεται γὰρ τὸ βαδίζειν χωρισθῆναι τοῦ ἀνθρώπου. καὶ τρίτον πρὸς τούτοις, ὅταν ἀμφότερα μὲν συνωνύμως κατηγοροῦνται, οἷον τὸ δίπουν 〈καὶ〉 τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου, 〈καὶ〉 προτάττεται τὸ καθόλου τοῦ μερικοῦ, τοῦτ’ ἔστι τὸ ζῷον τοῦ δίποδος, δυνατόν ἐστι μίαν ποιῆσαι πρότασιν ἐκ τῶν δύο προτάσεων τῶν λεγουσῶν ‘ἄνθρωπος δίπους ἐστίν’, ‘ἄνθρωπος ζῷόν ἐστι’, τὴν λέγουσαν ‘ἄνθρωπος ζῷον δίπουν ἐστίν’· ὅταν δὲ τὸ ἀνάπαλιν ποιήσωμεν καὶ τὸ μερικώτερον προτάξωμεν, ἀδύνατον. ἐν γὰρ τῷ ἀνθρώπῳ μὲν ἐμπεριέχεται τὸ δίπουν, ἐν δὲ τῷ ‘δίπουν’ τὸ ζῷον· καὶ ἐν τῷ λογικῷ δὲ πάλιν ἐμπεριέχεται τὸ ζῷον, καὶ ἄλλα δὲ τοιαῦτα εὑρίσκομεν. ταῦτα μὲν οὖν περὶ τῆς πρώτης πλοκῆς.

“至于应当如何设定,我们现在予以讨论。确实,在被述谓的事物以及碰巧被述谓于其上的事物中,凡是偶然地言说的——无论是指向同一事物,还是彼此一方述谓另一方——这些都不会构成一个单一者,等等。” 我们在前一天曾说过,哲学家直至篇末都在传授一个双重定理,在其中他探究:个别言说的事物是否也能始终结合在一起言说,抑或有时可以而有时不行;以及共同言说的事物是否也能始终个别地言说,抑或有时可以而有时不行。而他刚才已经指出,个别言说的事物有时亦可结合言说,但非总是如此,以免我们被发现陷于虚妄、饶舌,并说出多余而徒劳之言。这些是何种事物,我们此前已然获知。因此,他现在传授其规则:何时个别述谓的事物可能[一同被述谓]……两者并非皆为偶性,或者一为偶性而另一为实体,或者一者更具全称性而另一者更具特称性。然而倘若有时发生一者更具全称性而另一者更具特称性的情形,即使二者皆同名同义地述谓同一事物,特称项亦不可置于更具全称性之项的前面。若合适的话,让我们陈述所有这些例证:两者皆为偶性,例如“白者是步行的”、“白者是懂音乐的”。因为纵使断言“白者是步行的”这一命题有时会被证实为真,但既然白者的定义与步行者及懂音乐者的定义各不相同,它就不是一个单一命题。再者,设若其中一者为实体而另一者为偶性;因为实体与偶性的定义是相异的。例如在说“人步行”时,人的定义是一回事,而步行者的定义是另一回事,正因如此它不是一个单一命题;因为步行有可能与人相分离。除这些之外第三点:当两者皆同名同义地被述谓时,例如“双足的”与“动物”述谓于“人”,且全称项先于特称项被置放,亦即“动物”先于“双足的”时,便有可能从陈述“人是双足的”与“人是动物”这两个命题中构成一个陈述“人是双足动物”的单一命题;但当我们反向操作而将更具特称性之项置于前时,这是不可能的。因为在“人”中包含着“双足”,而在“双足”中包含着“动物”;并且在“理性的”中又再次包含着“动物”,我们亦能发现其他此类情形。关于第一种组合,情况便是如此。

语法注2 条
  1. 4.2.1τῶν δὴ κατηγορουμένων καὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται ἕν

    句首的属格短语 τῶν δὴ κατηγορουμένων καὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει 起到部分属格或表示论题的关涉属格作用,界定了后续关系从句主语(ὅσα μὲν λέγεται...)所由取的总体范围。后文的指示代词 ταῦτα 复指 ὅσα 从句,充当主句主语,与表语 ἕν 构成主干:“这些将不会成为一个单一者”。

  2. 4.2.1οὐ δεῖ τὸ μερικὸν τοῦ καθολικωτέρου προτάττεσθαι

    在不定式 προτάττεσθαι(“被置于前/先置”)之后,属格 τοῦ καθολικωτέρου 为表示比较或位次先后关系的属格(源于前缀 πρό- 所带的基准),意即“特称者不可被置于更全称者之前”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:50.29-51.28