- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:49.22-50.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺借用普罗克洛斯关于命题等效的规则,驳斥了关于转置命题与简单命题外延关系的旧说,并探讨了亚历山大与扬布利柯在辩证提问形式上的分歧,最终支持了亚历山大的观点。
καὶ εἶπον ὅτι ἡ μερικὴ ἀπόφασις ἐκ μεταθέσεως ἐπὶ πλέον ἐστὶ τῆς καθόλου ἁπλῆς καταφάσεως. πρὸς δὲ τούτοις τὸν κανόνα οὐ παρήγαγον τοῦ Πρόκλου,1 ὅτι εἰ βούλῃ προτάσεώς τινος προταθείσης τὴν ἀκολουθοῦσαν ταύτῃ εὑρεῖν, φύλαξον τὸ ὑποκείμενον καὶ τὸ ποσόν, ἄμειψον δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν· καὶ πάντως ἐκείνη ἡ πρότασίς ἐστιν ἡ ἰσοδυναμοῦσα ταύτῃ καὶ συνακολουθοῦσα. ἔτι δὲ ὅτι ἐπὶ τῶν προσδιωρισμένων προτάσεων κατὰ τὸν προειρημένον κανόνα καὶ αἱ καταφάσεις ἀκολουθοῦσι ταῖς ἀποφάσεσιν καὶ αἱ ἀποφάσεις ταῖς καταφάσεσιν, ἐπεὶ τοίνυν ἐνταῦθα κεῖται ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι’, ἕπεται δηλονότι ταύτῃ κατὰ τὸν κανόνα ‘οὐδεὶς ἄνθρωπος οὐ δίκαιός ἐστι’. ἐφύλαξα γὰρ καὶ τὸ ποσὸν καὶ τὸ ὑποκείμενον, ἤμειψα δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν,2 ἐπειδὴ ἐκεῖ μὲν ὡρισμένος ἐστί, ἐνταῦθα δὲ ἀόριστος. ὥστε τῇ ἁπλῇ καθόλου καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως καθόλου ἀπόφασις. ἔλεγον δὲ καὶ τὴν μερικὴν ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως καὶ ἀκολουθεῖν αὐτῇ. εὑρεθήσεται τοίνυν καὶ ἡ καθόλου ἐκ μεταθέσεως ἀπόφασις καὶ ἡ μερικὴ τὴν αὐτὴν δύναμιν ἔχουσαι, εἰ ἄμφω τῇ καθόλου ἁπλῇ καταφάσει ἕπονται. καίτοι πῶς ἐνδέχεται τῇ μερικῇ 〈τὴν〉 καθόλου τὴν αὐτὴν δύναμιν ἔχειν; ὥστε ἀνάγκη ἢ τὸν κανόνα μὴ ἀληθῆ εἶναι ἢ μὴ εἶναι καθολικωτέρας τὰς εἰρημένας ἐκ μεταθέσεώς τε καὶ προσδιωρισμένας προτάσεις τῶν εἰρημένων ἁπλῶν προτάσεων. Ἀλλὰ ζητῆσαι ἄξιον, πῶς εἶπεν Ἀριστοτέλης ὅτι ‘ἡνίκα τὸ ἔστιν τρίτον προσκατηγορεῖται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. δῆλον ὅτι δ μόρια· τούτων δὲ τῶν δ μορίων τὰ μὲν δύο οὕτως ἕξουσιν πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν κατὰ τὸ στοιχοῦν ἤτοι τὴν ἀκολουθίαν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ.’ λέγομεν οὖν ὅτι οὐδὲν ἀδύνατον συμβαίνει. οὐ γὰρ εἶπεν Ἀριστοτέλης ὅτι οὕτως ἕξουσιν [οὔτε] κατὰ τὸ καθολικώτερόν τε καὶ μερικώτερον, οὔτε δεῖ οὕτως νοεῖν, ἀλλὰ μόνον τὴν ἀκολουθίαν σημαίνων εἶπεν αὐτό. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν’ ἀκολουθεῖ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος δίκαιός ἐστιν’ ἁπλῆ * * * * * * εἰς τὸ ἐν τοῖς Ἀναλυτικοῖς παραδιδόμενον3 εἶπεν ὅλην τὴν ἀντίφασιν δεῖν ἐρωτᾶν. ὁ δὲ Ἀλέξανδρος τοῖς ἐνταῦθα προσέχων εἶπεν θάτερον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶν. καὶ σχεδὸν τὰ αὐτὰ λέγουσιν· πλὴν σαφεστέρα ἐστὶν ἡ τοῦ ἑνὸς μορίου τῆς ἀντιφάσεως ἐρώτησις· δύναται γὰρ πρὸς αὐτὸ ἀπαντῆσαι ὁ ἐρωτώμενος καὶ ἀποκρίνασθαι ἢ τὸ ναὶ ἢ τὸ οὔ. ἐὰν γὰρ εἴποι τις ὅλον τοῦτο ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ θνητή’, καὶ ἀποκρινόμενος ἐκεῖνος ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἄδηλόν ἐστι πρὸς ποῖον μόριον τῆς ἀντιφάσεως τὴν ἀπόκρισιν ἐποιήσατο. ὥστε μᾶλλον ἐν τούτοις Ἰαμβλίχου προαιρετέον Ἀλέξανδρον. ἔλεγεν δὲ Ἰάμβλιχος ὅτι ὁ πυνθανόμενος, εἰ καὶ μίαν πρότασιν λέγει, ἀλλ’ οὖν δυνάμει ὅλην τὴν ἀντίφασιν ἐρωτᾷ [ὁ πυνθανόμενος]· ἐν γὰρ τῷ λέγειν ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν [ἢ οὔ]’ πάντως καὶ τὸ ἄλλο νοεῖται οἷον θνητή. ὥστε κἂν τὴν μίαν πρότασίν τις ἐρωτήσῃ κἂν ὅλην τὴν ἀντίφασιν, ταὐτόν ἐστι.’ καὶ καλῶς μὲν λέγει· πλὴν Ἀλεξάνδρῳ μᾶλλον δεῖ πείθεσθαι διὰ τὰς προειρημένας αἰτίας. ἐν οἷς ἡ πρᾶξις.4
并且他们声称,基于转置的特称否定在外延上大于全称的简单肯定。除这些之外,他们未曾引入普罗克洛斯的规则:即若在某个命题提出时,你希望找出随之而来的命题,请保持主项与量,但变换谓项与质;而该命题便必然是与其等效且一同伴随的命题。此外,在有限定词的命题中,根据前述规则,肯定随否定而来,否定亦随肯定而来。那么既然此处列着“每个人都是正义的”,显而易见根据这一规则,伴随它的便是“没有人是非正义的”。因为我既保持了量亦保持了主项,却变换了谓项与质,既然在那边它是确定的,而在此处是不定的。因此,伴随简单全称肯定的是基于转置的全称否定。但他们以前亦曾说,基于转置的特称否定在外延上大于简单全称肯定并且伴随着它。那么,如果二者皆伴随简单全称肯定,就会发现基于转置的全称否定与特称否定具有相同的效力。然而特称命题与全称命题具有相同的效力,这怎么可能呢?因此必然要么该规则不真,要么前述基于转置且有限定词的命题并不比前述简单命题更具全称性[外延更大]。 但值得探究的是,亚里士多德何以宣称:“当‘是’作为第三项被追加述谓时,对立已是以两种方式言说的。显然是四个部分;在这四个部分中,有两个部分在排列上,即在蕴涵关系上,相对于肯定与否定犹如缺失态那样关联,而另外两个部分则不然。”那么我们说,并没有任何不可能的情形发生。因为亚里士多德并未说它们是按照更全称与更特称来如此关联的,人们亦不应当如此理解,而是仅仅表示蕴涵关系而说了这番话。因为正如陈述“人不是不正义的”这一缺失态否定伴随着陈述“人是正义的”这一肯定……简单……[扬布利柯]着眼于在《分析篇》中所传授的原则,主张应当对整个矛盾提出发问。而亚历山大着眼于此处的文辞,主张应当对矛盾的两个部分中的一方提出发问。他们所说的几乎是同一回事;只是针对矛盾之单一部分的发问更为明晰;因为被提问者能够对此作出应对,回答“是”或“否”。因为如果有人提出这整个表述:“灵魂是不朽的还是有死的?”,而那个人回答“是”或“否”,便不清楚他是针对矛盾的哪一个部分作出了回答。因此在这些事上宁可选择亚历山大而非扬布利柯。不过扬布利柯曾说:“发问者即使只说出一个命题,却在潜能上发问了整个矛盾;因为在说出‘灵魂是不朽的吗?’时,无论如何另一方(如有死的)亦被理解在其中了。因此无论有人发问单一命题,还是发问整个矛盾,都是同一回事。”他固然说得有理;然而由于前述理由,人们更应当听从亚历山大。讲座至此结束。
- 4.1.2τὸν κανόνα οὐ παρήγαγον τοῦ Πρόκλου
动词 παρήγαγον 在此处意为“引入、援引(作为论据)”。否定词 οὐ 否定该动词,指责论敌们未曾引出普罗克洛斯的这一逻辑规则。
- 4.1.2ἐφύλαξα γὰρ καὶ τὸ ποσὸν καὶ τὸ ὑποκείμενον, ἤμειψα δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν
注解者以第一人称不定过去时(ἐφύλαξα、ἤμειψα)亲自演示了普罗克洛斯规则的推演步骤,即保持量与主项而变换谓项与质。
- 4.1.2ἁπλῆ * * * * * * εἰς τὸ ἐν τοῖς Ἀναλυτικοῖς παραδιδόμενον
此处传抄文本存在脱文(lacuna)。文义从命题蕴涵关系突然转入《分析篇》关于辩证提问形式的讨论,脱落处必定包含了对 20b22 标目及扬布利柯观点的引入。
- 4.1.2ἐν οἷς ἡ πρᾶξις
亚历山大里亚学派讲义式注解中的结尾定型句,意为“讲座至此结束”,系动词省略。
