← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§4.1-5.19

断言的顺位划分与声音及文字表述考

斯蒂芬努考察了否定、肯定、断言与语句的排列次序,依据三种划分方式分析断言的划分,随后探讨了亚里士多德采用“发声中的事物”与“书写下的事物”的用意,并对比了阿摩尼奥斯与其老师的不同见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.5

" ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις." εἰκότως τὸ ὄνομα καὶ τὸ ῥῆμα τούτων προέταξεν· ὡς ἁπλούστερόν φησιν. διὰ τί δὲ τὰ χείρω προέταξε τῶν κρειττόνων, οἷον τὴν ἀπόφασιν τῆς καταφάσεως, τὴν κατάφασιν τῆς ἀποφάνσεως καὶ ταύτην τοῦ λόγου; φαμὲν οὖν εἰκότως τοῦτο πεποίηκεν, διότι τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων πεποίηκε.1 ἐπειδὴ γὰρ κατήντησεν εἰς τὸν λόγον, ἄρχεται περὶ αὐτοῦ διαλέγεσθαι, πρῶτον μὲν ἵνα συνεχῆ ποιήσει τὴν διδασκαλίαν, ἔπειτα δὲ ὅτι καὶ ἐν τῷ λόγῳ τῆς ἀποφάνσεως μέμνηται τοῦ λόγου, καὶ τῆς ἀποφάνσεως πάλιν μέμνηται ἐν τῷ τῆς καταφάσεως καὶ ἀποφάσεως λόγῳ. τὰ δὲ λαμβανόμενα ἐν τῷ ὁρισμῷ τινος γνωριμώτερα βούλονται εἶναι τοῦ ἐν ᾧ λαμβάνονται. Ὅτι μὲν τῶν διαιρέσεων κυριώτατοι τρεῖς εἰσιν τρόποι μεμαθήκαμεν, ὡς γένος εἰς εἴδη, ὡς ὅλον εἰς μέρος, ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα. καὶ ὅτι ἡ ἀπόφανσις καθολικωτέρα ἐστὶν καὶ διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν καὶ ὡμολόγηται· ζητητέον δὲ κατὰ ποῖον τρόπον διαιρεῖται. ὅτι μὲν οὖν ὡς ὅλον εἰς μέρη ἀδύνατον, τοῦτο αὐτόθεν ὡμολόγηται· ἐρρέθη γὰρ ὅτι τὰ τεμνόμενα ὡς ὅλον εἰς μέρη ἢ εἰς ὁμοιομερῆ διαιρεῖται ὡς σὰρξ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστοῦν, ἢ εἰς ἀνομοιομερῆ ὡς Σωκράτης εἰς χεῖρας πόδας κεφαλήν· καὶ ὅτι τὰ ὁμοιομερῆ καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν οὐ μόνον τοῦ ὅλου δέχονται ἀλλὰ καὶ ἀλλήλων, τὰ δ’ ἀνομοιομερῆ οὐκέτι. ἡ οὖν ἀπόφανσις οὐ δύναται διαιρεῖσθαι ὡς ὅλον εἰς μέρη οὔτε ὡς ὁμοιομερῆ οὔτε ὡς ἀνομοιομερῆ. ὡς ὁμοιομερῆ μὲν οὐ δύναται, ἐπειδὴ τὰ τμηθέντα, εἰ καὶ τὸ ὄνομα τοῦ ὅλου δέχονται (καλεῖται γὰρ καὶ ἡ κατάφασις καθ’ ἑαυτὴν ἀπόφανσις καὶ ἡ ἀπόφασις ὁμοίως), ἀλλ’ οὖν τὸ ὄνομα καὶ τὸν ὁρισμὸν ἀλλήλων οὐκ ἐπιδέχονται· οὔτε γὰρ ἡ ἀπόφασις καὶ κατάφασις λέγεται οὔτε πάλιν ἡ κατάφασις ἀπόφασις. ἀλλὰ μὴν οὐδὲ ὁρισμὸν ἀλλήλων ἐπιδέχονται. οὔτε δὲ ὡς εἰς ἀνομοιομερῆ τέμνεται. ἐρρέθη γὰρ ὅτι τὰ ἀνομοιομερῆ οὐκ ἐπιδέχονται τοῦ ὅλου τὸ ὄνομα· οὐδεὶς γὰρ λέγει τὸν πόδα ἢ τὴν κεφαλὴν ἢ τὴν χεῖρα Σωκράτους Σωκράτην. ἐνταῦθα δέ, ὡς εἴπομεν, καὶ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τῷ τοῦ ὅλου ὀνόματι λέγονται ἀποφάνσεις. οὕτως μὲν οὖν οὐ δύναται ὡς ὅλον εἰς μέρη διαιρεῖσθαι ἡ ἀπόφανσις εἰς κατάφασιν καὶ ἀπόφασιν. ἀμφιβάλλονται δὲ λοιπόν, εἰ ἄρα ὡς γένος εἰς εἴδη, ὡς δοκεῖ τῷ Πορφυρίῳ, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὁ Ἀλέξανδρος ἐπέστησεν. ἡμεῖς δὲ ἡνίκα Ἀριστοτέλης ὁρίζεται ἕκαστον αὐτῶν, προφέροντες ἑκατέρων τῶν ἐξηγητῶν τὰς ἐπιχειρήσεις κατὰ δύναμιν διακρίνομεν.

“其次,什么是否定和肯定。” 他把名词和动词置于这些之前是合乎情理的;因为他说它们更为单纯。但他为什么把较劣者置于较优者之前呢?例如把否定置于肯定之前,把肯定置于断言之前,把断言置于语句之前?因此我们说,他这样做是合乎情理的,因为他把先前事物的终点作为后续事物的起点。因为既然他已经达到了语句,他便开始讨论语句,首先是为了使讲授具有连续性,其次也是因为在断言的说明中他提到了语句,而在肯定和否定的说明中他又提到了断言。而在某物的定义中所采用的事物,应当比采用它们于其中的事物更为人所知。 我们已经学到,划分有三种最主要的方式:如属划分为种,如整体划分为部分,如兼名同义之词划分为不同的意义。断言更为普遍,并且被划分为肯定和否定,这也是公认的;但必须探讨的是它是按照哪种方式划分的。那么,要像整体划分为诸部分那样[划分它]是不可能的,这一点从一开始就是公认的;因为曾经说过,按整体划分为部分而切分的事物,要么划分为同质部分,如肉划分为诸肉,骨划分为骨,要么划分为异质部分,如苏格拉底划分为手、足、头;并且同质部分不仅接受整体的名称和定义,而且互相接受,而异质部分则不再如此。因此,断言不能像整体划分为诸部分那样,既不能作为同质部分划分,也不能作为异质部分划分。作为同质部分划分是不可能的,因为被划分出来的部分即使接受整体的名称(因为肯定本身也被称为断言,否定同样如此),但无论如何它们并不互相接受彼此的名称和定义;因为否定不被称为肯定,反之肯定也不被称为否定。不仅如此,它们甚至也不互相接受彼此的定义。另一方面,它也不是作为异质部分被切分的。因为曾经说过,异质部分不接受整体的名称;因为没有人把苏格拉底的足或头或手称为苏格拉底。但在这里,正如我们所说,否定和肯定都以整体的名称被称为断言。因此,断言不可能像整体划分为诸部分那样划分为肯定和否定。余下的争论在于,它究竟是像属划分为种(正如波菲利所认为的),还是像兼名同义之词划分为不同的意义(正如亚历山大所指出的)。而在亚里士多德界定它们各自之时,我们将提出这两位注疏家的论据,并竭尽所能予以裁决。

§2.0.6

"Ἔστιν οὖν τὰ ἐν τῇ φωνῇ." ἐν τῇ φωνῇ εἶπεν, ἵνα σημάνῃ τὰ ὀνόματα καὶ τὰ ῥήματα· ταῦτα γὰρ οὐκ εἰσὶν ἁπλῶς φωναί, ἀλλὰ ἐν τῇ φωνῇ. διὸ οὐκ εἶπεν ‘αἱ φωναί εἰσιν σύμβολα τῶν ἐν τῇ ψυχῇ παθημάτων’, ἀλλὰ τὰ ἐν τῇ φωνῇ.

“因此,发声中的事物。” 他说“发声中的”,是为了表示名词和动词;因为这些并非单纯的发声,而是发声中的事物。因此他没有说“诸发声是灵魂中情态的符号”,而是说“发声中的事物”。

§2.0.7

"καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ." καλῶς εἶπεν τὰ γραφόμενα καὶ οὔτε γράμματα οὔτε στοιχεῖα, ἐπειδὴ τὸ μὲν γράμμα πρωτοτύπως μὲν σημαίνει τὸν τύπον καὶ τὸν χαρακτῆρα τῆς ξέσεως, ὡς καὶ ὁ ποιητής νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως·2 κατὰ δεύτερον δὲ λόγον τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν σημαίνει. τὸ δὲ στοιχεῖον ἔμπαλιν κατὰ μὲν πρῶτον λόγον καὶ πρωτοτύπως τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν, οἷον τὸ δύνασθαι τάδε στοιχεῖα συντάττεσθαι καὶ ἐκφωνεῖσθαι ἢ μή· κατὰ δεύτερον δὲ λόγον τὸν χαρακτῆρα. διὰ τὸ ἀναμφίβολον οὖν οὔτε στοιχεῖα εἶπεν οὔτε γράμματα, ἀλλὰ γραφόμενα· τὸ γὰρ γραφόμενον, τοῦτ’ ἔστιν αὐτὸς ὁ τύπος, σύμβολόν ἐστιν τῶν ὀνομάτων. οὐ γὰρ ἡ ἐκφώνησις· ἡ ἐκφώνησις γὰρ μέρος ἐστὶν τῆς φωνῆς. καὶ ταῦτα μὲν Ἀμμώνιος ὁ φιλόσοφος. ὁ δὲ ἡμέτερος διδάσκαλός φησιν ὅτι Ἀριστοτέλης μὲν κατεχρήσατο γραφόμενα εἰπὼν ἀντὶ τοῦ γράμματα, ἐπεὶ τὸ γραφόμενον οὔπω ἔστιν ὡς γινόμενον·3 τὸ δὲ μήπω ὂν πῶς ἐνδέχεται σύμβολον εἶναί τινός; καὶ δεύτερον πόθεν ἔχουσι δεῖξαι ὅτι τὸ μὲν γράμμα πρωτοτύπως μὲν τόδε σημαίνει κατὰ δεύτερον δὲ τόδε, τὸ 〈δὲ〉 στοιχεῖον τοὐναντίον ἐστίν; οὐδεὶς γὰρ τῶν παλαιῶν φιλοσόφων τε καὶ ἐξηγητῶν εἶπεν τοῦτο οὔτε Ἀλέξανδρος οὔτε Πορφύριος.

“而书写下的事物则是发声中事物的[符号]。” 他很好地说了“书写下的事物”,而没有说“文字”或“要素”,因为“文字”本义上表示刻划的印记和形状,正如诗人也说:“但现在你仅仅擦伤了我的脚掌,便徒然夸口”;而在第二种含义上,它表示发音和效能。相反,“要素”在第一种含义和本义上表示发音和效能,例如这些要素能否组合并被发音;而在第二种含义上表示形状。因此,为了消除歧义,他既没有说“要素”,也没有说“文字”,而是说“书写下的事物”;因为书写下的事物,即刻印本身,是诸名词的符号。因为并不是发音[充当符号];发音乃是发声的一部分。这些是哲学家阿摩尼奥斯[的见解]。然而我们的老师说,亚里士多德用“书写下的事物”代替“文字”乃是一种借用,因为正被书写的事物作为生成之物尚不存在;而尚不存在之物怎能成为某物的符号呢?第二,他们从何处能够证明“文字”本义上指这个而第二义指那个,而“要素”则恰恰相反呢?因为古代的哲学家和注疏家,无论是亚历山大还是波菲利,都不曾说过这样的话。

语法注3 条
  1. 2.0.5διότι τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων πεποίηκε

    τῶν φθασάντων 是动词 φθάνω 的不定过去分词中性复数属格,指代前文已述及的各项。该句解释了亚里士多德论述衔接的结构:他将先前论述的终点(即“语句”)作为接下来要论述的内容(τῶν μελλόντων)的起点。

  2. 2.0.7νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως

    引自荷马《伊利亚特》第11卷第388行。ἐπιγράψας 带双宾格:人称代词 με 作为直接宾语,以及表示受影响身体部位的宾格 ταρσὸν ποδός(“擦伤了我的脚掌”)。在此引作“文字(刻划)”本义为划痕、印记的证据。

  3. 2.0.7ἐπεὶ τὸ γραφόμενον οὔπω ἔστιν ὡς γινόμενον

    现在分词 γραφόμενον 和 γινόμενον 带有表示正在进行的生成过程的体貌含义(“正在被书写的 / 正处于生成过程中的”)。老师的批判逻辑在于:尚处于书写过程中的事物尚未真正存在(οὔπω ἔστιν),因而不可能充当符号。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:4.1-5.19