- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:48.18-49.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特法努斯论证了否定词会取消整个复合谓项,表明即使在谓项为复合的情形下,基于转置的肯定与简单否定亦共享真假值,并驳斥了认为二者在外延上存在差异的先行学说。
καὶ τοῦτο εἰκότως· εἰ γάρ τις εἴποι ὅτι τὸ μὲν δίκαιον φέρε εἰπεῖν ἀναιρεῖ ἐκ τοῦ Σωκράτους ἐν τῷ λέγειν ‘Σωκράτης ἄνθρωπος δίκαιος οὐκ ἔστι’, τὸ δὲ ἄνθρωπος οὐκ ἀναιρεῖ, ἔστι πῃ μὲν κατάφασις πῇ δὲ ἀπόφασις1 τοῦ αὐτοῦ (ἑκατέρους γὰρ 〈ἂν〉 ἀνεῖλεν, ἐκ μέρους δὲ οὐκ ἀνεῖλεν), ὥστε ἐξ ἀνάγκης ἔσονται ἄλλαι δύο ἀποφάσεις τῆς αὐτῆς καταφάσεως. εἰ γὰρ μόνον τὸ δίκαιον ἀνεῖλεν, μεμένηκεν δὲ ὁ ἄνθρωπος, δεῖται καὶ ἑτέρας ἀποφάσεως εἰς τὸ ἀνελεῖν τὸν ἄνθρωπον· καὶ ἔσονται ἤτοι δύο ἀποφάσεις μιᾶς καταφάσεως, ὅπερ ἀδύνατον (εἴπομεν γὰρ ὅτι μία μιᾷ ἀντίκειται ἀντιφατικῶς μαχομένη), ἢ καὶ 〈ἡ〉 ἐξ ἀρχῆς κατάφασις οὐκ ἦν μία πρότασις ἀλλὰ δύο. ὡσαύτως δὲ καὶ ὅταν τῷ κατηγορουμένῳ συνθέτῳ ὄντι συνάπτεται, οἷον ‘Σωκράτης οὐκ ἄνθρωπος δίκαιός ἐστιν’· οὐ γὰρ ἀναιρεῖ μόνον τὸν ἄνθρωπον, ἀλλ’ ὅλον τοῦτο ὅτι οὔτε ἄνθρωπός ἐστι οὔτε δίκαιος. ἔλθωμεν τοίνυν ἐπὶ τὸ προκείμενον, καὶ ἔστω σύνθετος ὁ κατηγορούμενος, ὡς εἴρηται. λέγω τοίνυν τὴν ἐκ μεταθέσεως κατάφασιν ὅτι τὸ παιδίον οὐκ ἄνθρωπος δίκαιός ἐστιν. ἆρά γε ψεύδομαι ἢ ἀληθεύω; καὶ αὕτη τοίνυν ψεύδεται καὶ ἡ ἐπὶ τῆς ἀδυνάτου ὕλης ἡ λέγουσα ‘τὸ παιδίον οὐκ ἄνθρωπος πτερωτός ἐστιν’. εἰπὲ καὶ ἐπὶ τῆς ἀναγκαίας ὕλης, ὅταν καὶ ἀληθὴς γένηται, ‘τὸ παιδίον οὐ λίθος ἐστὶν ἄψυχος’· ἐνταῦθα γὰρ ἀληθεύει, ἐπειδὴ οὔτε λίθος ἐστὶν οὔτε ἄψυχος. μετὰ οὖν τὰς ἐκ μεταθέσεως καταφάσεις εἰπὲ καὶ τὰς ἁπλᾶς ἀποφάσεις ἐπὶ τῶν τριῶν ὑλῶν συνθέτου ὄντος τοῦ κατηγορουμένου· οἷον ‘τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστι’, ‘τὸ παιδίον ἄνθρωπος πτερωτὸς οὐκ ἔστιν’, ‘τὸ παιδίον λίθος ἄψυχος οὐκ ἔστιν. εἰ τοίνυν εὑρεθῇ ὅτι ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου συναληθεύουσιν καὶ συμψεύδονται, δῆλον ὅτι οὐδὲν ἀλλήλων διαφέρουσιν. εἴπωμεν δὲ καὶ τὴν πλάνην τῶν εἰρηκότων 〈τὴν〉 ἐκ μεταθέσεως κατάφασιν μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως. καὶ κατασκευάζομεν οὕτως· ἐλάμβανον τὸν κατηγορούμενον σύνθετον καὶ διεμέριζον αὐτὸν οὕτως λέγοντες ὅτι δύναμαι εἰπεῖν ὅτι τὸ παιδίον ἄνθρωπος οὐ δίκαιός ἐστιν· ἐνταῦθα γὰρ ἀληθεύω, ἐπειδὴ τὸ παιδίον ἄνθρωπος μέν ἐστι, δίκαιος δὲ οὐκ ἔστιν. ἐν δὲ τῷ εἰπεῖν ὅτι τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστι ψεύδομαι· τὸ γὰρ οὐ ἐνταῦθα καὶ τὸν ἄνθρωπον ἀνεῖλεν καὶ τὸ δίκαιον ἐκ τοῦ παιδίου. ὡς αὕτη μὲν ψεύδεται, ἐκείνη δὲ ἀληθεύει. ὅτι δὲ τοῦτο λίαν ἀλόγως ἔχει ἤδη φθάσαντες ἀπεδώκαμεν· πῶς γὰρ ἐνδέχεται τὴν οὐ ἄρνησιν ὅλου τοῦ κατηγορουμένου μέσην ἐμβληθῆναι καὶ τὸ μὲν αὐτοῦ ἀνελεῖν, τὸ δὲ μὴ ἀνελεῖν; Καὶ ἄλλως οἱ εἰρηκότες τὴν ἐκ μεταθέσεως κατάφασιν ἐπὶ τῶν ἀπροσδιορίστων μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως ἔφασαν τὴν μερικὴν ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως.2 οἷον κεῖται ἐν τῷ δευτέρῳ διαγράμματι ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν’ ἁπλῆ καθόλου κατάφασις· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ ἀντιφατικῶς αὐτῇ μαχομένη ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ μερικὴ ἀπόφασις. πάλιν ὑπὸ τὴν ἁπλῆν καθόλου κατάφασιν κάτω τεθείκασιν ἐκ μεταθέσεως μερικὴν ἀπόφασιν τὴν λέγουσαν ‘οὐ πᾶς ἄνθρωπος 〈οὐ〉 δίκαιός ἐστιν’· ἐπ’ εὐθείας δὲ κεῖται ταύτῃ 〈ἡ〉 ἀντιφατικῶς μαχομένη κατάφασις καθόλου ἐκ μεταθέσεως οὖσα ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι’.
而这是合乎情理的。因为如果有人说,在陈述“苏格拉底不是正义的人”时,举例来说,是从苏格拉底身上取消了“正义”,却未取消“人”,那么这就成为对于同一事物在某种意义上是肯定而在某种意义上是否定(因为否定词本应取消二者,却在局部上没有取消),以至于必然对于同一肯定存在着另外两个否定。因为如果它只取消了“正义”,而“人”保留了下来,它便还需要另一个否定以取消“人”;并且要么对于一个肯定会有两个否定,而这是不可能的(因为我们说过,一者作为矛盾冲突与一者相对立);要么最初的肯定就不是一个命题而是两个。同样,当否定词与复合的谓项结合时亦是如此,例如“苏格拉底是非人而正义的”;因为它并非仅取消“人”,而是取消这整个整体:即他既不是人也不是正义的。那么让我们回到当前的问题,并如前所述,设谓项是复合的。那么我陈述基于转置的肯定:“孩童是非人而正义的”。我究竟是说了假话还是真话呢?于是这一命题是虚假的,而在不可能质料中陈述“孩童是非人而有翼的”的那一命题亦是虚假的。在必然质料中亦请陈述(此时它亦成为真的):“孩童是非石头而无生命的”;因为在此处它是真实的,既然孩童既不是石头亦不是无生命的。那么在基于转置的肯定之后,在谓项为复合的情形下,亦请陈述在三种质料中的简单否定:例如“孩童不是正义的人”,“孩童不是有翼的人”,“孩童不是无生命的石头”。因此,如果在一切质料与一切时间中发现它们一同为真且一同为假,显而易见它们彼此之间毫无差别。让我们亦陈述那些声称基于转置的肯定比简单否定更为特称的人的错误。我们如此说明:他们选取了复合的谓项并予以分割,这样说道:我可以断言“孩童是人而非正义的”;因为在此处我说了真话,既然孩童确实是人,却不是正义的;但在陈述“孩童不是正义的人”时我说了假话;因为此处的“不”将“人”与“正义”一同从孩童身上取消了。从而这一命题是虚假的,而那一命题是真实的。但关于这是极其不合常理的,我们在前面已经指明了;因为属于整个谓项的否定词“不”怎么可能插入中间,取消其一部分却不取消另一部分呢? 在另一方面,那些声称无限定命题中基于转置的肯定比简单否定更为特称的人,曾主张基于转置的特称否定在外延上大于全称的简单肯定。例如,在第二张图表中列有“每个人都是正义的”这一简单全称肯定;而与此成一直线列着与其矛盾对立的表述为“并非每个人都是正义的”特称否定。再次,在简单全称肯定之下,他们向下放置了基于转置的特称否定,即表述为“并非每个人都是非正义的”;而与此成一直线列着与其矛盾对立的、作为基于转置的全称肯定的命题,即表述为“每个人都是非正义的”。
- 4.1.2εἰ γάρ τις εἴποι ὅτι ... ἔστι πῃ μὲν κατάφασις πῇ δὲ ἀπόφασις
条件从句使用了希求语气(εἴποι),而主句则采用现在时直陈语气(ἔστι)。这属于一种混合条件结构:假设本身以希求语气谨慎地提出,但由此必然导致的逻辑荒谬结果则以直陈语气作为确定事实断言出来。
- 4.1.2ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως
介词短语 ἐπὶ πλέον 支配比较级属格 τῆς ... καταφάσεως,是逻辑学中的习用表达,意为“在外延上广于……”或“涵盖比……更多的事例”。
