← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§47.14-48.18

无限定转置肯定与单纯否定的真值一致

在亚里士多德提出关于个别事物的命题定理(20a23)之际,斯特凡诺在进入正文之前先探讨了关于此前后承图表的一个疑难。他反驳了无限定的基于转置的肯定比简单否定更为特称的观点,并通过在一切质料与时间中考察具有简单谓项的命题,论证了二者在真值上完全一致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.2#1

" Φανερὸν δὲ ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές·1 οἷον ἆρα Σωκράτης σοφός; οὔ. Σωκράτης ἄρα οὐ σοφός ἐστι." πληρώσας τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον ἐντεῦθεν ἕτερά τινα τοῖς εἰρημένοις ἀκόλουθα θεωρήματα παραδίδωσιν. ἀλλὰ πρῶτον τὴν ἀναφανεῖσαν ἡμῖν ἀπορίαν εἰς τὸ διάγραμμα τὸ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διεξέλθωμεν· μετὰ δὲ ταῦτα τὰ τούτοις ἀκόλουθα μαθησόμεθα. ἐρρέθη γὰρ τοίνυν ἐν τῷ διαγράμματι ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις ἀπροσδιόριστος μερικωτέρα τῆς ἁπλῆς ἀποφάσεως οὖσα τυγχάνει. ἦν δὲ αὕτη ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι’, καὶ εἶπον ὅτι τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἁπλῆς ἀποφάσεως μερικωτέρα ἐστίν. κατεσκεύασαν δὲ τοῦτον τὸν τρόπον· ἐλάμβανον τὸν κατηγορούμενον σύνθετον καὶ ἐδείκνυον ὅτι ἐφ’ ὅσων μὲν αὕτη ἀληθής2 ἐστιν, ἐκείνη οὐκ ἔστιν ἀληθής, ἤγουν ἡ ἁπλῆ ἀπόφασις· ὥστε ἐκ τούτων συνάγεσθαι ὅτι ἡ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. οἷον ἔστω ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘τὸ παιδίον ἄνθρωπός ἐστιν οὐ δίκαιος’· ἀληθής ἐστι καὶ ἁρμόζει· ἔστω καὶ ἀπόφασις ἡ λέγουσα ‘τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστιν’· ψευδής 〈ἐστι〉. ὥσθ’ αὕτη μὲν καθολικωτέρα ἐστίν, ἐκείνη δὲ ἡ ἐκ μεταθέσεως καταφατικὴ μερικωτέρα. καὶ οὕτως μέντοι δῆθεν ἀπέδειξαν. ἡμεῖς δὲ λέγομεν μηδὲν διαφέρειν κατὰ τὸ σημαινόμενον τὴν ἁπλῆν ἀπόφασιν τῆς ἐκ μεταθέσεως καταφάσεως, εἴτε ἁπλοῦς ἐστιν ὁ κατηγορούμενος εἴτε σύνθετος. εἰ γὰρ δείξωμεν ὅτι ἐφ’ ὅσων ἀληθεύει ἡ μία τούτων, πάντως καὶ ἡ λοιπὴ συναληθεύει, καὶ ἐφ’ ὅσων ψεύδεται, πάντως καὶ ἡ λοιπὴ συμψεύδεται, δῆλον ὅτι οὐδὲν διαφέρουσιν ἀλλήλων. ὥσπερ γὰρ εἰ δείξωμεν ὅτι ἐφ’ ὅσων κατηγορεῖται ὁ ἄνθρωπος, ἐπὶ τοσούτων καὶ τὸ γελαστικόν, καὶ διὰ τοῦτο ἐξισάζουσιν καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα καὶ μηδεμία τούτων ἐστὶ διαφορά, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. ἀλλὰ πρῶτον τοῦτο διορισόμεθα, ὅτι ὁ κατηγορούμενος ἐν ταῖς προτάσεσιν ἢ ἁπλοῦς ἐστιν ἢ σύνθετος· καὶ δῆλα τὰ παραδείγματα. ὑποκείσθω οὖν νῦν ἁπλοῦς ὁ κατηγορούμενος ἐν ἀμφοτέραις ταῖς προτάσεσιν, καὶ σκοπήσωμεν ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου τὰς προτάσεις. ἔστω ‘τὸ παιδίον οὐ δίκαιόν ἐστιν’ ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης καὶ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου· πάλιν 〈‘τὸ παιδίον οὐ πτερωτόν ἐστιν’ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου〉· ἀμφότεραι αὗται ἀληθεῖς καθεστήκασιν· ‘τὸ παιδίον οὐκ ἀναπνέον ἐστίν’, ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῆς ἀναγκαίας ὕλης καὶ τοῦ ἐνεστῶτος χρόνου, ψευδὴς οὖσα. εἰπὲ οὖν καὶ τὰς ἁπλᾶς ἀποφάσεις τῆς μὲν πρώτης ‘τὸ παιδίον δίκαιον οὐκ ἔστι’, ‘τὸ παιδίον πτερωτὸν οὐκ ἔστι’ τῆς δευτέρας· καὶ αὗται αἱ ἀποφάσεις ἀληθεῖς. ἡ τρίτη ‘τὸ παιδίον οὐκ ἔστιν ἀναπνέον’ ψεύδεται. ὁρᾷς οὖν πῶς ἐδείξαμεν ὅτι ἐφ’ ὧν ἠλήθευσεν ἡ ἐκ μεταθέσεως κατάφασις, ἠλήθευσεν καὶ ἡ ἀπόφασις ἡ ἁπλῆ, ἐφ’ ὧν δὲ ἐκείνη ψευδὴς ἐδείχθη, καὶ αὕτη. ἐπεὶ οὖν εἴπομεν τὰς προτάσεις τὰς ἐχούσας ἁπλοῦν τὸν κατηγορούμενον, εἴπωμεν καὶ τὰς σύνθετον ἐχούσας τὸν κατηγορούμενον. ἀλλ’ ἐνταῦθα γενόμενοι τοῦ λόγου πρῶτον προσδιορισόμεθα ὅτι τὸ οὐ ἀρνητικὸν μόριον ὅλον τὸν κατηγορούμενον ἀναιρεῖ.

“但显然,在个别事物的情形中,若在被询问时进行否定是真实的,则进行肯定亦是真实的;例如,‘苏格拉底是智慧的吗?不。’‘因此苏格拉底是非智慧的。’” 在结束了关于命题后承的论述之后,[亚里士多德]从这里开始传授随从于已述内容的另一些定理。但首先让我们检视针对关于命题后承的图表而在我们面前显现的疑难;在此之后我们将学习随从于这些内容的事项。因为在那张图表中曾说过,无限定的基于转置的肯定乃是比简单否定更为特称的。而这就是表述为“人是非正义的”的那一命题,并且他们说它比表述为“人不是正义的”这一简单否定更为特称。他们曾以此种方式建立论点:他们选取了复合的谓项,并证明在前者为真的情形中,后者即简单否定并非为真;从而由此得出结论:简单否定比基于转置的肯定更为全称。例如,设有一基于转置的肯定表述为“孩童是非正义的人”;它是真实的且适用的;又设有一否定表述为“孩童不是正义的人”;[它是]虚假的。因此这一个更为全称,而那一个基于转置的肯定[命题]更为特称。然而他们正是自以为如此证明了它。但我们说,无论谓项是简单的还是复合的,简单否定在所指意义上与基于转置的肯定毫无差别。因为如果我们证明,在它们之中有一者为真的所有情形下,另一者亦完全同样为真,而在其为虚假的所有情形下,另一者亦完全同样为虚假,那么显而易见它们彼此之间毫无差别。因为正如如果我们证明,在“人”被谓述的同样多的情形下,“能笑的”亦被谓述,并因此二者相等且彼此换位,它们之间毫无差异;在当前的问题中亦是如此。但首先让我们界定这一点:命题中的谓项要么是简单的,要么是复合的;而诸例是显而易见的。那么现在设两命题中的谓项皆为简单的,并让我们在一切质料与一切时间中考察这些命题。设在可能质料中与现在时中有“孩童是非正义的”这一基于转置的肯定;再次,〈在不可能质料中与现在时中有“孩童是非有翼的”〉;这二者均确立为真;“孩童是非呼吸的”,在必然质料中与现在时中作为基于转置的肯定,则是虚假的。那么亦请陈述简单否定:关于第一者的“孩童不是正义的”,关于第二者的“孩童不是有翼的”;这些否定亦是真实的。第三者“孩童不是呼吸的”则是虚假的。那么,你看见我们是如何证明了:在基于转置的肯定为真的情形中,简单否定亦为真,而在前者被证明为虚假的情形中,后者亦为虚假?因此,既然我们已经陈述了具有简单谓项的命题,就让我们亦陈述具有复合谓项的命题。但在论述到达此处时,我们首先要作出界定:否定词“不(非)”是取消整个谓项的。

语法注2 条
  1. 4.1.2εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές

    在引文的句法中,由于在由开头的 Φανερὸν δὲ ὅτι 所引导的名词从句内部插入了条件从句 εἰ ἀληθὲς ... ἀποφῆσαι,陈述连词 ὅτι 在其后作了复指性的重复(epanaleptic ὅτι)。同时,阳性宾格单数分词 ἐρωτηθέντα 充当不定式 ἀποφῆσαι 的逻辑主语(表示不特定的应答者,“某人在被询问时”)。

  2. 4.1.2ἐφ’ ὅσων μὲν αὕτη ἀληθής ἐστιν, ἐκείνη οὐκ ἔστιν ἀληθής

    此处是指示代词对比两个命题的用法:作为前文主题的“基于转置的肯定”(ἡ ἐκ μεταθέσεως κατάφασις)由近指代词 αὕτη 指代,而另一命题“简单否定”(ἡ ἁπλῆ ἀπόφασις)则由远指代词 ἐκείνη 指代,并且紧随其后的同位语短语 ἤγουν ἡ ἁπλῆ ἀπόφασις 明确了后者的指涉对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:47.14-48.18