- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:45.13-47.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《解释篇》第10章20a3的文句,斯蒂芬努探讨了包含“是”以外动词的命题以及以不确定名词为主项的命题之后承与排列。在驳斥先前注家的误解并纠正否定词的位置后,他提出了普罗克洛关于推导后承命题的普遍规则。
" Ἐφ’ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττῃ οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ βαδίζειν, ἐπὶ τούτων τὸ αὐτὸ ποιεῖ οὕτως τιθέμενον ὡς ἂν εἰ τὸ ἔστι προσήπτετο,1 καὶ τὰ ἑξῆς." Τοῦτο τὸ θεώρημα, ὃ νῦν Ἀριστοτέλης παραδίδωσιν, τινὲς τῶν ἐξηγητῶν ὑπέλαβον αὐτὸν λέγειν, ὅτι ὥσπερ ἐγένετο ἀκολουθία καὶ τάξις τῶν προτάσεων, αἷς ἦν τὸ ἔστι τρίτον προσκατηγορούμενον, οὕτως ἐστὶ καὶ ἡ ἀκολουθία καὶ ἡ τάξις καὶ ἐν ταῖς προτάσεσιν, ἐν αἷς ἀντὶ τοῦ ἔστιν ἕτερον ῥῆμα λαμβάνομεν, οἷον ‘ἄνθρωπος δίκαιος βαδίζει’. ὅτι δὲ τοῦτο οὐκ ἔστιν ἀληθὲς δῆλον· οὐ γάρ ἐστιν ἐνταῦθα ἡ πρότασις ἐκ τρίτου προσκατηγορουμένου, ἀλλὰ συνθετός ἐστιν ὁ ὑποκείμενος. ἀδύνατον γάρ ἐστιν ἕτερόν τι ῥῆμα τρίτον προσκατηγορεῖσθαι ὡσαύτως· καὶ ἐνταῦθα δὲ προσδιωρίσατο καὶ ἐν τοῖς Ἀναλυτικοῖς εἶπεν, ὡς ἔχομεν σὺν θεῷ μαθεῖν. ἄλλοι δὲ λέγουσιν ὅτι τὸ ζητούμενον ἐν τούτοις ἐστὶν ὡς ἐν ταῖς προτάσεσιν ἐν αἷς δυνάμει θεωρεῖται τὸ ἔστιν, ὡς ἐν τῷ ‘Σωκράτης βαδίζει’ (ἐνταῦθα γὰρ δυνάμει πρόσκειται τὸ ἔστιν· ἀναλυόμενον γὰρ τὸ ῥῆμα εἰς τὴν οἰκεῖαν μετοχὴν μετὰ τοῦ ἔστι ῥήματος ἀναλύεται,2 ὡς τὸ ‘Σωκράτης βαδίζει’ ἀντὶ τοῦ ‘Σωκράτης βαδίζων ἐστίν’), ὅταν οὖν οὕτως γένηται ‘Σωκράτης βαδίζων ἐστί’, ‘Σωκράτης οὐ βαδίζων ἐστίν’, ἆρα κατάφασίς ἐστι ἢ ἀπόφασις· καὶ λέγει ὅτι ἀπόφασις. τοῦτο δὲ ἐνταῦθα ζητήσεως οὐκ ἔστιν ἄξιον. τίς γὰρ ἀποκλήρωσις τὴν μὲν ‘ἄνθρωπος οὐ δίκαιός ἐστι’ κατάφασιν εἶναι, τὴν δὲ ‘ἄνθρωπος οὐ βαδίζων ἐστί’ μὴ εἶναι κατάφασιν; ἡμεῖς δὲ λέγομεν, ἐπειδὴ ἐμνημόνευσεν προσεχῶς καὶ παράδειγμά τι τέθεικεν τῶν προτάσεων τῶν ἐχουσῶν τὸν ὑποκείμενον ἀόριστον ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου μόνων συγκειμένων, οἷον ‘〈ἔστιν〉 οὐκ ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄνθρωπος’, καὶ πάλιν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου καὶ τρίτου προσκατηγορουμένου ‘οὐκ ἄνθρωπος δίκαιός ἐστι, πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστι’, φοβηθεὶς μήπως ὑποπτεύσῃ τις3 * * * καὶ ταὐτὸν ἡγησάμενος τὸν πᾶς προσδιορισμὸν τῷ ἄνθρωπος ὀνόματι, καὶ ποιήσῃ τὴν ἀπόφασιν τῆς ‘πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστιν’ καταφάσεως ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ καὶ μηκέτι φυλάξῃ τὴν οὐ ἄρνησιν ἐν τῷ ὑποκειμένῳ, λέγει νῦν ὅτι οὐ δεῖ οὕτως ποιῆσαι τὴν ἀπόφασιν, ἀλλὰ δεῖ φυλάξαι τὸ ἀρνητικὸν μόριον ἐν τῷ ὑποκειμένῳ, ὡς ἦν ἐν τῇ καταφάσει, καὶ ποιῆσαι τὴν ἀπόφασιν ‘οὐ πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστι’ ἢ ‘πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐκ ἔστιν’. ὁ γὰρ πᾶς, ὅπερ ἀνωτέρω εἴρηται, οὐ σημαίνει τινὰ καθολικὴν φύσιν, ὥσπερ τὸ ζῷον λογικὸν θνητὸν τὸν ἄνθρωπον, ἀλλὰ τοῦτο σημαίνει ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου τὸ κατηγορούμενον πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ὑπάρχει.4 καὶ δῆλα τὰ παραδείγματα τέθεικεν. Εἶτα ἐπειδὴ ἐν τῷ προειρημένῳ παραδείγματι οὐκ ἐμπεριείχετο ἡ καθόλου ἀπόφασις ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος δίκαιός ἐστι’, ζητεῖται ποία πρότασις ταύτῃ ἕπεται. καὶ ἀποφαίνεται ὅτι ἡ καθόλου τε καὶ ἐκ μεταθέσεως οὖσα κατάφασις. οἷον ἁπλῆ ἀπόφασις ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστι’· ταύτῃ ἕπεται ‘πᾶς ἄνθρωπος οὐ πτερωτός ἐστιν’. ἀκολουθεῖ δὲ καὶ ἡ μερικὴ κατάφασις τῇ μερικῇ ἀποφάσει ποτέ. ‘τίς ἄνθρωπος δίκαιός ἐστι’ μερικὴ κατάφασις, ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ μερικὴ ἀπόφασις. οὕτως μὲν Ἀριστοτέλης ἐπὶ τῶν παραδειγμάτων ἀπέδειξεν ποία πρότασις ποίᾳ προτάσει ἕπεται. ὁ δὲ Πρόκλος καθόλου μέθοδόν τινα τῆς τούτων εὑρέσεως παραδίδωσιν. ἡ δὲ μέθοδός ἐστι τοιαύτη· ἐὰν προταθῇ τις πρότασις, φύλαξον τὸν αὐτὸν ὑποκείμενον καὶ τὸ αὐτὸ ποσόν, ἄλλαξον δὲ τὸ [αὐτὸ] ποιὸν καὶ τὸν κατηγορούμενον. καὶ τὸ μὲν ποιὸν οὕτως· ἐὰν ἡ προταθεῖσα πρότασις καταφατική ἐστι ποίησον αὐτὴν ἀποφατικήν, καὶ ἔμπαλιν ἐὰν ἀποφατική ἐστι, ποίησον αὐτὴν καταφατικήν. τὸν δὲ κατηγορούμενον ἀμείβεις οὕτως, ἐὰν ὡρισμένον ἐστί, ποιῶν αὐτὸν ἀόριστον, καὶ τὸ ἀνάπαλιν ἐὰν ἀόριστον, ὡρισμένον. ὅταν οὖν τὸ μὲν ποσὸν τὸ αὐτὸ φυλάξῃς, οἷον εἰ μὲν μερική, μερικὴν ποιῶν, καὶ εἰ καθόλου, καθόλου, καὶ τὸν ὑποκείμενον τὸν αὐτόν, ἀμείψῃς δὲ τὸ ποιὸν καὶ τὸν κατηγορούμενον, πάντως εὑρήσεις τὴν ἀκολουθοῦσαν πρότασιν. οἷον προκείσθω καθόλου πρότασις ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι’· φύλαξον τὸν ὑποκείμενον, τοῦτ’ ἔστι τὸν ἄνθρωπον, φύλαξον καὶ τὸ ποσόν, ἄμειψον δὲ τὸ ποιόν, ἔτι δὲ καὶ τὸν κατηγορούμενον, καὶ ποίησον ‘οὐδεὶς ἄνθρωπος οὐ ζῷόν ἐστιν’· ὅπερ ταὐτὸν φθέγγεται τῇ προταθείσῃ προτάσει. ὡσαύτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων τῶν προσδιωρισμένων προτάσεων, καὶ ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται κατὰ τὴν μέθοδον ταύτην καὶ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις. ἐπὶ δὲ τῶν ἀπροσδιορίστων ταῖς μὲν καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις, οὐκέτι δὲ ἀντιστρόφως ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐδείχθη γὰρ ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις μερικωτέρα ἐστὶ τῆς ἁπλῆς ἀποφάσεως, καὶ εἰκότως οὐχ ἕπεται· τὸ γὰρ μερικὸν τῷ καθολικωτέρῳ ἕπεσθαι οὐκ ἐγχωρεῖ. ταῦτα ἔχει ἡ θεωρία.
“在‘是’不适用的情形中,例如在‘健康’和‘行走’的情形中,在这些情形中,如此放置便起到如同‘是’被附加时同样的作用,等等。” 关于亚里士多德现在传授的这一原理,某些解释者认为他的意思是:正如在‘是’作为第三个附加谓项的命题中形成了后承和排列一样,在我们在其中采用另一个动词代替‘是’的命题中(例如‘正义的人行走’),后承和排列亦同样存在。但这种解释并非真实是显而易见的;因为这里的命题并非由第三个附加谓项构成,而是主项本身是复合的。因为任何其他动词都不可能以类似的方式作为第三个词项而被附加谓述;而且正如我们在上帝助佑下所能学到的那样,他在这里作了进一步限定,并在《分析篇》中论及了此事。但另一些人则说,在这些文句中所探讨的问题涉及‘是’被潜在地考察的命题,例如在‘苏格拉底行走’中(因为在这里‘是’被潜在地附加;因为该动词被分析时,是分析为其固有的分词加上动词‘是’,正如‘苏格拉底行走’代替‘苏格拉底是在行走的状态’);因此,当变成‘苏格拉底是在行走的状态’、‘苏格拉底是在不行走的状态’时,这究竟是肯定还是否定;而他说这是否定。然而此事在这里是不值得探讨的。因为凭什么武断地认为‘人是非正义的’是肯定,而‘人是不行走的’却不是肯定呢?但我们说,既然他在不久前提到并列举了具有不确定主项且仅由谓项和主项构成的命题之例,如“〈有〉非人存在”、“有每一个非人存在”,以及由谓项、主项和第三个附加谓项构成的命题“非人是正义的”、“每一个非人是正义的”;因唯恐有人会怀疑* * *并将量词“每一个”视为与名词“人”相同,从而把肯定命题“每一个非人是正义的”之否定作成了“并非每个人都是正义的”,而不再在主项中保留否定词“非”;因此他现在说,不应当如此构成否定,而应当如在肯定中那样在主项中保留否定词,并将否定构成“并非每一个非人是正义的”或“每一个非人都不是正义的”。因为正如上文所言,“每一个”并不表示某种普遍本性(如同“有理性的会死的动物”表示“人”那样),而是表示:当主项是全称的时,谓项属于从属于该主项的所有事物。并且他列出了清晰的例子。随后,由于在上述例子中未包含表述为“没有任何人是正义的”这一全称否定,故探讨何种命题随从于此命题。而他判定:全称且基于转置的肯定随从于它。例如简单否定“没有任何人是有翼的”;随从于此的是“每个人都是非有翼的”。而特称肯定有时亦随从于特称否定。“某个人是正义的”是特称肯定,“并非每个人都是正义的”是特称否定。亚里士多德就是这样在诸例中论证了何种命题随从于何种命题。而普罗克洛则传授了一种用于发现这些后承的普遍方法。该方法如下:若提出某一命题,请保留相同的主项和相同的量,但改变其质与谓项。关于质则如此处理:若提出的命题是肯定的,便将其变为否定的;反之若是否定的,便将其变为肯定的。而谓项则如此变换:若是确定的,通过将其变为不确定;反之若是不确定的,则变为确定的。因此,当你保持量相同(例如若是特称的便作成特称,若是全称的便作成全称)且主项相同,而改变质和谓项时,你必将完全找到后承命题。例如设提出全称命题“每个人都是动物”;保留主项即“人”,亦保留量,但改变质,进而亦改变谓项,作成“没有任何人是非动物”;这与提出的命题表达了相同的意思。在其他有限定命题中情况亦同样如此,按照这一方法,否定随从于肯定,肯定亦随从于否定。但在无限定命题中,否定虽随从于肯定,肯定却不再反过来随从于否定;因为已经表明,基于转置的肯定比简单否定更为特称,因而它不随从是合乎情理的;因为特称的东西不可能随从于更全称的东西。总体探讨的内容即是这些。
- 4.1.1ὡς ἂν εἰ τὸ ἔστι προσήπτετο
连词 ὡς ἂν εἰ(仿佛……一般)接未完成过去时直陈式 προσήπτετο,构成与现在事实相反的假定句。此处表示在系动词“是”并未字面上出现的情况下,动词所起到的逻辑作用就如同“是”被附加了一样。
- 4.1.1ἀναλυόμενον γὰρ τὸ ῥῆμα εἰς τὴν οἰκεῖαν μετοχὴν μετὰ τοῦ ἔστι ῥήματος ἀναλύεται
分词 ἀναλυόμενον 与主语 τὸ ῥῆμα 一致,作为表示条件或时间(“动词当/若被分析时”)的状语分词。主动词 ἀναλύεται 与之同源呼应,介词短语 εἰς τὴν οἰκεῖαν μετοχὴν μετὰ τοῦ ἔστι ῥήματος(“分析为其固有的分词加上动词‘是’”)标明了分析的归宿。
- 4.1.1φοβηθεὶς μήπως ὑποπτεύσῃ τις
分词 φοβηθεὶς(唯恐)以亚里士多德为逻辑主语,引出表示担心的从句 μήπως ὑποπτεύσῃ τις(“唯恐有人怀疑……”)。底本在此处标有缺文;其后的分词 ταὐτὸν ἡγησάμενος 以及虚拟式 ποιήσῃ、μηκέτι φυλάξῃ 均在该 μή 引导的从句中顺延,直至主句谓语动词 λέγει 出现实行主干收束。
- 4.1.1τοῦτο σημαίνει ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου τὸ κατηγορούμενον πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ὑπάρχει
τοῦτο 是动词 σημαίνει 的宾语,后接的 ὅτι 从句充当其同位语解释。在 ὅτι 从句内部,属格独立结构 καθόλου ὄντος τοῦ ὑποκειμένου(“当主项是全称的时”)充当条件或背景状语,从句主语为 τὸ κατηγορούμενον,与格短语 πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον 依存于动词 ὑπάρχει。
