- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:43.18-45.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯忒法诺逐句注解了亚里士多德《解释篇》第10章原文(19b20–37),阐释了联项“是”作为合成与附加的含义、转置命题中双重否定的逻辑功能、对《前分析篇》引述的时态理解,以及具有不定主词的命题结构。
" Οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει." ἰστέον ὅτι τὸ συγκεῖσθαι οὐ καλῶς εἶπεν· οὐ γὰρ σύγκειται ἐκ δύο τινῶν ἢ πλειόνων τὸ ἔστι· πᾶν γὰρ συγκείμενον τοὐλάχιστον ἐκ δύο τινῶν σύγκειται. σὺ οὖν λαβὲ τὸ συγκεῖσθαι ἢ ἀντὶ τοῦ προσκεῖσθαι, ὅπερ αὐτὸς μικρὸν ὕστερον τῷ συγκεῖσθαι ἐπήγαγεν, ἢ συγκεῖσθαι ἀντὶ τοῦ σὺν τοῖς ἄλλοις κεῖσθαι, οἷον σὺν τῷ κατηγορουμένῳ καὶ ὑποκειμένῳ. ὄνομα δὲ ἢ ῥῆμα εἶπεν νῦν οἷον ‘ᾧ βούλῃ ὀνόματι καλέσῃς αὐτό.’ εἶπεν ὄνομα τῷ κοινῷ προσρήματι· εἴπομεν γὰρ ὅτι καὶ τὸ ὄνομα τὸ παρ’ ἡμῖν καὶ τὸ ῥῆμα καὶ πᾶν μέρος λόγου ὄνομα ἐπεκάλουν οἱ παλαιοί. εἰ δὲ ῥῆμα εἴποις τὸ ἔστι, τότε τῷ ἰδικῷ ὀνόματι καλεῖς αὐτό. ἰστέον δὲ ὅτι κατάφασιν καὶ ἀπόφασιν λέγει τὰς ἁπλᾶς προτάσεις, οὐχ ὡς καὶ τῶν ἄλλων μὴ οὐσῶν καταφάσεων καὶ ἀποφάσεων,1 ἀλλὰ τὰς ἁπλᾶς λέγει καταφάσεις καὶ ἀποφάσεις, ἐπειδὴ αὗται κυριώτεραί εἰσιν τῶν ἄλλων προτάσεων.
“例如‘人是正义的’:我说‘是’作为第三个名词或动词在肯定中被合成。” 应当知道,他说“被合成”是不妥当的;因为“是”并非由两个或更多事物构成;因为凡被合成之物,至少是由两个事物构成的。因此,你当把“被合成”理解为代替“被附加”——他本人不久后即将此语附加于“被合成”之后——或者把“被合成”理解为代替“与其他成分并列”,即与谓项和主项[并列]。而他现在说“名词或动词”,意思是“无论你愿意用什么名称称呼它”。他是以通用的称谓说了“名词”;因为我们曾说过,古代人把我们这里所说的名词、动词以及言语的每一个词类都称为“名词”。但如果你把“是”称为动词,那时你就是以其特有的名称称呼它。还应当知道,他把简单命题称为“肯定”和“否定”,这并不是说其他命题就不是肯定和否定,而是因为这些命题比其他命题更为本原,才将简单命题称为肯定和否定。
"Λέγω δὲ ὅτι τὸ ἔστι ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ." ἐνταῦθα καλῶς εἶπεν ἐπὶ τοῦ ἔστι προσκείσεται * * * τὴν ἁπλῆν ἐσήμανεν πρότασιν, ἐν δὲ τῷ εἰπεῖν οὐ δικαίῳ τὴν ἐκ μεταθέσεως ‘ἔστιν οὐ δίκαιος ἄνθρωπος’. Ἐντεῦθεν τὰς ἐκ μεταθέσεως προτάσεις παραδίδωσι. καὶ ἄξιον ζητῆσαι περὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἆρά γε κατάφασιν σημαίνει ἢ ἀπόφασιν. λέγομεν τοίνυν ὅτι ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται τῇ ἁπλῇ καταφάσει· καὶ εἰκότως, διότι ἐπὶ τῶν ὄντων ὅταν ληφθῶσιν δύο ἀρνήσεις ἐπὶ διαφόρων ὅρων κείμεναι ἢ προσρήματος (πρόσρημα δέ φημι ἢ τὸν προσδιορισμὸν ἢ τὸν τρίτον προσκατηγορούμενον) πάντως κατάφασιν σημαίνουσιν, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’· ἐνταῦθα τὸ ‘οὐ δίκαιος οὐκ ἔστι’ κατάφασιν δηλοῖ. ὅταν δὲ ἐπὶ τῶν μὴ ὄντων ληφθῶσιν, ἀδιάφορον· ἡ αὐτὴ γὰρ ἐκ μεταθέσεως ἀπόφασις ἐπὶ τῶν ἀδιαφόρων, οἷον τῶν μήτε δικαίων μήτε ἀδίκων, οὐκ ἔχει τὴν αὐτὴν κατάφασιν. ἐπὶ διαφόρων δὲ ὅρων εἴπομεν διὰ τὴν Ἀττικὴν συνήθειαν· πολλάκις γὰρ αὐτοὶ τὰς δύο ἀρνήσεις καὶ ἀλλεπαλλήλως τιθέντες ἀντὶ μιᾶς ἀρνήσεως αὐτὰς λαμβάνουσιν, ὡς τὸ ‘οὐ μὴ ποιήσεις’ ἀντὶ τοῦ ‘οὐ ποιήσεις’ καὶ ἕτερά τινα τοιαῦτα.
“而我说,‘是’要么将附加于‘正义’,要么将附加于‘非正义’。” 在这里,关于“是”,他妥当地说了“将附加于”* * *他表明了简单命题,而在说“非正义”时,表明了基于转置的命题:“人是非正义的”。从这里开始他传授基于转置的命题。并且值得探讨的是,基于转置的否定究竟是表示肯定还是表示否定。于是我们说,基于转置的否定随从于简单肯定;这是合乎情理的,因为对于存在的事物而言,当置于不同词项或附加词(我所说的附加词是指量项或第三个附加谓项)上的两个否定词被采用时,它们完全表示肯定,例如“人是正义的”,“人不是非正义的”;这里的“不是非正义的”便表明了肯定。但当它们用于非存在的事物时,则是无差别的;因为在无差别的事物上(例如既非正义亦非不正义的事物),同一基于转置的否定并不具有相同的肯定。我们说“在不同词项上”,是由于阿提卡的习惯用法;因为他们经常接连放置两个否定词,而将其当作单一否定使用,如用“绝不做”代替“不做”以及其他此类情形。
"Ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτως τέτακται." ἰστέον ὅτι ὅσον ἐκ τῆς φράσεως τοῦ ῥητοῦ τούτου2 πρότερά εἰσιν τὰ Ἀναλυτικὰ τῆς παρούσης πραγματείας· εἶπεν γὰρ ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγεται. λαβὲ οὖν τὸ λέγεται ἀντὶ τοῦ λεχθήσεται· σκοπὸν γὰρ ἔχων περὶ ἐκείνων γράψαι εἶπεν τὸ λέγεται.
“因此这些命题,正如在《分析篇》中所说的,是如此排列的。” 应当知道,仅从该词句的表述来看,《分析篇》似乎先于当前的论著;因为他说“正如在《分析篇》中所说的”。因此,你应当把“所说的”理解为代替“将被说的”;因为他怀有撰写那些内容的意图,才说了“所说的”。
"Ὁμοίως δὲ ἔχει κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασις." ἐπειδὴ δὲ πάντα ὅσα εἶπεν ἄνω ὡς ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων ἐγύμνασεν, φησὶ νῦν ὅτι καὶ ἐπὶ τῶν προσδιωρισμένων τὸ αὐτὸ συμβήσεται.
“即使名词的肯定是全称的,情况亦同样如此。” 既然他把上面所说的一切都在无限定命题上进行了操练,他现在便说,在有限定命题上同样的事情亦将发生。
"Πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν· ἐνδέχεται δέ ποτε." εἴπομεν καὶ ἐν τῇ θεωρίᾳ ὅτι διαφοράν τινα ἔχουσιν αἱ προσδιωρισμέναι προτάσεις πρὸς τὰς ἀπροσδιορίστους. ἐπὶ γὰρ τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι (τὰς αὐτὰς γὰρ λέγει κατὰ διάμετρον) ἀεὶ συναληθεύουσιν, ἐπὶ δὲ τῶν προσδιωρισμένων ἡ μὲν τῶν διαγωνίων ἀληθεύει, ἡ δὲ συμψεύδεται. τοῦτο οὖν αἰνίττεται διὰ τοῦ ῥητοῦ τούτου.
“只是对角线上的命题不可能以类似的方式同真;但有时是可能的。” 正如我们在总体探讨中所说,有限定命题相对于无限定命题具有某种差异。因为在无限定命题中,对角线上的命题(他用同等含义称之为对角线命题)总是同真的,但在有限定命题中,一组对角线命题为真,另一组则同假。因此,他是通过这一文句来暗示这一点的。
"Ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντες.3" ἐπειδὴ τὰς ὡρισμένον ἐχούσας τὸν ὑποκείμενον προτάσεις ἐγύμνασεν, φησὶν ὅτι εἰσὶν καὶ ἄλλαι προτάσεις ἀόριστον ἔχουσαι τὸ ὑποκείμενον καὶ ὁμοίως τὰς καταφάσεις καὶ ἀποφάσεις ποιοῦσαι· πλὴν κεχωρισμέναι εἰσὶν αὗται τῶν ἐχουσῶν ὡρισμένον τὸ ὑποκείμενον. ταῦτα ἔχει ἡ πρᾶξις.
“另有一些则是附加于作为某种主项的‘非人’之上。” 既然他操练了具有确定主项的命题,他便说还有其他具有不确定主项并同样构成肯定和否定的命题;只不过这些命题与具有确定主项的命题是截然区分的。这一讲的内容即是这些。
- 4.0.2οὐχ ὡς καὶ τῶν ἄλλων μὴ οὐσῶν καταφάσεων καὶ ἀποφάσεων
连词 ὡς 后接属格绝对结构(τῶν ἄλλων μὴ οὐσῶν...),并与前置的 οὐχ 结合,表达被否定的假设性理由:“并非由于其他命题不是肯定和否定”。μή 否定受 ὡς 引导的分词结构所代表的主观设想,而句首的 οὐχ 则否定整个从属因果联系。
- 4.0.4ὅσον ἐκ τῆς φράσεως τοῦ ῥητοῦ τούτου
由表示限定关系的关系词 ὅσον 与介词短语 ἐκ τῆς φράσεως... 构成的惯用省略句式(“仅从该词句的表述来看”)。其后省略了表示判断或显现的动词(如“可推断”或“显见”),充当限定主句 πρότερά εἰσιν... 的副词性修饰成分。
- 4.0.7Ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντες
在引文(lemma)中,阳性复数分词 προστεθέντες 与阴性主语 Ἄλλαι(指命题 προτάσεις)在语法性上不一致。这反映了根据意义对构成命题的词项(ὅροι)或陈述(λόγοι)的照应(constructio ad sensum),或者是注解者直接引用了其所见文本手抄流传中的异文。
