- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:42.5-43.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺说明了无限定命题与有限定命题中简单命题与基于转置命题之间的承接推论关系及图表对角线上的真值关系,并由此结束总体探讨,转入逐句细读。
ἡ δὲ ἁπλῆ ἀπόφασις ἡ λέγουσα (ὑπόθου ὁ λίθος)1 ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἀναιρεῖ καὶ τὸ δίκαιον ἐκ τοῦ λίθου καὶ τὸν ἄνθρωπον. ἡ δὲ ἄλλη ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ὁ λίθος ἄνθρωπος οὐ δίκαιός ἐστι’ τοῦτό φησιν ὅτι ἄνθρωπος μέν ἐστιν ὁ λίθος, οὐ δίκαιος δέ. ὥστε καθολικωτέρα ἡ ἁπλῆ ἀπόφασις τῆς ἐκ μεταθέσεως καταφάσεως. οὐκέτι δὲ ἀντιστρέφει·2 οὐ γὰρ ὃν λόγον ἔχουσιν αἱ στερητικαὶ προτάσεις πρὸς τὰς ἐκ μεταθέσεως προτάσεις, τὸν αὐτὸν λόγον ἕξουσι κατὰ τὸ καθολικώτερον καὶ τὸ μερικώτερον αἱ ἁπλαῖ. ἡ μὲν γὰρ στερητικὴ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικός ἐστι’ μερικωτέρα ἐστίν, ὡς ἐρρέθη, τῆς ἐκ μεταθέσεως καταφάσεως τῆς λεγούσης ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’· ἡ δὲ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐκείνης ἀποδέδεικται κατὰ τὸν αὐτὸν τρόπον. ἐπειδὴ ἡ στερητικὴ κατάφασις μερικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, οὐκοῦν καὶ ἡ ἀπόφασις αὐτῆς ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν’ 〈καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’〉· ἡ δὲ ἁπλῆ κατάφασις μερικωτέρα ἐκείνης ἀποδέδεικται. καλῶς 〈οὖν〉 εἴρηται ὅτι τῶν δ μορίων τὰ μὲν ἐκ μεταθέσεως οὕτως ἀκολουθοῦσιν ταῖς ἁπλαῖς καταφάσεσι καὶ ἀποφάσεσιν ὡς αἱ στερητικαὶ προτάσεις, οὐκέτι δὲ ἀντιστρέφει. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν προσδιωρισμένων προτάσεων ἡ ἀκολουθία· πλήν γε αἱ κατὰ διάμετρον κείμεναι προτάσεις οὐχ ὁμοίως συναληθεύουσιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης ὥσπερ ἐκεῖ· ἐκεῖ μὲν γὰρ ἀεὶ συναληθεύουσιν αἱ διαγώνιοι, τοῦτ’ ἔστιν ἐπὶ τῶν ἀπροσδιορίστων· ἐπὶ δὲ τῶν προσδιωρισμένων προτάσεων ποτὲ μὲν συναληθεύουσι ποτὲ δὲ συμψεύδονται. καὶ τοῦτο δῆλον ἐκ τοῦ διαγράμματος· οἷον ἐν μὲν τῷ α διαγράμματι κεῖται ‘ἄνθρωπος δίκαιός ἐστιν’ ἁπλῆ κατάφασις, διαγώνιος δὲ ταύτῃ κεῖται ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’. ἀμφότεραι οὖν ὁμολογουμένως ἀληθεῖς, καὶ ἡ λέγουσα ‘ἄνθρωπος δίκαιός ἐστι’ διὰ Σωκράτην καὶ ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι’ δι’ Ἄνυτον ἢ τὸ παιδίον. πάλιν κεῖται ἐπ’ εὐθείας3 ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἁπλῆ ἀπόφασις, ταύτῃ δὲ διαγώνιος κεῖται ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστι’. συναληθεύουσιν· ἡ μὲν γὰρ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἐπὶ παιδίων ἀληθεύει, ἐπὶ αὐτῶν δὲ τούτων ἀληθεύει πάλιν καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις. ὥστε ἀποδέδεικται ὅτι ἀεὶ ἐπὶ τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι συναληθεύουσιν. ἐπὶ δὲ τῶν προσδιωρισμένων κείσθω ἄνω πρότασις ἁπλῆ κατάφασις οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι’ ψευδὴς οὖσα ὁμολογουμένως· ἐπ’ εὐθείας ταύτῃ κεῖται ἑτέρα πρότασις ἀντιφατικῶς μαχομένη ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν’. πάλιν δὲ ἡ ἐκ μεταθέσεως ἀπόφασις ὑποκάτω κείσθω ἑπομένη τῇ καθόλου καταφάσει ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ κατάφασις αὕτη ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’. αἱ μὲν οὖν διαγώνιοι καθόλου οἷον ἡ ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέσεως συμψεύδονται, ἥ τε λέγουσα ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι’ καὶ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’· αἱ δὲ ἄλλαι διαγώνιοι, ἥ τε λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ καὶ ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιος’ συναληθεύουσιν· ἀληθὲς γὰρ εἰπεῖν ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ καὶ τὸ λέγειν ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’. εἶτα παρακατιὼν ὑπόδειγμά τι τίθησιν καὶ τῶν προτάσεων τῶν ἐχουσῶν τὸν ὑποκείμενον ἀόριστον· ποῖαι δέ εἰσιν αὗται, ἤδη μεμαθήκαμεν. ἐπεὶ οὖν ταῦτα εἴπομεν καὶ τὸ ἱκανὸν μέγεθος ἀπείληφεν ἡ παροῦσα θεωρία, φέρε ταύτην ἐνταῦθα καταπαύοντες τὴν λέξιν πολυπραγμονήσωμεν, ἵνα, εἴ πού τι δέοι, σαφηνίσωμεν κατὰ δύναμιν.
另一方面,说“人不是正义的”这一简单否定(设想〔主语为〕石头),则从石头中既排除了“正义”,也排除了“人”。而另一基于转置的肯定,即说“石头是非正义的人”,说的则是:石头固然是人,但不是正义的。因此简单否定比基于转置的肯定的外延更广。但这不再能换位推论:因为亏缺命题相对于基于转置的命题所具有的关系,并不就是简单命题在外延更广与更窄方面所具有的关系。因为正如所说,说“人是不公正的”这一亏缺肯定,比说“人是非正义的”这一基于转置的肯定的外延更窄;但简单否定以同样的方式被证明比后者外延更广。既然亏缺肯定比基于转置的肯定的外延更窄,那么其否定,即说“人不是不公正的”,亦〈比说“人不是非正义的”这一基于转置的否定的外延更广〉;而简单肯定已被证明比后者外延更窄。因此说得好:在四个部分中,基于转置的命题像亏缺命题那样随从于简单肯定和简单否定,但这不再能换位推论。这些是关于无限定命题的情况。 对于有限定命题而言,其承接推论关系亦以同样方式成立;只是位于对角线上的命题在偶然质料的情况下,并不像在那里一样同样地同真。因为在那里,即在无限定命题的情况下,对角线上的命题总是同真的;但在有限定命题的情况下,它们有时同真,有时同假。这从图表中亦显而易见:例如在第一幅图表中,置有简单肯定“人是正义的”,而与其处于对角线位置的,则是说“人是非正义的”这一基于转置的肯定。因此两者显然都是真的:说“人是正义的”因苏格拉底而真,说“人是非正义的”因阿纽托斯或儿童而真。又,横向并列置有简单否定“人不是正义的”,与其处于对角线位置的,则是说“人不是非正义的”这一基于转置的否定。它们同真:因为说“人不是正义的”这一否定对儿童而言是真的,而对这同一些对象而言,基于转置的否定亦同样是真的。因此已证明,在无限定命题中对角线上的命题总是同真的。 然而在有限定命题中,设上面置有简单肯定命题,如“每个人是正义的”,它显然是假的;与其横向并列置有另一构成矛盾对抗的命题,即说“并非每个人是正义的”。又设基于转置的否定置于下方,随从于全称肯定,即说“并非每个人是非正义的”;而与其横向并列置有这一肯定,即说“每个人是非正义的”。于是,全称的对角线命题,即简单肯定与基于转置的肯定——无论是说“每个人是正义的”还是说“每个人是非正义的” ——都是同假的;而另一组对角线命题,即说“并非每个人是正义的”与说“并非每个人是非正义的”,则是同真的;因为说“并非每个人是正义的”是真的,说“并非每个人是非正义的”也是真的。 随后他继续往下,亦给出了主词不被限定的命题的例证;至于这些是何种命题,我们此前已经学过。既然我们已经讲了这些,且当前的总体探讨已达到足够的篇幅,那么来吧,我们在此结束这一探讨,仔细研读原文,以便在有所需要之处竭尽所能加以澄清。
- 4.0.1ὑπόθου ὁ λίθος
祈使语气动词 ὑπόθου 伴随主格 ὁ λίθος 的插入结构。此处并未按照常规支配宾格 τὸν λίθον,而是将用作主语例证的名词直接以主格形式置入。
- 4.0.1οὐκέτι δὲ ἀντιστρέφει
第三人称单数现时态 ἀντιστρέφει 作无人称或不及物用法,意为“(该推论关系)不再可换位成立”。它表明基于转置命题对简单命题的推论关系反过来并不对称地成立。
- 4.0.1ἐπ’ εὐθείας
指称逻辑对立正方形中相对位置的短语。与对角线位置(διαγώνιος, κατὰ διάμετρον)相对,ἐπ’ εὐθείας(字面意为“在一条直线上”)表示水平处于同一直线上的相对位置(即肯定与否定命题的配对,在有限定命题中为矛盾命题组合)。
