← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§40.40-42.5

量词的否定与转置命题的推论关系

斯捷潘诺斯解释了具量命题中否定词为何必须附加于量词之上,以此结束第二论题;随后展开第三论题,通过与亏缺命题的类比,阐明简单命题与基于转置的命题之间的推论随从关系及其外延宽狭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0.1#2

πρῶτον μὲν διὰ τὸ κῦρος τοῦ προσδιορισμοῦ. ὁ γὰρ προσδιορισμὸς ποσὸν σημαίνει, ὡς ἤδη φθάσαντες ἀπεδώκαμεν· αὐτῷ οὖν συνάπτομεν τὴν οὐ ἄρνησιν, ἵνα τὸ ποσὸν ἀνέλωμεν. ἐκείνου γὰρ λέγοντος1 ὅτι πᾶς ἄνθρωπος δίκαιός ἐστι λέγομεν ἀναιροῦντες τὸ ποσὸν ὅτι τοῦτο οὐκ ἔστιν ἀληθές· φαμὲν γὰρ ὅτι οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι. δεύτερον δὲ πρὸς τούτοις, ὅτι εἰ μὴ οὕτω ποιήσωμεν τὰς ἀποφάσεις καὶ τῷ προσδιορισμῷ τὴν οὐ συνάψωμεν ἄρνησιν, οὐ γίνεται ἀντίφασις· οἷον ἐν τῷ λέγειν ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν’ ἐὰν ποιήσωμεν τὴν ἀπόφασιν ‘πᾶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν’, ἀμφότεραι ψευδεῖς εὑρίσκονται ἐπὶ τῆς ἐνδεχομένης ὕλης, καὶ οὐκέτι ἀντίφασις ἔσται. εἰ δὲ εἴπωμεν ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’, πάντως ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής. ἐν οἷς τὸ δεύτερον κεφάλαιον. Τρίτον ἐστὶ κεφάλαιον, ἐν ᾧ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διαλεγόμεθα, ποία πρότασις ποίᾳ προτάσει μὲν ἕπεται, ποίᾳ δὲ οὔ. τοῦτο δὲ μανθάνομεν οὕτως. δύο ἀντιθέσεων γινομένων, τῆς μὲν ὡρισμένης τῆς δὲ ἀορίστου (ὡρισμένην δὲ ἀντίθεσιν ἐνταῦθα λέγω τὴν ἔχουσαν ὡρισμένον τὸν κατηγορούμενον, ἀόριστον δὲ τὴν ἔχουσαν ἀόριστον τὸν κατηγορούμενον· καλοῦμεν δὲ τὴν μὲν ὡρισμένην ἀντίθεσιν ἁπλῆν, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος δίκαιος οὐκ ἔστι’, τὴν δὲ ἀόριστον ἐκ μεταθέσεως, ὡς εἴρηται)· γεγόνασιν οὖν δ μόρια ἤγουν δ προτάσεις ‘ἄνθρωπος δίκαιός ἐστι’ ἁπλῆ κατάφασις, ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἁπλῆ ἀπόφασις, ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’ ἐκ μεταθέσεως κατάφασις, ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’ ἐκ μεταθέσεως ἀπόφασις. τούτων δὲ τῶν δ μορίων ὄντων τὰ μὲν δύο μόρια, τοῦτ’ ἔστι τὰ ἐκ μεταθέσεως, πρὸς τὴν ἁπλῆν ἀπόφασίν τε καὶ κατάφασιν οὕτως ἕξουσι κατὰ τὴν ἀκολουθίαν ὡς αἱ στερητικαὶ καταφάσεις καὶ ἀποφάσεις. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστι’ ἕπεται τῇ ἁπλῇ καταφάσει καὶ ἐπὶ πλέον ἐστὶν2 αὐτῆς, οὕτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’ ἕπεται τῇ ἁπλῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος δίκαιός ἐστι’, καὶ ἐπὶ πλέον αὐτῆς ἐστιν. ἡ μὲν γὰρ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν’ ἁρμόζει οὐ μόνον ἐπὶ 〈τῶν δικαίων〉 ἀνθρώπων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ τῶν ἐχόντων μέσην τὴν ἕξιν· ὡσαύτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’ ἐπὶ τῶν αὐτῶν ἁρμόζει. ἡ μέντοι κατάφασις ἡ ἁπλῆ ἡ λέγουσα ‘ἄνθρωπος δίκαιός ἐστιν’ ἐπὶ μόνων τῶν δικαίων ἁρμόζει. πάλιν ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός 〈ἐστιν〉’ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’. ἡ μὲν γὰρ στερητικὴ κατάφασις μόνον ἐπὶ τῶν ἀδίκων λέγεται, ἡ δὲ ἁπλῆ ἀπόφασις οὐ μόνον ἐπὶ τῶν ἀδίκων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ λίθων καὶ ἁπλῶς ἐπὶ τῶν μηδὲ ὅλως δεκτικῶν ὄντων τῆς δικαιοσύνης. ὥσπερ οὖν ἡ στερητικὴ κατάφασις ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως, οὕτως καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’. ἡ μὲν γὰρ ἁπλῆ ἀπόφασις, ὡς εἴρηται, ἁρμόζει καὶ ἐπὶ τῶν λίθων καὶ ἐπὶ τῶν παίδων καὶ ἐπὶ τῶν ἀδίκων· ἡ δὲ ἐκ μεταθέσεως κατάφασις ἐπὶ μὲν τῶν παίδων ἁρμόζει καὶ ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν, οἷον τῶν μὴ δικαίων μήτε ἀδίκων, ἐπὶ δὲ τῶν λίθων οὐχ ἁρμόζει· οὐδεὶς γὰρ λέγει ὅτι ὁ λίθος ἄνθρωπος οὐ δίκαιός ἐστιν·3 ψευδὴς γὰρ ἡ πρότασις εὑρεθήσεται.

第一,乃是由于量词的支配力。因为量词表示数量,正如我们此前已经说明的那样;因此我们将否定词“不”附加于其自身,以便取消该数量。因为当有人说“每个人是正义的”时,我们通过取消数量而说这不是真的;因为我们说“并非每个人是正义的”。第二,除这些之外,还因为如果我们不这样构成否定命题,不把否定词“不”附加于量词,矛盾就不会产生;例如在说“每个人是正义的”时,如果我们构成否定命题“每个人都不是正义的”,在偶然质料的情况下两者都被发现是假的,便不再构成矛盾了。但如果我们说“每个人是正义的,并非每个人是正义的”,则必然是一真一假。至此第二主题便告完成。 第三主题是我们在其中探讨命题的承接推论关系:哪一种命题随从于哪一种命题,以及不随从于哪一种命题。我们通过如下方式来学习这一点。在产生两个对立——一者被限定而另一者不被限定(在此我所说的被限定的对立,是指具有被限定述词的对立;不被限定的对立,是指具有不被限定述词的对立;我们称被限定的对立为简单的,如“人是正义的,人不是正义的”,而不被限定的对立,如前所述,则称为基于转置的)——的情况下,于是产生了四个部分,即四个命题:“人是正义的”为简单肯定,“人不是正义的”为简单否定,“人是非正义的”为基于转置的肯定,“人不是非正义的”为基于转置的否定。 当这四个部分存在时,其中两个部分,即基于转置的命题,在推论关系上相对于简单否定和肯定,正如同亏缺肯定与否定一样。因为正如说“人不是不公正的”这一亏缺否定随从于简单肯定且其外延更广,同样,说“人不是非正义的”这一基于转置的否定也随从于说“人是正义的”这一简单肯定,且其外延更广。因为说“人不是不公正的”这一亏缺否定不仅适用于正义的人,也适用于儿童以及具有中间状态的人;同样,说“人不是非正义的”这一基于转置的否定亦适用于这些人。然而,说“人是正义的”这一简单肯定仅适用于正义的人。 反之,说“人是非正义的”这一基于转置的肯定,则比说“人不是正义的”这一简单否定的外延更窄。因为亏缺肯定仅述说不公正的人,而简单否定不仅述说不公正的人,也述说儿童和石头,简言之述说全然不能接受正义之物。因此,正如亏缺肯定比简单否定的外延更窄,说“人是非正义的”这一基于转置的肯定同样比说“人不是正义的”这一简单否定的外延更窄。因为正如已经指出的,简单否定既适用于石头,也适用于儿童和不公正的人;但基于转置的肯定虽然适用于儿童和具有中间状态的人(如既非正义亦非不公正的人),却不适用于石头;因为没有人会说石头是非正义的人;因为这个命题将被发现是假的。

语法注3 条
  1. 4.0.1ἐκείνου γὰρ λέγοντος

    属格独立结构。指示代词 ἐκείνου 并不指代具体的先行词,而是指论辩中设想的对话者或立论者。

  2. 4.0.1ἐπὶ πλέον ἐστίν

    由介词短语 ἐπὶ πλέον 与系动词 ἐστίν 构成的固定短语,在逻辑学语境中表示命题的适用范围或外延“更广(更普遍为真)”。后文与其相对的 ἐπ’ ἔλαττόν ἐστι 则表示外延“更窄”。

  3. 4.0.1ὁ λίθος ἄνθρωπος οὐ δίκαιός ἐστιν

    以 ὁ λίθος 为主语,ἄνθρωπος οὐ δίκαιος 充当述部。该句结构试图将基于转置的肯定命题中的概念“非正义的人”述谓主语“石头”,但因石头根本不是人,故该命题必然为假,以此作为论证依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:40.40-42.5