← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§39.22-40.40

三项命题的数目计算与否定词的位置

斯特凡诺解释亚里士多德《解释篇》第10章(19b19)中包含系词“是”的三项命题,推导其总数达288个的计算过程,并阐明为何必须将否定词附加于系词而非述词上来构成否定命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0.1#1

" Ὅταν δὲ τὸ ἔστιν τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις." Ἐν τούτῳ τῷ τμήματι διαλέγεται περὶ προτάσεων τῶν συγκειμένων ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, οἷον ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘Σωκράτης δίκαιός ἐστιν’ τὸ μὲν Σωκράτης ὑπόκειται, τὸ δὲ δίκαιος κατηγορεῖται, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα τὸ ἔστιν τρίτον προσκατηγορεῖσθαι λέγεται. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ταῦτα τὰ τρία κεφάλαια ζητήσωμεν· πρῶτον μὲν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων, δεύτερον δὲ πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, καὶ τρίτον περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, τοῦτ’ ἔστι ποία πρότασις ποίᾳ προτάσει συνέπεται. ἀρκτέον οὖν τοῦ πρώτου,1 καὶ εἴπωμεν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν αἱ τοιαῦται προτάσεις διπλασίονες τῶν ἄλλων τῶν συγκειμένων ἐκ κατηγορουμένου καὶ ὑποκειμένου· ἐκεῖ μὲν γὰρ ἀπεδείχθη ρμδ εἶναι τὰς προτάσεις, ἐνταῦθα δὲ σπη ἔσονται δι’ αἰτίαν τοιαύτην. ἀνάγκη γὰρ ἀμφοτέρους τοὺς ὅρους τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἢ ὡρισμένους εἶναι ἢ ἀμφοτέρους ἀορίστους, ἢ τὸν μὲν ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον, ἢ τὸ ἀνάπαλιν τὸν μὲν ὑποκείμενον ἀόριστον τὸν δὲ κατηγορούμενον ὡρισμένον. γεγόνασιν οὖν δ εἴδη. τούτων παραδείγματα τοῦ μὲν ἀμφότερα ἔχοντος ὡρισμένα ‘ἄνθρωπος δίκαιός ἐστιν’, τοῦ δὲ ἀμφοτέρους ἀορίστους ‘οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν’, τοῦ δὲ ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’, ἔμπαλιν δὲ ‘οὐκ ἄνθρωπος δίκαιός ἐστιν’. πολυπλασιαζομένης τοίνυν ἑκάστης προτάσεως ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου γίνονται ιβ προτάσεις. εἶτα τούτων τῶν ιβ πολυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τῆς ὕλης γίνονται λς. αὗται τοίνυν αἱ λς προτάσεις τετραπλασιάζονται, ἐπειδὴ καὶ τέσσαρας εἴπομεν τὰς καταφατικὰς προτάσεις, τὴν καθ’ ἕκαστα καὶ τὴν ἀπροσδιόριστον τήν τε μερικὴν προσδιωρισμένην καὶ τὴν καθόλου προσδιωρισμένην. τετραπλασιαζόμεναι οὖν αἱ λς προτάσεις γίνονται ρμδ, καταφάσεις δῆλον ὅτι, ὁμολογουμένως δὲ ὅτι καὶ τοσαῦται ἔσονται ἀποφάσεις· καὶ ἔσονται ὁμοῦ σπη. ἐν οἷς τὸ πρῶτον ἡμῖν πληροῦται κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, τίνι συνάπτοντες τὴν οὐ ἄρνησιν, ἆρα τῷ ὑποκειμένῳ ἢ τῷ κατηγορουμένῳ ἢ τῷ τρίτῳ προσκατηγορουμένῳ. καὶ ὅτι μὲν τῷ ὑποκειμένῳ οὐ δεῖ συνάπτειν ἤδη μεμαθήκαμεν. ἀλλὰ μὴν οὐδὲ τῷ κατηγορουμένῳ, διότι πάλιν γίνεται ἀόριστος κατάφασις, ἣν ὁ Θεόφραστος ἐκ μεταθέσεως2 ἐκάλεσεν, ἢ διὰ τὸ μετατίθεσθαι τὴν οὐ ἄρνησιν ἐκ τοῦ ἔστι τρίτου προσκατηγορουμένου ἐπὶ τὸν κατηγορούμενον, ἢ ὅτι μετατίθεται αὐτῶν ἡ τάξις ἐν τῷ διαγράμματι· γίνεται γάρ, ὡς μαθησόμεθα, οὐκέτι ἡ κατάφασις ὑπὸ τὴν κατάφασιν καὶ ἡ ἀπόφασις ὑπὸ τὴν ἀπόφασιν. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ Θεόφραστος ἠξίωσεν τὰς τοιαύτας προτάσεις ἐκ μεταθέσεως ὀνομάζειν. ὡς οὖν εἴπομεν, οὐ δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὐ ἄρνησιν, ἀλλὰ τῷ τρίτῳ προσκατηγορουμένῳ· εἰ γὰρ τῷ κατηγορουμένῳ συνάψωμεν, οὐ μόνον ἀόριστον κατάφασιν ποιοῦμεν, ὡς εἴπομεν (τὸ γὰρ ‘ἄνθρωπος οὐ δίκαιός ἐστι’ κατάφασις μέν ἐστιν ἀόριστος δέ), οὐ μόνον οὖν τοῦτο συμβαίνει, ἀλλ’ οὖν καὶ τὸ κῦρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ τρίτον προσκατηγορούμενον ἔχει·3 ὅθεν καὶ οὕτως προσωνομάσθησαν αἱ τοιαῦται προτάσεις ἐκ τρίτου προσκατηγορουμένου. βουλόμεθα οὖν ἐνταῦθα ἀνελεῖν τὸν δεσμόν, ἵνα λυθῇ ὅλη ἡ κατάφασις. τὸ γὰρ δίκαιον ἀδύνατον ἦν συναφθῆναι τῷ ἀνθρώπῳ, εἰ μὴ διὰ τοῦ ἔστιν ὑπαρκτικοῦ ῥήματος· δεῖ τοίνυν λῦσαι τὸν δεσμόν, ἵνα ὅλη ἡ κατάφασις λυθῇ. καὶ ταῦτα μὲν ἐὰν ὦσιν ἀπροσδιόριστοι αἱ προτάσεις. ἐν δὲ ταῖς προσδιωρισμέναις προτάσεσιν, ὡς εἴρηται, τῷ προσδιορισμῷ δεῖ συνάπτειν τὴν οὐ ἄρνησιν.

“当‘是’作为第三者被附加述谓时,对立便已有两种说法。” 在这一部分中,他讨论由主词、述词以及第三个附加述谓成分构成的命题,例如在说“苏格拉底是正义的”这个命题中,“苏格拉底”作为主词,“正义的”被述谓,而作为实词动词的“是”则被称为作为第三者被附加述谓。我们在逐句释义之前,先探讨以下三个主题:第一,此类命题的数目;第二,我们如何从此类肯定命题生成否定命题;第三,关于此类命题的承接推论关系,即哪一种命题随从于哪一种命题。因此必须从第一项开始,让我们说明此类命题的数目。于是,此类命题乃是由述词和主词构成的其他命题的两倍;因为在彼处已证明命题有144个,而在此处由于如下原因将有288个。因为两个项——即主词和述词——必然或者都被限定,或者都不被限定,或者主词被限定而述词不被限定,或者相反,主词不被限定而述词被限定。于是产生了四种形态。关于这些情况的例子:对于二者皆被限定者,如“人是正义的”;对于二者皆不被限定者,如“非人是非正义的”;对于主词被限定而述词不被限定者,如“人是非正义的”;相反者,如“非人是正义的”。于是,每个命题乘以时间的三分,便产生12个命题。接着,这12个命题乘以质料的三分,便成为36个。然后,这36个命题再乘以四,因为我们曾说肯定命题有四种:单称命题、无规定命题、带有规定的特称命题以及带有规定的全称命题。因此这36个命题乘以四便成为144个,显而易见是肯定命题;公认同样数目的也将是否定命题;合计将有288个。至此我们的第一主题便告完成。 第二主题是我们在其中探讨如何从此类肯定命题生成否定命题,即将“不”这一否定词附加于何者之上,是附加于主词、述词,还是附加于第三个附加述谓成分。而绝不可附加于主词,我们已经学过。但也不可附加于述词,因为这样又会产生一个不定肯定命题,泰奥弗拉斯托斯称之为“基于转置的命题”,这或者是由于“不”这一否定词从作为第三附加述谓成分的“是”转置到了述词上,或者是由于它们在图表中的次序被转置了;因为正如我们将学到的,肯定命题不再处于肯定命题之下,否定命题也不再处于否定命题之下。因此基于这些原因,泰奥弗拉斯托斯认为应当将此类命题命名为“基于转置”。因此正如我们所说,不应将“不”这一否定词附加于述词,而应附加于第三个附加述谓成分。因为若附加于述词,不仅如前所述我们造出了一个不定肯定命题(因为“人是非正义的”乃是肯定命题,只是不限定而已),所以不仅是出现这种情况,而且在这一类命题中,正是第三个附加述谓成分具有决定性的支配力;因此这类命题亦被如此附加称呼为“源于第三附加述谓成分的命题”。因此在这里我们希望拆除其纽带,以便使整个肯定命题被瓦解。因为若非通过作为实词动词的“是”,“正义的”绝不可能与“人”结合;因此必须解开纽带,以便整个肯定命题被瓦解。而这些是在命题为无规定的情况下适用的;但在带有规定的命题中,正如已经指出的,必须将“不”这一否定词附加于规定词之上。

语法注3 条
  1. 4.0.1ἀρκτέον οὖν τοῦ πρώτου

    动词形容词 ἀρκτέον 的非人称结构,动词 ἄρχομαι 支配属格 τοῦ πρώτου(意为“从……开始”)。逻辑主语“我们”根据上下文补出。

  2. 4.0.1ἐκ μεταθέσεως

    介词短语 ἐκ μεταθέσεως 作为逻辑学术语(“基于转置”),用于指称否定词从系词位置移至述词位置的命题(不定肯定命题)。

  3. 4.0.1τὸ κῦρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ τρίτον προσκατηγορούμενον ἔχει

    该句存在倒装结构:主语是后置的带冠词分词短语 τὸ τρίτον προσκατηγορούμενον,动词是 ἔχει,直接宾语是前置的 τὸ κῦρος(“决定性效力”)。介词短语 ἐν ταῖς τοιαύταις προτάσεσι 修饰整个动词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:39.22-40.40