- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:2.17-3.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺考察了“设定(或放置)”的六种含义,断定亚里士多德在此是在“界定”的意义上使用该词,继而解释了名词为何先于动词,以及语句的组成部分为何被归结为名词和动词(主词与谓词)两者。
" Θέσθαι." ἰστέον ὅτι τὸ θέσθαι ἑξαχῶς λέγεται. λέγεται γὰρ θέσις καὶ ἡ παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων, ὡς ἔλεγεν ὁ Ἡράκλειτος πάντα τὰ ὄντα ἐν κινήσει εἶναι καὶ στάσεως μηδεμιᾶς μετέχειν· πάλιν Παρμενίδης ἓν ἐδόκει εἶναι τὸ ὄν. λέγεται θέσις καὶ ἡ ὑπόθεσις, ὡς λέγομεν ‘ὑποκείσθω ἡ γῆ σημείου τε καὶ κέντρου λόγον ἐπέχουσα πρὸς τὴν ἡλιακὴν σφαῖραν’. λέγεται θέσις καὶ ἡ ἔκθεσις, ὡς τὸ ‘ἐκκείσθω ἡ γραμμὴ μῆκος ἔχουσα τόσον’. λέγεται θέσις καὶ τὰ θετικὰ ἐπιρρήματα,1 ἃ παρὰ τοῖς ῥήτορσιν, ὡς τὸ γαμητέον, πλευστέον. παρὰ τοῖς ῥήτορσι δὲ εἴπομεν, ἐπειδὴ διαφέρουσι τὰ ῥητορικὰ τῶν διαλεκτικῶν τῷ καθολικῷ καὶ μερικῷ. ὁ μὲν γὰρ διαλεκτικὸς φιλόσοφος τὸ καθόλου φησίν ‘ἐὰν ἄρα δεῖ γαμεῖν ἢ πολεμεῖν ἢ πλεῖν’, ὁ δὲ ῥήτωρ ‘εἰ δέοι τόνδε ἢ τόνδε γῆμαι γυναῖκα.’ λέγεται θέσις καὶ ἡ ὁμολογία. ἀμέλει γοῦν ἀναθέσθαι λέγομεν τὸν ἀναπαλαίσαντα τὴν ὁμολογίαν, ὡς ὁ Πλάτων ἐν τῷ Γοργίᾳ φησίν· ‘εἰ βούλῃ ἀναθέσθαι, ὦ Καλλίκλεις, ἀνάθου· δίκαιος γὰρ εἶ’· τοῦτό ἐστιν ‘εἰ βούλῃ τὴν ὁμολογίαν ἀναπαλαῖσαι καὶ τὰς προτάσεις, ἀναπάλαισον’. λέγεται θέσις καὶ ἐπὶ τῶν ὁρισμῶν· οὗτοι γὰρ ὡς τῶν ἀποδείξεων προὑποκείμενοι λέγονται θέσεις. δεῖ γὰρ φέρε εἰπεῖν τὸ τρίγωνον ὁρίσασθαι καὶ μετὰ ταῦτα δεῖξαι τί καθ’ αὑτὸ πέφυκεν τῷ τριγώνῳ ὑπάρχειν, τοῦτ’ ἔστιν ὅτι τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. καὶ πάλιν τὸν ἄνθρωπον πρότερον ὁρίσασθαι δεῖ, καὶ οὕτως γνῶναι τί πέφυκεν τῷ ἀνθρώπῳ ὑπάρχειν. ἐνταῦθα δὲ δῆλον ὅτι τὸ θέσθαι ἐπὶ τοῦ ὁρίσασθαι ἔλαβεν, ἐπειδὴ πρόκειται αὐτῷ εἰπεῖν τί ἐστιν ὄνομα ἢ ῥῆμα καὶ τὰ λοιπά. τὸ δὲ τί ἐστιν, ὡς πολλάκις ἡμῖν εἴρηται, * * εἰ μὴ δι’ ὁρισμοῦ· οὐ γὰρ ἡμῖν δῆλον.
“设定。” 应当知道,“设定(或放置)”有六种说法。因为哲学界知名人士中某人的违反常理的见解也被称为“设定(论点)”,正如赫拉克利特说,一切存在者皆处于运动之中,不分有任何静止;又如巴门尼德认为存在者是一。“设定”也被用来指“假设”,正如我们说“假定地球相对于太阳天球具有点和中心的比例”。“设定”也被用来指“析出(展示)”,正如“展示一条具有如此这般长度的线”。“设定”也被用来指修辞学家那里的主题性副词,如“应当结婚”、“应当航海”。我们之所以说在修辞学家那里,是因为修辞学的事项与辩证法的事项在普遍与特殊上有所不同。因为从事辩证法的哲学家普遍地说:“究竟是否应当结婚、作战或航海”,而修辞学家则说:“此人或彼人是否应当娶妻”。“设定”也被用来指“同意”。无论如何,我们确实把推翻同意的人说成是“撤销(重新放置)”,正如柏拉图在《高尔吉亚篇》中所说:“卡利克勒斯,如果你愿意撤销,你就撤销吧;因为你有权这样做”;这就是说,“如果你愿意推翻同意和诸前提,你就推翻吧”。“设定”也被用于定义;因为定义作为论证的预先假定而被称作“设定(前提)”。因为比方说,必须先界定三角形,然后证明何种性质依其自身在本性上属于三角形,即它具有等于两个直角的内角。再者,必须先界定人,并由此认识何种性质在本性上属于人。但显而易见,在这里他是把“设定”当作“界定”来理解的,因为摆在他面前的任务是说明什么是名词、动词及其他等等。而正如我们多次说过的,一事物“是什么”,除了通过定义之外[是无法知晓的];因为这对我们来说并不是显而易见的。
"τί ὄνομα καὶ τί ῥῆμα." ἐζήτησάν τινες περὶ τῆς τάξεως τούτων, διότι προέταξεν τὸ ὄνομα τοῦ ῥήματος. καὶ λέγομεν ὅτι ὡς κοινότερον ἰδικωτέρου προέθηκεν αὐτό.2 τὸ μὲν γὰρ ῥῆμα λέγεται ὄνομα, τὸ δὲ ὄνομα ῥῆμα οὐ λέγεται. αὐτὸς γὰρ Ἀριστοτέλης παρακατιὼν λέγει ‘αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα ὀνόματά εἰσιν’. πολλάκις γοῦν ἡμεῖς φαμεν Πλάτωνα καλοῖς ὀνόμασι κεχρῆσθαι, μὴ μόνον ὀνόμασιν, ἀλλὰ καὶ ῥήμασιν καὶ ἄλλοις μέρεσι τοῦ λόγου χρωμένου αὐτοῦ. καὶ ὅτι τὸ μὲν ὄνομα τῆς ὑπάρξεως καὶ τῆς οὐσίας ἐστὶν σημαντικόν, τὸ δὲ ῥῆμα τῆς οὐσίας ἐνέργειαν σημαίνει, προτερεύει δὲ ἡ οὐσία τῆς ἐνεργείας, εἰκότως καὶ τὸ ὄνομα τοῦ ῥήματος προταχθήσεται· ὡς γὰρ ἔχουσι τὰ πράγματα, οὕτως καὶ οἱ περὶ αὐτῶν ἔχουσι λόγοι. ἠπόρησαν δέ τινες, διὰ τί η̅ μερῶν ὄντων τοῦ λόγου μόνον τῶν δύο τούτων ἐμνημόνευσεν, ὀνόματός τέ φημι καὶ ῥήματος. καὶ εἰ μὲν εἴποι τις ὅτι ταῦτα μόνα ἀλλήλοις συμπλεκόμενα τὸν λόγον αὐτοτελῆ ποιοῦσι, τὰ δὲ ἄλλα οὔ, ψεύδεται· καὶ γὰρ καὶ μετοχὴ καὶ τὸ καλούμενον ἀπαρέμφατον καὶ ἀντωνυμία συμπλέκονται καὶ ποιοῦσι λόγον αὐτοτελῆ. οἷον ἀντωνυμία καὶ ῥῆμα ‘ἐγὼ περιπατῶ’, * * ‘ὁ τρέχων βαδίζει’, ὅλα ἀπαρέμφατα ῥήματα ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’. λέγομεν οὖν ὅτι πάντα ταῦτα εἰς ὄνομα καὶ ῥῆμα ἀναφέρει· καὶ εἰ μὲν ἐπέχουσι τόπον ὑποκειμένου, ταῦτα καλεῖ ὀνόματα, εἴτε ῥήματα ὦσιν εἴτε μετοχαὶ εἴτε ἀντωνυμίαι εἴτε καὶ τὰ παρὰ γραμματικοῖς ὀνόματα. οἷον ἐὰν ᾖ ὄνομα τοῦ ὑποκειμένου τάξιν ἐπέχον ὡς τὸ ‘Σωκράτης δίκαιός ἐστιν’, τὸ Σωκράτης ὄνομα καλεῖ, ἐπειδὴ τόπον ἔχει ὑποκειμένου· εἰ δὲ ῥῆμα ὡς ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’, τὸ φιλοσοφεῖν ὄνομα καλεῖν ἀξιοῖ. εἰ δὲ μετοχὴ ὥσπερ ‘ὁ τρέχων βαδίζει’, καὶ ἡ μετοχὴ ὄνομα παρ’ αὐτῷ λέγεται. καὶ εἰ ἀντωνυμία λαμβάνεσθαι συμβαίη, ὀνόματος προσηγορίας τυγχάνει, ὡς τὸ ‘ἐγὼ περιπατῶ’, ἐπειδὴ ὑποκειμένου τάξιν ἐπέχει. πάντα δὲ τὰ κατηγορουμένου τάξιν ἐπέχοντα ῥήματα καλεῖν εἴωθεν, ὁποῖον ἂν εἴη μέρος τοῦ λόγου, ὡς ‘τὸ ζῷον οὐσία’· τὸ οὐσία ῥῆμά φησιν, καίπερ ὄνομα ὄν, ἐπειδὴ κατηγορεῖται τοῦ ζῴου. τῶν δὲ παρὰ γραμματικοῖς ἄλλων μερῶν τοῦ λόγου μνήμην οὐκ ἐποιήσατο, διότι οὐκ εἰσὶν κυρίως μέρη λόγου, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν ὡς ἐπὶ τῶν ἐπιρρημάτων σχέσιν μόνως σημαίνουσι τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ὡς τὸ ‘καλῶς βαδίζει’ καὶ ‘εὖ διαλέγεται’ καὶ ‘ἀναγκαίως ἀναπνεῖ’. ὥσπερ γὰρ ἐπὶ τοῦ πλοίου φαμὲν τὰς μὲν σανίδας μέρη, τὴν δὲ κόλλαν καὶ τοὺς ἥλους καὶ τοὺς γόμφους μέρη γε οὔ, ἀλλὰ συμβαλλόμενα πρὸς τὰ μέρη, οὕτως καὶ ταῦτα μέρη μὲν οὐκ εἰσὶν λόγου, ἀλλὰ λέξεως μέρη ἧς καὶ ὁ λόγος μέρος.3
“什么是名词,什么是动词。” 有人对它们的次序提出了疑问,即为什么他把名词放在动词之前。我们说,这是因为他把更为普遍的置于更为特殊的之前。因为动词被称为名词,但名词不被称为动词。亚里士多德自己在后文中便说:“动词本身单独被说时就是名词”。无论如何,我们常说柏拉图使用了优美的名词(言词),尽管他不仅使用名词,而且也使用动词和语句的其他部分。而且,由于名词表示实存和实体,而动词意味实体的活动,并且实体先于活动,所以名词被置于动词之前也是合乎情理的;因为事物如何,关于它们的话语也如何。但有人感到困惑的是,既然语句有八个部分(词类),为什么他只提到了这两个,即名词和动词?如果有人说,唯独这两者互相结合才能构成完整的语句,而其他词类则不能,那么他是说错了;因为分词、所谓的不定词和代词也能结合并构成完整的语句。例如代词和动词:“我散步”;[分词和动词:]“奔跑者行走”;完全是不定词的动词:“从事哲学就是幸福”。因此我们说,他把所有这些都归结为名词和动词:如果它们占据主词的位置,他就称之为名词,无论它们是动词、分词、代词,还是文法学家那里的名词。例如,如果有一个占据主词位次的名词,如“苏格拉底是公正的”,他把“苏格拉底”称为名词,因为它占据主词的位置;如果是动词,如“从事哲学就是幸福”,他认为应当把“从事哲学”称为名词。如果是分词,正如“奔跑者行走”,在他看来分词也被称为名词。如果碰巧采用了代词,正如“我散步”,因为它占据主词的位次,它就获得名词的称谓。另一方面,所有占据谓词位次的事物,不论它是哪种词类,他都习惯称之为动词,如“动物是实体”:他说“实体”是动词,尽管它是一个名词,因为它是关于动物被述说的。至于文法学家那里的其他语句部分(词类),他没有提及,因为它们不是严格意义上的语句部分,而是其中有些部分(如副词)仅仅表示谓词对于主词的关系,如“走得好”、“善于论辩”、“必然地呼吸”。因为正如在船的例子中,我们说木板是组成部分,而胶、钉子和木栓不是组成部分,而是对组成部分起辅助作用之物,同样,这些词也不是语句的部分,而是发话的部分,而语句也是发话的一个部分。
- 2.0.3λέγεται θέσις καὶ τὰ θετικὰ ἐπιρρήματα
虽然主语是中性复数名词短语 τὰ θετικὰ ἐπιρρήματα,但动词 λέγεται 采用第三人称单数,这既符合中性复数主语搭配单数动词的规则,也受单数阴性表语名词 θέσις 的影响。该句结构意为“主题性副词也被称为‘设定’”。
- 2.0.4ὡς κοινότερον ἰδικωτέρου προέθηκεν αὐτό
ἰδικωτέρου 是比较级形容词属格,充当由比较级中性宾格 κοινότερον 所支配的比较属格。整个短语(“作为比更特殊的更为普遍者”)与 ὡς 连用,说明动词 προέθηκεν 的方式与理据。
- 2.0.4λέξεως μέρη ἧς καὶ ὁ λόγος μέρος
关系代名词 ἧς(阴性单数属格)的先行词是 λέξεως(发话、语词表达)。关系从句中省略了动词 ἐστί,结构为 καὶ ὁ λόγος [ἐστι] μέρος(“语句本身也是其一部分”)。
