- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:38.26-39.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺将存在与非存在对应于绝对必然与假定必然,通过明天的海战之例说明在未来偶然事件中虽然选言命题整体是必然的,但分肢的真伪并未确定,从而解决了难问;随后论及构成命题的主词的限定与不限定之区分,并结束了本次讲课。
οἷον ὡς ἡνίκα φαμὲν ‘ὁ ἥλιος ἐξ ἀνάγκης κινεῖται’, ‘ὁ θεὸς ἐξ ἀνάγκης ἀγαθός ἐστιν’. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ οἷον τόδε τὸ πῦρ· οἷον τὸ μερικὸν εἴπομεν καὶ οὐ τὸ καθόλου, ἐπειδὴ τὸ μερικὸν τοῦτο γίνεται καὶ φθείρεται, τὸ δὲ καθόλου ἀεὶ ὡσαύτως ἔχει καὶ οὐ φθείρεται. οὕτως μὲν ἐπὶ τοῦ ὄντος θεωρεῖται τὸ ἁπλῶς ἀναγκαῖον καὶ τὸ ἐξ ὑποθέσεως. δῆλον δὲ ὅτι καὶ τὸ μὴ ὂν διττόν· τὸ μηδὲ ὅλως ὄν, ὅπερ οὔτε γέγονεν οὔτε ἔστιν οὔτε ἔσται, οἷον σκινδαψὸς καὶ τὰ τοιαῦτα, ἢ πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, ὡς ἐπὶ τῶν ἐνδεχομένων. ἀνάγκη τοίνυν, ὡς ἔχει τὸ ὂν πρὸς τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον, οὕτως ἔχειν καὶ τοὺς λόγους· καὶ ἐπειδὴ τὸ ὂν [τὸ μὲν ἔστιν ἐξ ἀνάγκης] ὡς ἐρρέθη, τὸ μέν ἐστιν ἁπλῶς καὶ 〈κυρίως〉 ἐξ ἀνάγκης, τὸ δὲ ἐξ ὑποθέσεως, οὕτως δεῖ ἔχειν καὶ τὴν ἀντίφασιν αὐτῶν πάντως * * * τὴν μὲν τῆς ἀντιφάσεως ἀληθῆ εἶναι ὡρισμένως, τὴν δὲ ψευδῆ· ἐπὶ δὲ τῶν ἐνδεχομένων πῇ δὲ μὴ ὄντων, ὅπερ καὶ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔφαμεν εἶναι, ἀδιάφορον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ ὡρισμένως.1 τὸ μὲν γὰρ ὅλον τοῦτο γίνεσθαι ναυμαχίαν αὔριον ἢ μὴ γίνεσθαι πάντως ἀναγκαῖον· καὶ γὰρ ἢ ἔσται τῇδε τῇ ὥρᾳ ἢ οὐκ ἔσται· διελόντας δὲ εἰπεῖν ὡρισμένως2 ὅτι πάντως ἔσται 〈ἢ οὐκ ἔσται〉 οὐκέτι ἀληθές, ἐπειδὴ γὰρ αὐτὸ τὸ 〈πρᾶγμα〉 ἀόριστον. καὶ αὕτη μὲν ἡ λύσις τῆς ἀπορίας. Ἕτερον δὲ θεώρημα παραδίδωσι περὶ τῆς διαιρέσεως τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου 〈καὶ κατηγορουμένου συγκειμένων〉 ὅπερ ἤδη μεμαθήκαμεν, ὅτι ἐν ταῖς προτάσεσιν ἀνάγκη τὸν ὑποκείμενον ἢ ὡρισμένον εἶναι ἢ ἀόριστον· καὶ εἴτε ὡρισμένος ἐστὶν ἢ ἀόριστος ὁ ὑποκείμενος πάντως ἔχει ῥήματα ἢ πτώσεις ῥήματος, ὅπερ αὐτὸς διὰ τὸ σαφὲς παρῆκεν, ἢ ἀόριστον ῥῆμα. καὶ τούτων τὰ παραδείγματα τέθεικεν 〈τῶν μὲν ἐχόντων〉 ὡρισμένον τὸ ὑποκείμενον ‘Σωκράτης βαδίζει, ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει’. ὡσαύτως καὶ αἱ ἀποφάσεις ‘Σωκράτης οὐ βαδίζει, 〈ἄνθρωπος οὐ βαδίζει〉, οὐδεὶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει’. ἀόριστον δὲ τὸ ὑποκείμενον τὸ ἔχον συνημμένην ἑαυτῷ τὴν οὔ ἄρνησιν. καὶ τὰ παραδείγματα τούτων δῆλα. ταῦτα εἰπὼν πέρας τίθησι τῇ παρούσῃ θεωρίᾳ· συγκαταπαύεται γὰρ τό τε παρὸν δεύτερον τμῆμα καὶ ἡ παροῦσα πρᾶξις.
例如当我们说“太阳必然运动”、“神必然是善的”时那样。而在处于生成与消灭之中的事物方面,例如这堆火:我们说的是这个个别者而非普遍者,因为这个个别者生成并消灭,而普遍者则始终处于同一状态且不消灭。如此,在存在者方面便考察了绝对必然者与基于假定必然者。但显而易见,非存在者也是二重的:或者完全不存在之物,它既未曾生成,现在亦不存在,将来亦不会存在,例如斯金达普索斯及诸如此类者;或者在某方面存在而在另一方面不存在之物,如同在偶然之物中的情形。因此,正如存在者相对于必然者与非必然者的关系那样,言述也必然具有同样的关系。并且由于存在者如前所述,一方面是绝对且本义上必然的,另一方面则是基于假定必然的,所以它们的矛盾对立也必然如此……矛盾对立的一方决定性地为真,而另一方为假。但在作为偶然之物且在另一方面不存在的事物方面(我们曾说这也就是基于假定必然的),肯定或否定哪一方决定性地为真或为假乃是无差别的。因为“明天发生海战或不发生海战”这整个命题完全是必然的;因为在那一时刻,它要么会发生,要么不会发生;但若加以分开而决定性地说它完全会发生,或者不会发生,便不再为真了,因为事物本身就是不决定的。这就是该难题的解答。此外,他还传授了关于由主词和述词构成的命题之区分的另一条定理,即我们已经学过的:在命题中,主词必然或者被限定,或者不被限定;并且无论主词是被限定还是不被限定,它无论如何都带有动词、或动词的屈折形式(对此他本人因其明了而略去)、或不定动词。他列举了这些情况的例证,对于具有被限定主词的命题:“苏格拉底行走,人行走,某个人行走,每个人行走”。否定命题亦同样如此:“苏格拉底不行走,人不行走,没有人行走,并非每个人行走”。而不限定的主词则是自身连带有“不”这一否定词的主词;这些情况的例证是显而易见的。在说了这些之后,他便结束了当前的理论审视;因为当前的第二部分与当前的实践讲义一同宣告终结。
- 3.4.1ἀδιάφορον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ ὡρισμένως
中性形容词 ἀδιάφορον 用作非人称谓语(省略 ἐστί),支配作为主语的“宾格加不定式”结构(ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ... εἶναι)。两组嵌套的 ἢ... ἢ... 分别表示肯定与否定之间的析取,以及真与假之间的析取。
- 3.4.1διελόντας δὲ εἰπεῖν ὡρισμένως
阳性宾格复数分词 διελόντας 用作不定式 εἰπεῖν 的宾格主语,表示一般主体(“人们/我们分开来……”)。作为 διαιρέω 的不定过去时分词,它指将通过析取连词连接的两个肢分开、单独来陈述。
