← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§37.31-38.26

决定论难题的回顾与绝对必然及假定必然

亚里士多德《解释篇》第9章(19a23)的评注。斯忒法诺回顾了基于神圣知识及言述与事物对应关系的宿命论难问与前文的解答,并引出亚里士多德将必然性划分为“绝对必然”与“假定必然”的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1#1

" Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾖ, ἀνάγκη καὶ τὰ ἑξῆς." Τὰς φερομένας ἀπορίας κατὰ τοῦ ἐνδεχομένου ἤδη μεμαθήκαμεν, ὅπως αὐτοῦ τὴν ἀναίρεσιν ποιεῖν ὑπελάμβανον. οὐ μὴν ἀλλὰ καὶ τὰς πρὸς αὐτὰς λύσεις ὑπηνέγκαμεν. ἦν δὲ τὸ ᾱ ἐπιχείρημα τὸ ἀπὸ τῆς θείας γνώσεως, ὅπερ κατὰ τὸν Ἰάμβλιχον ἐπελύσαντο. τὸ δὲ β̄ ἀπὸ τῆς ἀκολουθίας τῶν λόγων τε καὶ πραγμάτων, ὅτι εἰ τῇ ἀληθείᾳ τῶν λόγων * * * καὶ τῷ ψεύδει τῶν λόγων ἡ ἀνυπαρξία τοῦ πράγματος καὶ τῇ ἀνυπαρξίᾳ τοῦ πράγματος τὸ ψεῦδος τῶν λόγων, ἀναιρεθήσεται τὸ ἐνδεχόμενον. τοῦτο δὲ ἐπελύσατο Ἀριστοτέλης ἐκ τῆς προνοίας λέγων ὅτι εἰ ἐποίησεν ἡμᾶς ὁ θεὸς διὰ μέσης τῆς φύσεως βουλευτικούς, βουλεύεσθαι δὲ οὔτε περὶ τῶν ἀναγκαίων ἔστιν οὔτε περὶ τῶν ἀδυνάτων, ἀλλὰ περὶ τῶν ἐνδεχομένων, δῆλον ὅτι ἔστι τὸ ἐνδεχόμενον. καὶ οὐ καθὸ ἀληθής ἐστιν 〈ὁ λόγος〉, διὰ τοῦτο γίνεται τὸ πρᾶγμα, ἀλλὰ καθὸ γίνεται τὸ πρᾶγμα, διὰ τοῦτό ἐστιν ὁ λόγος ἀληθὴς ἐπὶ τῶν ἀληθῶν λόγων καὶ τῆς ὑπάρξεως τῶν πραγμάτων. καὶ τοὐναντίον πάλιν οὐ καθὸ ψευδής ἐστιν ὁ λόγος, ἤδη διὰ τοῦτο ἡ ἀνυπαρξία τῶν πραγμάτων, ἀλλ’ ἐπειδὴ ἡ ἀνυπαρξία τῶν πραγμάτων, διὰ τοῦτο οὐκ ἔστιν ἀληθὴς ὁ λόγος ἀλλὰ ψευδής. πάντα ταῦτα κατὰ τὰ φθάσαντα διεξελθὼν νῦν ἔτι διηρθρωμένως τὴν αὐτὴν ἀπορίαν ἐπιλύεται. ἐκ δὲ διαιρέσεως προάγει τὸν λόγον λέγων ὅτι τὸ ὂν διττόν ἐστιν ἤγουν τὸ ἀναγκαῖον,1 ἢ τὸ ἁπλῶς ἀναγκαῖον ἢ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον. καὶ ἐξ ὑποθέσεως ἀναγκαῖόν φαμεν, ἔστ’ ἂν ὑπάρχει2 τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. δύναται δὲ τὸ αὐτό τοῦτο καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθέζεσθαι τὸν Σωκράτη ἢ καθεύδειν· ἔστ’ ἂν γὰρ καθεύδει ὁ καθεύδων, ἐξ ἀνάγκης ὁ ὕπνος αὐτῷ ὑπάρχει. τὸ δὲ ἁπλῶς πάλιν ἀναγκαῖον διττόν· ἢ ἐπὶ τῶν ἀϊδίων ὑπάρχει ἢ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ, ὅταν συστατικὴ διαφορὰ ὑπάρχῃ τοῦ ὑποκειμένου πράγματος. ‘συστατικὴ’ δὲ εἴπομεν, ἐπειδὴ ἐπὶ τοῦ ἐξ ὑποθέσεως ἀναγκαίου χωριζόμενον τὸ πρᾶγμα ἤτοι τὸ κατηγορούμενον οἷον τὸ βαδίζειν ἢ τὸ καθεύδειν οὐ φθείρει τὸ ὑποκείμενον, ἐνταῦθα δὲ οἷον ἐπὶ πυρὸς χωρισθεῖσα ἡ θερμότης τὸ ὑποκείμενον φθείρει, τοῦτ’ ἔστι τὸ πῦρ. ποῖον δέ ἐστι τὸ ἐπὶ τῶν ἀϊδίων θεωρούμενον;

“因此,存在者存在时必然存在,不存在者不存在时必然不存在,等等。” 我们已经了解了反对偶然者所提出的诸难问,即他们如何认为自己在消除偶然者。不仅如此,而且我们也提出了针对这些难问的解答。第一个论据是来自神圣知识的论据,对此他们依从杨布里柯予以解决。第二个论据则来自言述与事物的相承关系,即如果随着言述的真理[事物的实在而来],随着言述的虚假事物的非实在而来,且随着事物的非实在言述的虚假而来,偶然者就将被取消。亚里士多德依据摄理解决了这一点,指出如果神通过自然使我们成为具有熟虑能力的,而熟虑既非关涉必然之事,亦非关涉不可能之事,而是关涉偶然之事,那么显而易见,偶然者是存在的。并且在真实的言述与事物的实在方面,并非因为[言述]为真,事物就因此发生;而是因为事物发生,言述才因此为真。反过来亦然,并非因为言述为假,就立刻因此有事物的非实在;而是因为事物的非实在,言述才因此不是真的而是假的。在按照前文阐述了所有这些之后,他现在以更为清晰区分的方式解决同一难问。他通过区分推进论证,指出存在者,也就是必然者,是二重的:或者绝对必然,或者基于假定必然。只要述词从属于主词,我们就称其为基于假定必然。但这同一事物亦有可能不从属,例如苏格拉底的坐着或睡着;因为只要睡觉者在睡着,睡眠就必然从属于他。而绝对必然者又分为二重:或者从属于永恒之物,或者当其为主词事物的构成性差异时,从属于处于生成与消灭之中的事物。我们之所以说“构成性”,是因为在基于假定必然的情况下,事物即述词(例如行走或睡觉)被分离时并不消灭主词;但在此处,例如就火而言,热度若被分离则会消灭主词,也就是火。那么,在永恒之物中所见到的又是哪一种呢?

语法注2 条
  1. 3.4.1τὸ ὂν διττόν ἐστιν ἤγουν τὸ ἀναγκαῖον

    连词 ἤγουν 作说明性、同位转换之用(“即”、“也就是”),后随的 τὸ ἀναγκαῖον 与主语 τὸ ὂν 构成同位语。在上下文脉络中,它是将所讨论的“存在者”限定并阐明为作为讨论焦点的“必然者”。

  2. 3.4.1ἔστ’ ἂν ὑπάρχει

    时间连词短语 ἔστʼ ἄν(即 ἔστε ἄν)在此处接续的是现在时直陈式 ὑπάρχει,而非古典语法的虚拟式。这是后世希腊语中带 ἄν 的连词搭配直陈式表示时间或条件性持续(“只要……从属”)的构文特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:37.31-38.26