← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§36.29-37.29

神的预知与必然论荒谬后果的论驳

斯忒法诺阐明过去与现在事态中确定之真假与神对未来偶然事物预知之间的关系,并追溯亚里士多德如何将论敌的前提归谬,指出偶然性的取消以及熟虑与实践归于徒劳等荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.2

" Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶναι." ἐνταῦθα δεῖ προσθεῖναι τὸ ὡρισμένως, ἐπεὶ πάντως ἡ μὲν αὐτῶν ἀληθὴς ἡ δὲ ψευδής. * * * τί οὖν λέγομεν περὶ τοῦ θείου; ἡμῖν μὲν γὰρ ἀόριστόν ἐστι καὶ οὐκ ἴσμεν ἆρά γε ἔσται αὔριον ναυμαχία ἢ οὐκ ἔσται· ὁ δὲ θεὸς ὡρισμένως ἐπίσταται ὅτι πάντως ἔσται ἢ οὐκ ἔσται. ἡμεῖς δὲ τὸ ὅλον τοῦτο ‘ἢ ἔσται ἢ οὐκ ἔσται’ ἐπιστάμεθα, αὐτὸς δὲ τὸ ἕν, εἴτε ἔσται εἴτε οὐκ ἔσται. πρὸς δὲ τοῦτο λέγομεν ὅτι οὐ καθὸ ἐπίσταται, διὰ τοῦτο γίνεται (οὐ γάρ ἐστιν ἡ γνῶσις τοῦ θεοῦ αἰτία τοῦ γίνεσθαι τὸ πρᾶγμα) ἀλλὰ τοὐναντίον· ἐπειδὴ γὰρ τὸ πρᾶγμα, αἴτιόν ἐστι τοῦτο τοῦ προγινώσκειν τὸ θεῖον.1

“因此,对于存在之物和已经生成之物,肯定或否定必然是真或假。” 在此处应当加上“确定地”,因为它们之中必定是一方为真而另一方为假。[……]那么关于神圣者我们该说什么呢?因为对我们而言这是不确定的,我们不知道明天究竟会不会有海战;而神确定地确知海战必定会有或者不会有。我们所知道的是这整个“或者会有或者不会有”,而神自己知道的是那单一的一方,无论会有还是不会有。对此我们说,并不是因为神知晓,[事物]就因这知晓而发生(因为神的认知并非事物发生的原因),反而是相反的;因为事物[将会发生],这才是神预先知晓的原因。

§3.3.3

"Εἰ γὰρ πᾶσα κατάφασις καὶ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν." ἐντεῦθεν λαμβάνει τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ὕπαρξις καὶ τῷ ψεύδει τῶν λόγων ἡ τῶν πραγμάτων ἀνυπαρξία ἕπεται. ἔστιν δὲ ὑπόθεσις ψευδὴς εἰς ἀδύνατον προαγομένη, καὶ ἔστιν τὸ σχῆμα τοῦτο εἰς ἀδύνατον ἀπαγωγή.

“因为如果每一个肯定和否定都是真或假,那么一切事物也必然存在或不存在。” 从这里起,他采纳了那个声称“事物的实在随着言述的真理而来,事物的非实在随着言述的虚假而来”的假定。这是一个被引向不可能结果的虚假假定,而这一论式就是归谬法。

§3.3.4

"Ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις." τὰς ἀπροσδιορίστους αἰνιττόμενος τοῦτό φησιν τὰς ἐχούσας ἴδιον τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι.2 φησὶν τοίνυν ὅτι ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων οὐ συμβαίνει τοῦτο.

“因为对于此类事物,两者不会同时成立。” 他这样说,是暗指那些具有同真或同假特性的不定[命题]。于是他说,在个别命题上不会发生这种情况。

§3.3.5

"Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν." ἐντεῦθεν κατασκευὴν λαμβάνει τῆς ληφθείσης ὑποθέσεως ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις ἀκολουθεῖ.

“再者,如果现在是白的,那么此前说‘它将是白的’就是真的。” 从这里起,他为先前所采纳的假定——即事物的发生随着言述的真理而来——获取了确立。

§3.3.6

"Ἀλλὰ μὴν οὐδὲ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται καὶ τὰ ἑξῆς." οὐ μόνον τοῦτο ἔσται ἄτοπον, ὅπερ εἶπεν, ἀμφοτέρας τὰς προτάσεις ψευδεῖς εἶναι, ἀλλὰ πρὸς τούτοις εὑρεθήσεται καὶ ἐσόμενον τὸ πρᾶγμα καὶ μὴ ἐσόμενον. εἰ μὲν γὰρ ψευδής ἐστιν ἡ κατάφασις ἡ λέγουσα ὅτι αὔριον ἔσται ναυμαχία * * * ψευδοῦς γὰρ οὔσης τῆς καταφάσεως συμβαίνει τὴν ἀπόφασιν ἀληθεύειν, ἥτις ὑπέκειτο καὶ αὐτὴ ψευδής. εἰ δὲ πάλιν ψεύδεται ἡ ἀπόφασις ἡ λέγουσα ‘αὔριον οὐκ ἔσται ναυμαχία’, οὐκοῦν ἀληθεύει ἡ κατάφασις, καὶ ἔσται ναυμαχία, καὶ πάλιν τὸ αὐτὸ συμβήσεται.

“然而,甚至也不能说两者都不是真的,例如说它既不会存在也不会不存在,等等。” 不仅他所说的这件事情——即两个命题皆为假——是荒谬的,而且在此之外,事物还将被发现既是将要存在的又是将要不存在的。因为如果声称“明天将有一场海战”的肯定为假[……];因为在肯定为假时,否定便恰好为真,但这否定本身也曾被设定为假。如果反过来,说“明天将没有海战”的否定为假,那么肯定就为真,海战便会发生,同样的事情又会再次发生。

§3.3.7

"Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τὰ τοιαῦτα ἕτερα." ποῖά εἰσιν τὰ ἄτοπα, ὅτε μίαν τῶν προτάσεων τούτων εἴποι τις πάντως ὡρισμένως ψεύδεσθαι; συμβήσεται ἄτοπόν τι τὸ ἀναιρεθῆναι τὸ ἐνδεχόμενον καὶ πάντα ἐξ ἀνάγκης γίνεσθαι.3

“因此,随之而来的荒谬后果便是这些以及其他诸如此类的后果。” 当有人声称这些命题中的某一个必定确定为假时,荒谬的后果是什么呢?将随之产生这一荒谬之后果:偶然之物被取消,且一切都出于必然发生。

§3.3.8

"Ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθαι." ἐντεῦθεν ὥσπερ συνηγορῶν τῷ εἶναι τὸ ἐνδεχόμενον προάγεται. πραγματεύεσθαι δὲ λέγει τὸ ἐπιχειρεῖν ὅλως εἰς τὰ πράγματα. ἐν οἷς ἡ πρᾶξις.

“以致既不必熟虑,也不必营谋。” 从这里起,他仿佛在辩护偶然之物存在一般向前推进。他所说的“营谋”,是指一般地着手于各项事务,即行动寓于其中的那些事务。

语法注3 条
  1. 3.3.2ἐπειδὴ γὰρ τὸ πρᾶγμα, αἴτιόν ἐστι τοῦτο τοῦ προγινώσκειν τὸ θεῖον

    在因果连词 ἐπειδή 引导的从句中,述谓动词(依据前文语境可补入 γίνεται 或 ἔσται)被省略。主句中的指示代词 τοῦτο 指代 ἐπειδή 从句所示的事态(事物的发生),充当 αἴτιον 的主语,并支配带冠词的属格不定式短语 τοῦ προγινώσκειν τὸ θεῖον(神圣者预先知晓)。

  2. 3.3.4τὰς ἀπροσδιορίστους αἰνιττόμενος τοῦτό φησιν τὰς ἐχούσας ἴδιον τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι

    分词 αἰνιττόμενος 的宾语是阴性宾格复数词组 τὰς ἀπροσδιορίστους,此处省略了名词 προτάσεις(命题)。随后的限定分词短语 τὰς ἐχούσας 构成同位修饰,其句法为双重宾格结构:以 ἴδιον(固有的特质)为谓述宾格,以两个带冠词的不定式 τὸ συναληθεύειν 和 τὸ συμψεύδεσθαι 为直接宾语。

  3. 3.3.7συμβήσεται ἄτοπόν τι τὸ ἀναιρεθῆναι τὸ ἐνδεχόμενον καὶ πάντα ἐξ ἀνάγκης γίνεσθαι

    动词 συμβήσεται 的真实主语是带有冠词的不定式短语 τὸ ἀναιρεθῆναι τὸ ἐνδεχόμενον καὶ πάντα ἐξ ἀνάγκης γίνεσθαι,而 ἄτοπόν τι 充当谓述名词,构成的句法骨架为:“一个荒谬的结果将会随之产生,即偶然之物被取消且一切出于必然发生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:36.29-37.29