- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:35.17-36.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺斯介绍了扬布里柯关于神之预知与自由意志的解决方案(认识者以优于被知者本性的方式去认知),继而考察了从未来言述的真理推导必然性的论证,以及基于熟虑能力对偶然之物实在性的捍卫。
εἰ γὰρ ἀληθής ἐστιν ὁ λόγος, καὶ νοῦς ὁ δημιουργικὸς * * * πάντως ἔσται καὶ τὸ ἐσόμενον. ταύτην τὴν ἀπορίαν ἐπιλυόμενος ὁ Ἰάμβλιχός φησιν ὅτι τὸ γινῶσκον καὶ τὸ γινωσκόμενον ποτὲ ἴσα εἰσίν, ὡς ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα (ἐνταῦθα γὰρ ταὐτό ἐστι τὸ ζητοῦν καὶ τὸ ζητούμενον καὶ τὸ γινῶσκον καὶ τὸ γινωσκόμενον), ἢ κρεῖττόν ἐστι τὸ γινῶσκον τοῦ γινωσκομένου πράγματος, καὶ κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτοῦ1 γινώσκει, 〈οἷον〉 ἡνίκα γινώσκομεν τὸ φθαρτόν, οἷον Σωκράτην ὡς ζῷον λογικὸν θνητόν. ἐνταῦθα γὰρ κρειττόνως ἢ κατὰ τὴν φύσιν τοῦ Σωκράτους ἔγνωμεν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν ἀίδιον καὶ ἄφθαρτον. ἢ χειρόνως γινώσκει τὸ γινῶσκον 〈ἢ〉 κατὰ τὴν φύσιν τοῦ γνωστοῦ, οἷον ἡνίκα προχειριζώμεθα γνῶναι τὸ θεῖον· πάντως γὰρ ἐπινοοῦμεν σχήματά τινα καὶ σωματοειδεῖς μορφάς τινας, καὶ δῆλον ὅτι ἐνταῦθα ἡ γνῶσις χείρων ἐστὶ τοῦ γινωσκομένου πράγματος. οὕτως τοίνυν, ὡς ἐρρέθη, δυνατὸν κρειττόνως γινώσκειν τὸ γινωσκόμενον 〈ἢ〉 κατὰ τὴν φύσιν αὐτοῦ, ὡς ἐπὶ Σωκράτους εἴπομεν. γινώσκει τοίνυν τὸ θεῖον τὰ γινόμενα κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτῶν. καὶ ταῦτα μὲν διὰ τὴν φύσιν αὐτῶν ἀορίστως γίνονται, τὸ δὲ θεῖον ὡρισμένως αὐτὰ γινώσκει. πάλιν δὲ τούτοις ἕτερον ἄπορον ἐπιφύεται· εἰ γὰρ γινώσκει τόδε τι μέλλειν ποιεῖν τὸν ἄνθρωπον, ἐπὶ μὲν τῶν ἀγαθῶν εἰκότως οὐ κωλύει· διὰ τί δὲ μὴ ἐπὶ τῶν φαύλων; οἷον ἐπίσταται ὅτι τόδε τὸ βρέφος μέλλει γόης εἶναι, λοιμός, φονεύς· πότερον δύναται κωλῦσαι ἢ οὐ δύναται; ἀλλὰ τὸ μὲν λέγειν ‘οὐ δύναται’ δυσσεβέστατον· δύναται ἄρα. εἰ δὲ δύναται μέν, κωλύειν δὲ οὐ βούλεται, τοῦτο φθονεροῦ καὶ κακοποιοῦ. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι τὸ αὐτεξούσιον δέδωκεν ὁ δημιουργὸς διὰ τὰ μέλλοντα ἀγαθά· εἰ γὰρ μὴ ἦσαν ἀμοιβαί, οὐκ ἂν ἐστέφοντο·2 ὥσπερ γὰρ εὑρίσκομεν ἐπὶ στρατιωτῶν ὅτι μετὰ τοὺς ἀγῶνας τῶν δωρεῶν ἐπιτυγχάνουσιν, ὁ δὲ μὴ ἀγωνισάμενος οὐδ’ ὅλως ἀξιοῦται δωρεᾶς, τοιοῦτόν τι συμβαίνει καὶ ἐπὶ πάντων τούτων. καὶ ταῦτα μὲν ἔξωθεν. Ἀριστοτέλης δὲ προλαμβάνει τι λημμάτιον ἀπό τινων πρὸς τὴν τοῦ ἐνδεχομένου ἀναίρεσιν. ἔστι δὲ τοῦτο ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται ἡ ὕπαρξις τοῦ πράγματος καὶ τῷ ψεύδει τῶν λόγων ἡ ἀνυπαρξία. ἀναιρεθήσεται 〈ἄρα〉 τὸ ἐνδεχόμενον. εἰ γὰρ ἀληθὴς ἦν ὁ λόγος ὁ λέγων χθὲς περὶ τοῦ σήμερον τεχθέντος παιδίου ὅτι τεχθήσεται παιδίον αὔριον μέγα τε καὶ λευκόν, πάντως καὶ τεχθήσεται· καὶ ἀντιστρόφως εἰ τεχθήσεται, πάντως ἀληθὴς ὁ λόγος. πάλιν εἰ ψευδὴς ἦν ὁ λόγος ὁ λέγων ὅτι αὔριον τόδε τι γίνεται, οὐ γίνεται· καὶ ἐὰν οὐ γίνεται, ψευδὴς ὁ λόγος. εἰ τοίνυν ὡρισμένως ἀληθές ἐστιν ἐπὶ τῶν καθ’ ἕκαστα γινομένων ὅτι τόδε τί ἐστιν αὔριον, οἷον ὅτι ἔσται ναυμαχία, πάντως ἔσται ναυμαχία, καὶ πάντα ἐξ ἀνάγκης γίνονται * * * οὐδὲν γὰρ κωλύει εἰς τοσοῦτον πλῆθος ἐτῶν τὸν μὲν καταφάσκειν 〈τὸν δὲ ἀποφάσκειν3〉. εἰ δὲ τοῦτο, ἄτοπον ἔσται τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον. καὶ γὰρ βουλευτικοί ἐσμεν· τὸ δὲ βουλεύεσθαι οὐκ ἔστιν μάτην· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς οὔτε ἡ φύσις ποιεῖ. βουλευόμεθα δὲ οὔτε περὶ τῶν ἀναγκαίων οὔτε περὶ τῶν ἀδυνάτων (οὐδεὶς γὰρ βουλεύεται ἢ ‘δεῖ με ἵπτασθαι’ ἢ ‘δεῖ με ἀναπνεῦσαι;’) ἀλλὰ περὶ τῶν ἐνδεχομένων. ἔστιν ἄρα τὸ ἐνδεχόμενον. εἰ δὲ ἔστιν τὸ ἐνδεχόμενον, οὐκ ἔστιν μία τῶν ἀντικειμένων τούτων τῶν προτάσεων ὡρισμένως πάντως ἢ ἀληθὴς ἢ ψευδής. καὶ ταῦτα μέν εἰσιν τὰ παραδιδόμενα. ἐπιφέρει δὲ καὶ ἄλλην τελειοτέραν ἐπίλυσιν ἣν ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα.
因为如果言述是真的,且创世的心灵[……],那么将要存在之物也必定完全存在。在解决这一疑难时,扬布里柯说,认知者与被认知者有时是对等的,例如灵魂认识其自身时(因为在那里,寻求者与被寻求者、认知者与被认知者是同一的);或者认知者优于被认知的事物,并且以优于其本性的方式认知,例如当我们认知可消灭之物时,例如把苏格拉底认知为“理性的可死动物”。因为在那里,我们以优于苏格拉底之本性的方式认识了他;因为“理性的可死动物”是永恒且不灭的。或者认知者以劣于被知者本性的方式认知,例如当我们着手认识神圣者时;因为我们必定会构想出某些形状和类似身体的形态,显然在那里的认识劣于被认知的事物。因此,正如所说的那样,以优于其自身本性的方式认知被认知之物是可能的,正如我们在苏格拉底的例子中所说的那样。因此,神圣者以优于生成之物本性的方式认知它们。而它们由于其本性不定地生成,神圣者却确定地认知它们。 然而针对这些,又衍生出另一个疑难:因为如果它认知到某人将要做这件特定的事,在善事上它固然理所当然地不予阻拦,但为何在恶事上也不阻拦呢?例如,它确知这个婴儿将成为术士、灾祸或杀人犯,它究竟能阻拦还是不能阻拦?说“不能”是极其不敬的;因此它是能够的。但如果它能够却不愿阻拦,这乃是出于嫉妒和作恶者的品性。于是我们对此回答说:造物主为了未来的善事赋予了自由意志;因为如果不存在奖赏,人们就不会获得桂冠;正如我们发现在士兵的例子中,他们在奋战之后获得奖赏,而未曾奋战者根本不配得奖赏,在所有这些事情上也发生了类似的情况。 这些是从外部引入的论点。而亚里士多德为了取消偶然之物,预先从某些人那里采纳了一个小假定。这就是:事物的实在随着言述的真理而来,事物的非实在随着言述的虚假而来。因此偶然之物将被取消。因为,如果昨天关于今天出生的婴儿所说的“明天将出生一个高大且白皙的婴儿”这一言述是真的,那么它就必定会出生;反之,如果它将出生,该言述就必定为真。反之,如果说“明天某事发生”的言述是假的,它就不会发生;而如果它不发生,该言述就是假的。因此,如果在个别生成的事物上,“明天某事存在”是确定为真的,例如“将有一场海战”,那么海战就必定会发生,一切都出于必然发生[……];因为没有任何东西能阻止在如此漫长的岁月里一人肯定而另一人否定。如果这样的话,偶然之物被取消将成为荒谬的结果。 因为我们确实具有熟虑的能力;而熟虑绝非徒劳;因为神和自然都不做徒劳之事。但我们既不就必然之事熟虑,也不就不可能之事熟虑(因为没有人会熟虑“我应当飞吗?”或“我应当呼吸吗?”),而是就偶然之事熟虑。因此,偶然之物是存在的。而如果偶然之物存在,那么这些相互对立的命题中便不会有一方必定确定为真或为假。这些就是流传下来的学说。但他还提出了另一个更完备的解决方案,在神助之下我们将在另一堂考察中学习它。
- 3.3.1κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτοῦ
比较级副词 κρειττόνως 后接连词 ἤ 与介词短语 κατὰ τὴν φύσιν αὐτοῦ,意为“以优于依照其自身本性的方式”。这表达了新柏拉图主义(扬布里柯)的著名原则,即认知方式依随认知主体的本性而非被认知对象的存在层级。
- 3.3.1εἰ γὰρ μὴ ἦσαν ἀμοιβαί, οὐκ ἂν ἐστέφοντο
条件从句与归结从句均使用未完成过去时直陈式(ἦσαν / 带 ἄν 的 ἐστέφοντο)的非真实条件句。假设与普遍事实相反的情况:“因为如果没有奖赏,他们也就不会获得桂冠”。
- 3.3.1οὐδὲν γὰρ κωλύει εἰς τοσοῦτον πλῆθος ἐτῶν τὸν μὲν καταφάσκειν 〈τὸν δὲ ἀποφάσκειν〉
无人称动词短语 οὐδὲν κωλύει 后接带不定式结构,对格主语为 τὸν μέν ... 〈τὸν δέ〉,不定式为 καταφάσκειν ... 〈ἀποφάσκειν〉,意为“因为没有任何东西阻碍在如此漫长的岁月中一人肯定而另一人否定”。
