- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:34.6-35.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努阐述了关于未来偶然事件的论题(18a28),即个别命题在未来时间上是否像在过去与现在那样确定地分属真假;他指出了由此产生的决定论涉及神学、自然学、逻辑学与伦理学,并提出了反对偶然性的两个论证——“收割者”论证(被他批判为窃取论题)与基于神圣预知的论证。
" Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ καὶ τὰ ἑξῆς." Διακρίνας σαφέστατά τε καὶ ἀκριβέστατα τὰς τέσσαρας ἀντιθέσεις, καὶ τούτων τὴν μὲν καλέσας ὑπεναντίαν, αἵτινες οὐκ ἀεὶ μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλὰ συναληθεύουσι, τοῦτ’ ἔστιν αἱ μερικαὶ προτάσεις καὶ αἱ ἀπροσδιόριστοι, τὴν δὲ καλέσας ἐναντίαν, φημὶ δὴ τὴν καθόλου πρότασιν τὴν καταφατικὴν καὶ τὴν ἀποφατικήν, αἵτινες πάλιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδονται, τὰς δὲ λοιπὰς ἀντιθέσεις τήν τε τῶν καθ’ ἕκαστα καὶ τὴν μάχην τῆς μερικῆς πρὸς τὴν καθόλου εἴτε καταφατικῆς 〈εἴτε ἀποφατικῆς〉 εἰπὼν ἀντιφατικῶς μάχεσθαι, ταῦτα οὖν πάντα εἰπὼν διὰ τῶν προλαβόντων ζητεῖ νῦν καλῶς ὅτι1 ἐπὶ μὲν τῶν ἄλλων τριῶν ἀντιθέσεων ἐπὶ μὲν τῶν τριῶν χρόνων ὡσαύτως ἕξουσιν κατὰ τὸ μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἢ τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι· ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἐπὶ μὲν τοῦ ἐνεστῶτος καὶ τοῦ παρῳχημένου πάλιν κατὰ τὸν αὐτὸν τρόπον μερίζουσι πάντως ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ δὲ τοῦ μέλλοντος χρόνου ἀπορεῖ μήπως κατὰ τὸν αὐτὸν τρόπον μερίζουσιν ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ δὲ τοῦτο, συναχθήσεταί τι ἄτοπον, τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον καὶ γίνεσθαι ἐξ ἀνάγκης πάντα. τοῦτο δὲ τὸ θεώρημα, ὅπερ νῦν Ἀριστοτέλης κεκίνηκεν, ἐστὶ καὶ θεολογικόν· αὐτὸ γὰρ τοῦτό ἐστιν τὸ ζητούμενον, εἰ ἐξ ἀνάγκης πάντα γίνονται ἢ τινὰ μὲν ἐξ ἀνάγκης τινὰ δὲ οὔ. ἀλλὰ μὴν καὶ φυσιολογικόν· ζητοῦμεν γὰρ τὰ πράγματα καὶ τὴν φύσιν τῶν γινομένων καὶ φθειρομένων, ἆρά γε τοιαύτην φύσιν ἔχουσιν ὥστε ἐξ ἀνάγκης γίνεσθαι ἢ τοιαύτην ὥστε ποτὲ μὲν γίνεσθαι ποτὲ δὲ οὔ. ἀλλὰ μὴν καὶ λογικόν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἐπειδὴ καὶ περὶ τῶν προτάσεων ὁ λόγος, ἡ δὲ ζήτησις τῶν προτάσεων τῆς λογικῆς ἐστι πραγματείας. οὐκ ἔστι δὲ ἀλλότριον οὐδὲ τῆς ἠθικῆς πραγματείας τὸ ζητούμενον· εἰ γὰρ τῷ ὄντι πάντα ἐξ ἀνάγκης γίνεται, οὐ δεῖ φροντίζειν τῶν ἀρετῶν οὐδὲ ἀποστρέφεσθαι τὴν κακίαν. καὶ πῶς μὲν Ἀριστοτέλης ἀπορεῖ καὶ πῶς ἐπιλύεται, ἐν τῇ Ἀριστοτελικῇ μαθησόμεθα λέξει, φέροντες ἔξωθεν πρὸς ἀναίρεσιν τοῦ ἀντεχομένου2 δύο τινὰ ἐπιχειρήματα, ὧν τὸ μέν ἐστι λογικὸν ἤγουν ἐπιπόλαιον, τὸ δὲ ἕτερον πραγματειωδέστερον. προάγεται δὲ τὸ λογικὸν ἀπό τινος ἐνεργείας ἡμετέρας τοῦτον τὸν τρόπον. εἰ θεριεῖς, φησίν, οὐ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς. πάλιν ἐπὶ τῆς ἀποφάσεως, εἰ οὐ θεριεῖς, οὐ τάχα μὲν οὐ θεριεῖς τάχα δὲ θεριεῖς, ἀλλὰ πάντως 〈οὐ〉 θεριεῖς. τὸ δὲ πάντως εἰσάγει τὸ ἀναγκαῖον· τοῦ δὲ ἀναγκαίου εἰσαχθέντος οἰχήσεται τὸ ἐνδεχόμενον. πρὸς τοῦτο δ’ οὖν ῥᾴδιον ἀντειπεῖν ὅτι αὐτὸ τὸ ζητούμενον ἔλαβεν ὁμολογούμενον.3 ἡ γὰρ ὑπόθεσις οὔπω κατεσκεύασται τὸ ‘εἰ θεριεῖς’· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον. πᾶσα δὲ ὑπόθεσις διὰ κατηγορικοῦ λόγου κατασκευάζεται πάντως. τίς γὰρ οὐκ οἶδεν ὅτι, ἐὰν θεριῶ, πάντως θεριῶ; ἀλλὰ πόθεν δῆλον ὅτι θεριῶ; οὔπω γὰρ κατεσκεύασται διὰ κατηγορικοῦ λόγου. ἐν οἷς τὸ ᾱ ἐπιχείρημα. τὸ δὲ ἕτερον οὕτως προάγεται. τὸ θεῖον, φησίν, τῶν μελλόντων ἔχει γνῶσιν ἢ οὐκ ἔχει. τὸ μὲν οὖν εἰπεῖν ὅτι οὐκ ἔχει ἀσεβέστατόν τε καὶ ἀδύνατον. εἰ δὲ πάλιν εἴπωμεν ἔχειν μέν, ἀόριστον δὲ ταύτην, καὶ τοῦτο οὐ πόρρω τινὸς ἀσεβήματος· τί γὰρ διαφέρει τῆς ἡμετέρας γνώσεως; ὧν δὲ αἱ ἐνέργειαι αἱ αὐταί, δῆλον ὅτι καὶ αἱ οὐσίαι αἱ αὐταί. * * * καὶ πάντως ἐπίσταται τόδε τι γενέσθαι καὶ μετὰ μυριοστὸν ἔτος, πάντως καὶ γενήσεται· τῇ γὰρ ἀληθείᾳ τῶν λόγων, ὡς καὶ Ἀριστοτέλης φησίν, ἕπεται ἡ ὕπαρξις τῶν πραγμάτων.
“因此,对于现存的和已经生成的事物而言,肯定命题或否定命题必然为真或为假,等等。” 在极其明晰且精确地区分了四种对立之后——其中一种他称之为下相反对立,它们并不总是分属真和假,而是同时为真,即特称命题和不定命题;另一种他称之为相反对立,我指的是全称肯定命题和全称否定命题,它们在偶然质料上反过来一同为假;至于其余的对立,即个别命题的对立,以及特称命题与全称命题(无论是肯定的还是否定的)的冲突,他说它们构成矛盾对立——因此,通过前述内容陈述了所有这些之后,他现在恰当地探究道:虽然对于其他三种对立而言,在三个时间中,就分属真和假、或同时为真、或同时为假而言都处于相同的状态;但对于个别命题而言,在现在和过去它们固然同样完全确定地分属真和假,而在未来的时间上,他提出疑难:它们是否也可能以相同的方式确定地分属真和假?如果这样的话,就会推导出一个荒谬的结论:偶然之物被取消,一切都出于必然发生。而亚里士多德现在所触动的这一定理,也是神学性质的;因为所探究的正是这一点:究竟是一切都出于必然发生,还是某些出于必然、某些则不然?但这无疑也是自然学性质的;因为我们探究生成与消灭之物的事实与本性,它们究竟具有出于必然发生的那种本性,还是具有有时发生有时不发生的那种本性?但这无疑也是逻辑学性质的;因为所探究的正是这一点,既然讨论也是关于命题的,而对命题的探究属于逻辑学研究。所探究的问题对于伦理学研究也并非毫不相干;因为如果事实上一切都出于必然发生,那就既不需要顾及美德,也不需要规避恶习了。至于亚里士多德是如何提出疑难并如何解决的,我们将在亚里士多德的文本中学到,而我们先从外部引入两个用于取消偶然之物的论证,其中一个是逻辑学的,即浅显的,另一个则是更为实质性的。而逻辑学的论证是从我们自身的某种活动出发,以这种方式推进的:“如果你将收割,”论者说,“你就不会是或许收割或许不收割,而是一定会收割。反之在否定命题上,如果你不收割,你就不会是或许不收割或许收割,而是一定不收割。”而“一定”引入了必然性;一旦必然性被引入,偶然性就将消逝。然而对此很容易反驳说:论者把所探究的当成了公认的前提。因为“如果你将收割”这一假说尚未被确立;因为这正是所探究的问题本身。而任何假说都完全是通过直言言述来确立的。因为谁不知道:如果我将收割,我必定会收割?但是从何显明我将收割呢?因为这尚未通过直言言述确立起来。第一条论证就在于此。另一条论证则是这样推进的:“神圣者,”论者说,“要么拥有关于未来的知识,要么没有。说它没有,这是极其不敬且不可能的。如果反过来我们说它拥有,但这知识是不定的,这同样距某种不敬不远;因为它与我们的知识有何区别?而活动相同的诸事物,显而易见其实体也是相同的。[……]如果它完全确知哪怕在万年之后某事一定会发生,那么该事也必然会发生;因为正如亚里士多德所说,事物的实在随着言述的真理而来。”
- 3.3.1Διακρίνας ... ταῦτα οὖν πάντα εἰπὼν διὰ τῶν προλαβόντων ζητεῖ νῦν καλῶς ὅτι
句首分词 Διακρίνας 及其统辖的从属分词短语(καλέσας ..., εἰπών ...)经过长距离展开后,由 ταῦτα οὖν πάντα εἰπὼν 进行了总结与复述(复指性重述结构)。在主动词 ζητεῖ 引导的 ὅτι 从句内部,其他三种对立(μέν)与个别命题(ἐπὶ δὲ τῶν καθ’ ἕκαστα)构成对比,后者内部又进一步将现在与过去(μέν)同未来(δέ)相对置。
- 3.3.1πρὸς ἀναίρεσιν τοῦ ἀντεχομένου
写本中的 τοῦ ἀντεχομένου(字面意为“所坚持之物”或“相持之物”)对照上下文(“偶然之物的取消”[τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον] 及随后的 [οἰχήσεται τὸ ἐνδεχόμενον])显然为 τοῦ ἐνδεχομένου 之传抄讹误。各语言译文均依论证逻辑,将其理解为“偶然之物/可能性”之取消。
- 3.3.1αὐτὸ τὸ ζητούμενον ἔλαβεν ὁμολογούμενον
动词 ἔλαβεν(以论辩对手为隐含主语)带双宾格结构:意为“把正被探究的该事项本身(αὐτὸ τὸ ζητούμενον)当作公认的前提(ὁμολογούμενον)来采用”,指出了逻辑上的窃取论题(先决问题要求)。
