- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:32.20-34.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《解释篇》第7–8章,斯特凡诺论证了一个推论:与一个肯定命题矛盾对立的否定命题严格只有一个;继而探讨了因词项的同名异义或复合性而导致命题单一性丧失的条件。
" Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως· τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν ὅπερ κατέφησεν ἡ κατάφασις." Ἐπεξελθὼν πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων καὶ δείξας, ποῖαι ἀντιφατικῶς λέγονται μάχεσθαι ποῖαι δὲ ἐναντίως καὶ ποῖαι ὑπεναντίως καὶ ποῖαι λέγονται καθ’ ἕκαστα, ἐντεῦθεν πόρισμά τι ἐκ τῶν εἰρημένων συνάγει. ἔστι δὲ τοιοῦτον πόρισμα ὅτι φανερὸν γέγονεν ἐκ τῶν εἰρημένων ὡς μία κατάφασις μιᾷ προτάσει ἀντιφατικῶς μάχεται. καὶ πῶς τοῦτο ἐκ τῶν εἰρημένων συνάγεται; ἐδόκουν γὰρ μιᾷ καταφάσει, φέρε εἰπεῖν τῇ καθόλου, δύο προτάσεις μάχεσθαι, ἥ τε καθόλου ἀπόφασις καὶ ἡ μερικὴ ἀπόφασις, ἄλλη δὲ οὐδεμία· ἐδείξαμεν γὰρ τὴν ἀπροσδιόριστον ἀπόφασιν ἰσοδυναμοῦσαν τῇ μερικῇ ἀποφάσει. ἀλλὰ τούτων ἡ μὲν καθόλου ἀπόφασις οὐ πάντῃ ἐμάχετο· συνεψεύδετο γὰρ ἐπὶ τῆς ἐνδεχομένης ὕλης τῇ καθόλου καταφάσει. καταλέλειπται ἄρα μία πρότασις ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος’ ἀντιφατικῶς μαχομένη· καὶ γὰρ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. πάλιν τῇ μερικῇ καταφάσει, φημὶ δὴ ‘τὶς ἄνθρωπος βαδίζει’, δύο προτάσεις ἐδόκουν μάχεσθαι, ἥ τε καθόλου ἀποφατικὴ καὶ ἡ μερικὴ ἀποφατική. ἀλλ’ ἡ μὲν μερικὴ ἀποφατικὴ συνηλήθευεν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ὡς ἀποδέδεικται· ἡ γὰρ λέγουσα ‘τὶς ἄνθρωπος βαδίζει’ καὶ ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’ ἀληθεῖς εἰσιν. * * * ἐπὶ τῆς ἐνδεχομένης ὕλης καὶ τῆς ἀναγκαίας ἡ μὲν μερικὴ κατάφασις ἀληθεύει, οἷον ‘τὶς ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος ἀναπνεῖ’· ἡ δὲ καθόλου ἀπόφασις ἐπὶ ἑκατέρᾳ τῶν ὑλῶν ψεύδεται, ἥ τε λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ’, καὶ ‘οὐδεὶς ἄνθρωπος περιπατεῖ.’ ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης τὸ ἀνάπαλιν ἡ μὲν καθόλου ἀπόφασις ἀληθεύει ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἵπταται’ * * * τῇ δὲ καθ’ ἕκαστα καταφάσει μία αὐτόθεν μάχεται ἀπόφασις· οὐ γὰρ ἔχει ἄλλην ἀπόφασιν τὴν δοκοῦσαν ὅλως μάχεσθαι. οἷον ἡ ‘Σωκράτης βαδίζει’ μιᾷ προτάσει μάχεται τῇ λεγούσῃ ‘Σωκράτης οὐ βαδίζει’ * * * ἀποδέδεικται ὅλως μὴ εἶναι ἀπόφασις. φανερὸν ἄρα γέγονεν ὅτι μιᾷ προτάσει μία πρότασις ἀντιφατικῶς μάχεται. ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ παραδίδωσι τοιοῦτον θεώρημα, ὅπερ σχεδὸν καὶ ἐν τῷ ᾱ̄ τμήματι παραδέδωκεν. ἔστι δὲ τοῦτο, πότε τῷ ἀληθεῖ ἐστι μία κατάφασις καὶ μία ἀπόφασις, πότε δὲ οὐκ ἔστι μία. τοῦτο δὲ διαφέρει τὸ νῦν παραδιδόμενον θεώρημα 〈τοῦ〉 ἐν τῷ ᾱ τμήματι,1 ὅτι ἐν μὲν τῷ ᾱ τμήματι τὴν διαφορὰν τῶν ἁπλῶν λόγων καὶ συνθέτων παραδέδωκεν, ἐνταῦθα δὲ αὐτὸ τοῦτο καθ’ αὑτὸ [εἰ] διορίζεται, τὸ πότε ἐστὶ μία ἀπόφανσις,2 ἵνα ἔχῃ πρότασιν μαχομένην ἀντιφατικῶς. φησὶ τοίνυν ὅτι, ἡνίκα εἷς τῶν ὅρων ὁμώνυμος ᾖ, οὐκ ἔστι μία πρότασις, καὶ τὴν αἰτίαν φησὶν ὅτι ἀντιφατικῶς ἄλλην ταύτῃ ἀδύνατον μάχεσθαι. συναληθεύουσι γὰρ αἱ λέγουσαι ‘Αἴας βαδίζει’ καὶ ‘Αἴας οὐ βαδίζει’ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανόμεναι. εἰ δὲ οὐκ ἔστιν εἷς τῶν ὅρων ὁμώνυμος ἢ ὁ ὑποκείμενος ἢ ὁ κατηγορούμενος, πάντως μία ἐστὶ κατάφασις, καὶ διὰ τοῦτο ἕξει καὶ ἄλλην πρότασιν ἀντιφατικῶς μαχομένην, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει’, ἐὰν ἕν τι σημαίνει τὸ Σωκράτης.
“显而易见,一个否定命题也对应于一个肯定命题;因为否定命题必须否定肯定命题所肯定的同一事物。” 在遍历了命题的所有种类,并表明了哪些命题被称为矛盾对立、哪些相反对立、哪些下相反对立,以及哪些被称为个别命题之后,他由此从所说的事情中推引出了一个推论。这个推论是这样的:从所说的事情中已经显明,只有一个命题与一个肯定命题构成矛盾对立。而这又是如何从所说的事情中推引出来的呢?因为曾经看来,有两个命题——全称否定命题和特称否定命题——与一个肯定命题(比如说全称肯定命题)相冲突,而没有别的命题;因为我们已经表明,不定否定命题等值于特称否定命题。但在这些命题中,全称否定命题并不是全然冲突的;因为在偶然质料上,它与全称肯定命题一同为假。因此,剩下一个命题,即说“并非每个人……”的命题,构成了矛盾对立;因为它在任何时间、任何质料上都分属真和假。再次,对于特称肯定命题(我指的是“有人行走”),曾经看来有两个命题与之冲突:全称否定命题和特称否定命题。但是特称否定命题正如已被证明的那样,在偶然质料上是同时为真的;因为说“有人行走”的命题与说“并非每个人都行走”的命题都是真的。[……]在偶然质料和必然质料上,特称肯定命题是真的,例如“有人行走,有人呼吸”;而全称否定命题在两种质料上都是假的,无论是说“没有任何人呼吸”的命题,还是说“没有任何人步行”的命题。但是在不可能质料上则相反,全称否定命题是真的,即说“没有任何人飞翔”的命题[……]而对于个别的肯定命题,直接就有一个否定命题与之冲突;因为它根本没有另一个看来冲突的否定命题。例如与“苏格拉底行走”相冲突的只有一个命题,即说“苏格拉底不行走”的命题[……]已被证明根本不是否定命题。因此显而易见,只有一个命题与一个命题构成矛盾对立。第一章就在于此。第二章是他传授这样一个定理的地方,这一定理几乎也是他在第1节中所传授过的。这就是:何时真正是一个肯定命题和一个否定命题,而何时不是一个。现在传授的这一定理与第1节中的定理不同,在于在第1节中他传授的是单纯言述与复合言述的差异,而在这里正是就此事本身加以规定,即言明何时为一个,以便具有与之矛盾对立的命题。因此他说,凡当诸项之一是同名异义的时候,就不是一个命题;并且他说其原因在于,不可能有另一个命题与之构成矛盾对立。因为说“埃阿斯行走”和“埃阿斯不行走”的命题,就不同的人被取用时是同时为真的。但如果诸项中没有一项(无论是主词还是述词)是同名异义的,那就全然是一个肯定命题,并因此它也将具有另一个与之矛盾对立的命题,例如“苏格拉底行走,苏格拉底不行走”,只要“苏格拉底”意味着一个事物。
"Εἰ δὲ δυεῖν ἓν ὄνομα κεῖται, ἐξ ὧν μὴ ἔστιν ἕν,3 οὐκ ἔστι μία πρότασις." ἔλαβεν τοίνυν αὐτὸς τὸ παράδειγμα ἐπὶ ἀνθρώπου καὶ ἵππου· φησὶ τοίνυν ἐχέτωσαν ἄνθρωπος καὶ ἵππος κοινὸν ὄνομα τὸ ἱμάτιον, καὶ ἡ πρότασις τοίνυν ἡ λέγουσα ‘τὸ ἱμάτιον λευκόν ἐστι’ τοῦτο σημαίνει, ὅτι καὶ ἵππος λευκός ἐστι καὶ ἄνθρωπος λευκός ἐστιν. αὗται δὲ δύο προτάσεις τυγχάνουσιν οὖσαι. ὥστε οὖν καὶ ἡ πρώτη ἡ λέγουσα ‘τὸ ἱμάτιον λευκόν ἐστιν’ ἢ δύο σημαίνει ἢ οὐδέν· οὐ γὰρ δυνατόν ἐστι τὸν ἄνθρωπον καὶ ἵππον εἶναι ἢ τὸν ἵππον καὶ ἄνθρωπον, ἵνα καὶ μίαν εἴπωμεν πρότασιν τὴν λέγουσαν ‘τὸ ἱμάτιον λευκόν ἐστιν’. ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον. Ἐφεξῆς δὲ καὶ περὶ τῆς ἀντιφάσεως ἀπορεῖ τῆς καθ’ ἕκαστα, πῶς ἐπὶ τοῦ μέλλοντος χρόνου λέγεται μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ τὴν ἀπορίαν ἐπιλύεται. ἀλλ’ ἀρκεῖ ταῦτα τῇ παρούσῃ θεωρίᾳ. πῶς γὰρ τοῦτο ποιεῖ, ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. σαφοῦς δὲ τῆς λέξεως οὔσης καὶ πάντων τῶν ἐν αὐτῇ καλῶς θεωρηθέντων ἐν τούτοις τήνδε τὴν παροῦσαν πρᾶξιν καταπαύσωμεν.
“但是,如果对不能从中生成为一的两个事物赋予了一个名称,那就不是一个命题。” 于是他自己就人与马举了例子;他说,假定人和马有一个共同的名称“外衣”,那么说“外衣是白的”这一命题就意味着这一意思:马是白的并且人也是白的。而这恰好是两个命题。因此最初那条说“外衣是白的”命题,要么意味着两件事,要么什么都不意味着;因为人不可能也是马,马也不可能也是人,以至于我们能够将说“外衣是白的”这一命题也称为一个命题。第二章也就在于此。接着,关于个别的矛盾对立,在未来的时间上如何被称为分属真和假,他也提出了疑难,并且解决了这个疑难。但是这些对于目前的考察已经足够了。因为他是如何做到这点的,我们将在神的帮助下在另一讲考察中去学习。既然文句清晰,而且其中的所有问题都得到了良好的考察,我们就在这些内容中结束当前的这一讲吧。
- 3.2.1τοῦτο δὲ διαφέρει τὸ νῦν παραδιδόμενον θεώρημα 〈τοῦ〉 ἐν τῷ ᾱ τμήματι
动词 διαφέρει(相异)支配主语 τὸ νῦν παραδιδόμενον θεώρημα,并带有一个表示比较的属格短语 〈τοῦ〉 ἐν τῷ ᾱ τμήματι(“比之于第1节中的定理”),随后的 ὅτι 从句阐明两者之间的区别所在。
- 3.2.1τὸ πότε ἐστὶ μία ἀπόφανσις
带冠词的间接疑问从句 τὸ πότε ἐστὶ μία ἀπόφανσις 作为前置指示短语 αὐτὸ τοῦτο καθ’ αὑτό(“此事本身”)的同位语,或者作为动词 διορίζεται 的实质宾语。
- 3.2.2ἐξ ὧν μὴ ἔστιν ἕν
关系从句中的否定词 μή 表明这是一个条件性/一般性关系从句(“凡不能从中生成为一的两个事物”),而非指称具体的特定二物。
