- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:31.4-32.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德文本(17b14–17b33),解释了为何不能将全称规定附加于述词,并通过相反者和生成之物的论证说明不定命题等同于特称命题,进而根据命题质料证明不定否定命题依随特称否定而非全称否定。
" Οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορηθήσεται, οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον." οὐδεμία κατάφασις εἶπεν ἀντὶ τοῦ πρότασις, ἐκ τοῦ κυριωτέρου τὴν ὀνομασίαν ποιησάμενος· ἐὰν γὰρ κατάφασις οὐκ ἔστι, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασις. ἡ γὰρ ἀπόφασις μόνῃ τῇ οὔ ἀρνήσει θέλει πλεονάζειν1 τῆς καταφάσεως, 〈ὡς〉 πολλάκις ἡμῖν εἴρηται.
“因为没有任何肯定命题会是真的,在其中全称被全称地述说于述词,例如‘每个人都是每个动物’就是如此。” 他说“没有任何肯定命题”代替了“没有任何命题”,是从更根本者出发来命名的;因为如果肯定命题不能成立,否定命题就更不能成立了。因为正如我们屡次说过的那样,否定命题理应仅凭否定词“不”而多于肯定命题。
"Εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός· καὶ εἰ γίνεται τι, καὶ οὐκ ἔστιν." ἐνταῦθα βούλεται ἀποδεῖξαι ὅτι αἱ μερικαὶ προτάσεις ταῖς ἀπροσδιορίστοις τὴν αὐτὴν ἔχουσι δύναμιν. ἐπιχειρεῖ δὲ διχῶς, ἔκ τε τῶν ἐναντίων καὶ ἐκ τῶν γινομένων. ἐκ μὲν τῶν ἐναντίων οὕτως· εἰ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος καλός ἐστι, καὶ πάλιν αὐτὸ τοῦτο ὅτι ἄνθρωπος αἰσχρός ἐστι· τὸ δὲ αἰσχρὸς δῆλον ὅτι οὐ καλὸς σημαίνει. ἀληθὲς 〈δὲ〉 ἄρα εἰπεῖν ὅτι ἄνθρωπος [οὐ] καλός ἐστιν, οἷον διὰ τὸν Ἀχιλλέα ἢ Νηλέα, καὶ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος αἰσχρὸς διὰ τὸν Θερσίτην, ὅπερ πάντως σημαίνει τὸ οὐ καλός. συναληθεύουσιν ἄρα αἱ προτάσεις· εἰ δὲ συναληθεύουσιν, δῆλον ὅτι οὐκέτι ἀντίφασις, ἀλλὰ τὴν αὐτὴν δύναμιν ἔχουσιν ταῖς μερικαῖς προτάσεσιν ἀποφατικαῖς καὶ καταφατικαῖς. ἐν οἷς τὸ πρῶτον ἐπιχείρημα. τὸ δὲ δεύτερον ἐπιχείρημά ἐστιν ἐκ τῶν γινομένων οὕτω προσαγόμενον· εἰ ἀληθὲς εἰπεῖν ‘ἄνθρωπός ἐστι’ διὰ τὸν ἤδη ὑπάρχοντα, πάλιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος οὐκ ἔστι διὰ τὸν γινόμενον καὶ κυοφορούμενον· τὸ γὰρ κυοφορούμενον οὔπω ἔστι. συναληθεύουσιν ἄρα, ὡς ἐρρέθη. εἰ δὲ ἡ ἀντίφασις οὐ συναληθεύει ποτέ, οὐκ ἄρα τὴν αὐτὴν δύναμιν ἔχει ἡ ἀπροσδιόριστος ἀπόφασις τῇ καθόλου ἀποφάσει. ἐνταῦθα τοίνυν ζητεῖται περὶ τῆς ἀπροσδιορίστου ἀποφάσεως, ἆρά γε τῇ καθόλου ἀποφάσει ἰσοδυναμεῖ ἢ τῇ μερικῇ ἀποφάσει. περὶ μὲν γὰρ τῆς καταφάσεως οὐδὲ εἷς λόγος· πᾶσιν γὰρ φανερὸν ὅτι ἡ μερικὴ κατάφασις καὶ ἡ ἀπροσδιόριστος τὴν αὐτὴν δύναμιν ἔχουσιν, οἷον ‘ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει’, χωρὶς τοῦ ἄρθρου δηλονότι. περὶ δὲ τῆς ἀπροσδιορίστου ἀποφάσεως ζητεῖται, ἆρά γε τῇ καθόλου ἀποφάσει ἕπεται ἢ τῇ μερικῇ ἀποφάσει. καὶ οἱ μὲν λέγουσιν τῇ καθόλου ἀποφάσει ἕπεσθαι, αὐτὸν τὸν Ἀριστοτέλη μάρτυρα παραφέροντες. λέγει γὰρ ἐν ἄλλοις καὶ φαίνεται κεχρημένος ταύτῃ ἀντὶ τῆς καθόλου ἀποφάσεως, ὡς ἐν τῷ Περὶ ψυχῆς εἶπεν ‘οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις’, τοῦτ’ ἔστιν ‘οὐκ ἔστιν οὐδεμία αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις’· καὶ πάλιν ἐν τῇ Φυσικῇ ἀκροάσει ‘οὐκ ἔστι κίνησις παρὰ τὰ κινούμενα’. λέγομεν οὖν ἡμεῖς ὅτι πάντως τῇ μερικῇ ἀποφάσει ἕπεται. καὶ ἀληθὲς μὲν καὶ τοῦτο ὅτι ἕπεται τῇ καθόλου ἀποφάσει, ὥσπερ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ τῆς ἀναγκαίας ἐξ ἀνάγκης καὶ αὕτη ὡς ἑπομένη τῇ μερικῇ ἀποφάσει ἕψεται καὶ τῇ καθόλου ἀποφάσει·2 ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης ἐπειδὴ ἡ μερικὴ ἀπόφασις, ὡς εἴρηται, οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει (ἡ μὲν γὰρ μερικὴ ἀληθεύει, ἡ δὲ καθόλου ψεύδεται), εἰκότως ἡ ἀπροσδιόριστος ἀπόφασις οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει. ἡ μὲν γὰρ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει’ ὁμολογουμένως ψεύδεται, [ἡ δὲ λέγουσα πᾶς ἄνθρωπος βαδίζει’ ὁμολογουμένως ψεύδεται], ἡ δὲ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’ ὁμολογουμένως ἀληθεύει. ὥστε ἀεὶ ἕπεται ἡ ἀπροσδιόριστος ἀπόφασις τῇ μερικῇ ἀποφάσει. ἡ δὲ μερικὴ ἀπόφασις καὶ ἡ μερικὴ κατάφασις ἀντιφατικῶς οὐ μάχονται. ἐρρέθη γὰρ ἀντιφατικῶς μάχεσθαι ἐκείνας τὰς προτάσεις, αἵτινες ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. δῆλον οὖν ὅτι καὶ αἱ ἀπροσδιόριστοι προτάσεις συναληθεύουσαι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀντιφατικῶς οὐ λέγονται μάχεσθαι. τὰ δὲ ἐπιχειρήματα Ἀριστοτέλους δῆλον ὅτι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἐλήφθησαν· σκοπὸν γὰρ εἶχεν μόνον αὐτὸ τοῦτο δεῖξαι ὅτι ἀντιφατικῶς οὐ μάχονται. ἐν οἷς ἡ πρᾶξις.3
“因为如果他是丑的,他也就是不美的;如果某物正在生成,它也就是尚不存在的。” 在此他意图证明,特称命题与不定命题具有相同的效力。他从两个方面进行论证:既从相反者出发,也从生成之物出发。从相反者出发是这样的:如果说“人是美的”是真的,而同样地,说“人是丑的”也是真的——丑显然意味着不美。因此,说“人是美的”是真的,例如因为阿喀琉斯或涅琉斯;而说“人是丑的”也是真的,因为瑟西提斯,这完全意味着“不美”。因此,这些命题是同时为真的;如果它们同时为真,显然这就绝非矛盾,而是与否定和肯定的特称命题具有相同的效力。第一条论证就在于此。而第二条论证从生成之物出发,如此提出:如果因为已经存在的人,说“人存在”是真的;那么因为正在生成并在母腹中的人,说“人不存在”同样是真的;因为在母腹中的人尚不存在。因此,正如所说,它们是同时为真的。但如果矛盾对立决不可能同时为真,那么不定否定命题便不具有与全称否定命题相同的效力。因此在此所探讨的是关于不定否定命题的:它究竟是等值于全称否定命题,还是等值于特称否定命题?因为关于肯定命题毫无争议;因为所有人都明白,特称肯定命题与不定命题具有相同的效力,例如“人行走,有人行走”——显而易见是不带冠词的。但是关于不定否定命题,所探讨的是它究竟伴随全称否定命题,还是伴随特称否定命题。有些人说它伴随全称否定命题,并引证亚里士多德本人作证。因为他在别处这样说,并且似乎用此来代替全称否定命题,正如在《论灵魂》中所说“在五种感觉之外没有感觉”,即“在五种感觉之外没有任何感觉”;又如在《物理学》中所说“在运动之物之外没有运动”。因此我们说,它无论如何必然伴随特称否定命题。并且说它伴随全称否定命题也是真的,正如在不可能质料和必然质料上,这一命题作为伴随特称否定命题者,必然也将伴随全称否定命题;但在偶然质料上,既然特称否定命题正如所说的那样并不伴随全称否定命题(因为特称命题是真的,而全称命题是假的),那么不定否定命题自然也就不伴随全称否定命题。因为说“没有任何人行走”的命题公认是假的,而说“并非每个人都行走”的命题公认是真的。所以,不定否定命题始终伴随特称否定命题。但是特称否定命题和特称肯定命题并不构成矛盾对立。因为曾经说过,只有那些在任何时间、任何质料上都分属真和假的命题,才构成矛盾对立。因此显而易见,不定命题在偶然质料上既然同时为真,就不能被称为矛盾对立。而且显而易见,亚里士多德的论证是从偶然质料中抽取的;因为他的目的仅仅在于表明这一件事:它们并不构成矛盾对立。本讲到此结束。
- 3.1.2θέλει πλεονάζειν
θέλειν接不定词的结构,在后世希腊语中常不表示主语的主观意愿,而是表示客观倾向、性质或必然性(“往往……”、“倾向于……”、“理应……”)。
- 3.1.3ἐξ ἀνάγκης καὶ αὕτη ὡς ἑπομένη τῇ μερικῇ ἀποφάσει ἕψεται καὶ τῇ καθόλου ἀποφάσει
主语αὕτη是指代上文所论及的“不定否定命题”(ἡ ἀπροσδιόριστος ἀπόφασις)的指示代词。全句的核心结构为αὕτη ἕψεται καὶ τῇ καθόλου ἀποφάσει(“此命题也将伴随全称否定命题”),其中分词短语ὡς ἑπομένη τῇ μερικῇ ἀποφάσει(“作为伴随特称否定命题者”)作为说明原因与方式的成分插入其间。
- 3.1.3ἐν οἷς ἡ πρᾶξις
晚期古代及拜占庭注疏中标志一讲(πρᾶξις)结束的程式化短语。其谓语动词(如τελευτᾷ或ἔστι)被省略,结构相当于“本讲到此(即在这些内容中)结束”。
