- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:29.10-31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷法努解释了亚里士多德在《解释篇》第7章(17b12)中禁止全称量化述词的理由,指出双重量化规定会产生16种命题组合,但因多余且对三段论推论无用而应予以摒弃,并系统阐述了命题间的四种对立(矛盾、反对、下反对与个别对立)。
" Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν [καθόλου] οὐκ ἔστιν ἀληθές· οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται καὶ τὰ ἑξῆς." Παραδεδωκὼς τὴν διαφορὰν τῶν προτάσεων ἀπὸ τοῦ ὑποκειμένου, ὅτι ἢ ὡρισμένον ἐστὶν ἢ ἀόριστον, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ἔτι δὲ καὶ ἀπὸ τῶν προσδιορισμῶν (ἄλλη μὲν γάρ ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἄνθρωπος βαδίζει’ καὶ ἄλλο εἶδος προτάσεως ‘πᾶς ἄνθρωπος βαδίζει’) ζητεῖ τοίνυν,1 ἆρά γε, ὥσπερ συνήφθη ὁ προσδιορισμὸς τῷ ὑποκειμένῳ ‘πᾶς ἄνθρωπος βαδίζει’ καὶ ἐποίησεν ἕτερον εἶδος προτάσεως παρὰ τὸ ‘ἄνθρωπος βαδίζει’, δυνατὸν ἐστιν συνάψαι τὸν προσδιορισμὸν τῷ κατηγορουμένῳ καὶ ποιεῖν ἕτερον εἶδος προτάσεως, οἷον ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’. καὶ ἀποφαίνεται ὅτι τοῦτο ἀδύνατον, διότι ψευδὴς ἡ τοιαύτη πρότασις, φημὶ δὴ ἡ ἔχουσα τὸν καθόλου προσδιορισμὸν ἐν τῷ κατηγορουμένῳ. ἀλλὰ πρῶτον εἴπωμεν πόσαι γίνονται αἱ τοιαῦται προτάσεις αἱ καθόλου προσδιωρισμέναι αἱ ἔχουσαι ἁπλῶς τὸν προσδιορισμὸν πρὸς τῷ διορισμῷ. γίνονται τοίνυν ιϛ. εἰσὶν μὲν γὰρ δ προσδιορισμοί· πολυπλασιαζόμενοι οὗτοι ποιοῦσι ιϛ προτάσεις· τετράκις γὰρ τέσσαρες ιϛ. ἀνάγκη γὰρ τὸ ὑποκείμενον ἔχειν ἕνα τούτων τῶν προσδιορισμῶν, τὸ δὲ κατηγορούμενον τετραχῶς ποικίλλεσθαι, ὡς ὑπογέγραπται. Λέγει τοίνυν Ἀριστοτέλης ὅτι τῷ κατηγορουμένῳ οὐ συναπτέον τὸν καθόλου προσδιορισμόν, διότι ψευδεῖς γίνονται αἱ καταφάσεις. πρὸς τοῦτο δὲ λέγομεν ὅτι ἀληθὲς μέν ἐστι τὸ λεγόμενον ἀλλ’ 〈οὐχ〉 ὅσον ἐπὶ τούτων,2 ἐπειδὴ καὶ ἄλλαι προτάσεις ψευδεῖς γεγόνασιν, οἷον πᾶσαι αἱ καταφάσεις ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ πᾶσαι αἱ καθόλου καταφάσεις τε καὶ ἀποφάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ὅσον οὖν πρὸς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὰς ἄλλας ἔδει ἐκβάλλεσθαι καὶ μὴ μόνον ταύτας. εἰ δὲ ἐκείνας δεξόμεθα, διὰ τί μὴ καὶ ταύτας; λέγομεν οὖν ὅτι εἰ καὶ εὑρεθῶσιν ἐπὶ τούτων τῶν προτάσεων ἀληθεῖς τινες προτάσεις, ὡς ἡ λέγουσα ‘πᾶς ἄνθρωπος τὶ ζῷόν ἐστιν’ καὶ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστιν’, ἀλλ’ ὅμως διὰ δύο αἰτίας οὐ δεξόμεθα τὰς τοιαύτας προτάσεις. πρῶτον μὲν διὰ τὸ περιττόν· τὸ αὐτὸ γὰρ σημαίνει μοι λέγουσα ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι’ καὶ ‘πᾶς ἄνθρωπος τὶ ζῷόν ἐστι’. πρὸς δὲ τῷ περιττῷ εὑρεθήσεται καὶ ἄχρηστος πρὸς συλλογιστικὰς μεθόδους. οἷον ἔστω τις συλλογιστικὴ πλοκὴ τοιαύτη ‘πᾶς ἄνθρωπος τὶ ζῷον, τὶ ζῷον οὐσία’· ἀσυλλόγιστος γέγονεν ἡ τοιαύτη πλοκή. ἡ γὰρ δευτέρα πρότασις μερική ἐστι· ὅταν δὲ εὑρίσκεται ἡ μείζων πρότασις μερική, ἀσυλλόγιστος ἡ τοιαύτη πλοκὴ εὑρεθήσεται ἐν τῷ πρώτῳ σχήματι, ὡς σὺν θεῷ ἐν τοῖς Ἀναλυτικοῖς μαθησόμεθα. ἐπεὶ τοίνυν ἄχρηστός ἐστιν ἡ τοιαύτη πρότασις πρὸς συλλογιστικὴν μέθοδον, εἰκότως οὐ δεξόμεθα αὐτήν. καὶ τοῦτο μὲν περὶ τῶν δὶς προσδιωρισμένων προτάσεων. Ἀριστοτέλης δὲ ἐφεξῆς τὴν διαφορὰν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς προτάσεσιν θεωρουμένων παραδίδωσιν. εἰσὶν δὲ αὗται δ. μία μὲν τῶν καθ’ ἕκαστα προτάσεων ἀντίθεσις ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει’, δευτέρα δὲ τῶν ἐναντίων ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει’· τρίτη τῶν ὑπεναντίων, εἴτε ἔχουσι μερικὸν προσδιορισμὸν εἴτε οὐκ ἔχουσιν, ὡς τὸ [ἢ] ‘ἄνθρωπος βαδίζει 〈ἄνθρωπος οὐ βαδίζει〉’ ἢ ‘τὶς ἄνθρωπος βαδίζει’ [ἢ] ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’, καὶ τετάρτη ἡ τῶν ἀντιφατικῶς μαχομένων. καὶ καλεῖ τὴν μὲν ἀντιφατικῶς μαχομένην ἀντίθεσιν, ὅταν ἡ μέν ἐστι καθόλου ἡ δὲ μερική, καὶ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀντίφασιν·3 οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει’, ‘τὶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει’· ἔτι δὲ καὶ τὴν ἀντίθεσιν τῶν καθ’ ἕκαστα προτάσεων ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει’. ταύτας καλεῖ ἀντιφατικῶς μάχεσθαι, διότι καὶ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τὴν δὲ φερομένην ἀπορίαν ἐπὶ τοῦ μέλλοντος χρόνου περὶ τῶν καθ’ ἕκαστα ἀντιθέσεων αὐτὸς ἀπορεῖ καὶ τὴν ἀπορίαν ἐπιλύεται. τὰς δὲ καθόλου προτάσεις ἀποφατικὰς καὶ καταφατικὰς λέγει ἐναντίως μάχεσθαι. διὰ τί δὲ ἐναντίαν ἐκάλεσεν τὴν τοιαύτην ἀντίθεσιν ἐν τοῖς προλαβοῦσιν εἴρηται. τὴν δὲ ἐναντίωσιν τῶν μερικῶν προτάσεων 〈καὶ τῶν〉 ἀπροσδιορίστων καλεῖ παρακατιὼν ὑπεναντίαν, διότι ὑπὸ τὰς ἐναντίας εἰσίν· οἷον τὶς μὲν ὑπὸ τὴν πᾶς, οὐ πᾶς δὲ ὑπὸ τὴν οὐδείς. καὶ αὕτη ἐστὶν ἡ διάκρισις τῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων. * * * καὶ τὴν τῶν μερικῶν προτάσεων. διὰ τί δέ, κατὰ τὴν λέξιν μαθησόμεθα.
“但是在全称述词上[全称地]述说全称并不是真的;因为没有任何肯定命题会是真的,等等。” 既然他已经从主词(主词是确定的还是不定的)、从述词相对于主词的关系、进而也从量化规定传授了命题的区别(因为说“人行走”的命题是一回事,而“每个人都行走”则是另一类命题),那么他接着探讨:正如在“每个人都行走”中量化规定与主词相结合,并产生了一种有别于“人行走”的命题种类一样,是否也可能将量化规定与述词相结合,从而产生另一类命题,例如“每个人都是每个动物”。他断言这是不可能的,因为这样的命题是假的——我当然是指在述词上带有全称量化规定的命题。但首先让我们说明,此类被全称量化、也就是在规定之外又附加了规定的命题究竟有多少种。总共有16种。因为量化规定有4个;这些规定相互乘算便产生16种命题;因为四乘四等于16。因为主词必然具有这些量化规定中的一个,而述词则有四种变化,如下所列。于是亚里士多德说,不可将全称量化规定附加于述词,因为肯定命题会变成假的。对此我们要说,所说的话固然是真的,但[并不仅仅]就这些命题而言如此,因为其他命题也会变成假的,例如在不可能质料上的所有肯定命题,以及在偶然质料上的所有全称肯定命题与否定命题。因此就真和假而言,其他命题也应当被排除,而不仅是这些。但如果我们接受那些命题,为什么不同样接受这些呢?因此我们要说,即使在这些命题中可以发现某些真命题,例如说“每个人都是某种动物”和“每个人并非每个动物”,但出于两个原因我们仍不接受此类命题。首先是因为多余;因为对我而言,说“每个人是动物”和“每个人是某种动物”意指同样的事情。而且除了多余之外,它还将证明对于三段论方法是无用的。例如,假设有这样一个三段论组合:“每个人都是某种动物,某种动物是实体”;这样的组合便成了不能成式的。因为第二个前提是特称的;而当大前提被发现是特称的时,在第一格中这样的组合将被证明是不能成式的,正如承神之佑我们在《分析篇》中将要学到的那样。既然此类命题对于三段论方法是无用的,我们不接受它便是理所当然的。关于双重量化规定的命题,就谈到这里。 接下来,亚里士多德传授了在命题中所见到的对立的区别。这些对立有四种。第一种是个别命题的对立,“苏格拉底行走,苏格拉底不行走”;第二种是反对命题的对立,“每个人都行走,没有任何人行走”;第三种是下反对命题的对立,无论它们带有特称量化规定还是没有,如“人行走,人不行走”,或者“有人行走,并非每个人都行走”;第四种是矛盾对立命题的对立。他把矛盾对立的对立称为“矛盾”,即当一者是全称的而另一者是特称的、且一者是肯定的而另一者是否定的时候;例如“每个人都行走,并非每个人都行走”,“有人行走,没有任何人行走”;此外还有个别命题的对立,“苏格拉底行走,苏格拉底不行走”。他称这些为矛盾对立,是因为无论在任何时间还是在任何质料上,它们都分属真和假。至于在未来时间上关于个别对立所引起的疑难,他自己提出了疑难并予以解决。而他说全称否定命题和全称肯定命题是反对地对立的。他为什么把这种对立称为反对的,在前面的内容中已经说明。随后他把特称命题与不定命题的对立称为“下反对”,因为它们在反对命题之下;例如“有的”在“每一个”之下,而“并非每一个”在“没有任何一个”之下。这就是命题中对立的区分。[中略]特称命题的对立亦然。至于何以如此,我们将在正文讲读中学习。
- 3.1.1Παραδεδωκὼς τὴν διαφορὰν τῶν προτάσεων ἀπὸ τοῦ ὑποκειμένου ... ζητεῖ τοίνυν
完成体分词 Παραδεδωκώς(“既然已经传授了”)为主格阳性单数,修饰主句主语(即亚里士多德),构成表示原因或背景的附带分词短语。该句连续以介词短语 ἀπό 并列三个区分依据,并插入括号式的例子,随后才引出主句谓语动词 ζητεῖ(“探讨”)。
- 3.1.1ἀλλ’ 〈οὐχ〉 ὅσον ἐπὶ τούτων
包含校订者补充的否定词 〈οὐχ〉,介词短语 ὅσον ἐπὶ τούτων 为表示限定范围的惯用表达(“就这些[命题]而言”)。在语境中它表示:亚里士多德所言固然属实,但此种情况并不只局限于这些命题。
- 3.1.1καλεῖ τὴν μὲν ἀντιφατικῶς μαχομένην ἀντίθεσιν ... ἀντίφασιν
动词 καλεῖ 带双宾格结构:直接宾语是 τὴν ... ἀντίθεσιν(“对立”),宾语补足语为 ἀντίφασιν(“[称为]矛盾”)。其间夹杂由 ὅταν 引导的状语从句,使得直接宾语与补足语之间产生了离隔。
