- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:27.36-29.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努阐释了亚里士多德《解释篇》第7章(17a38–17b11),探讨了事物之全称与个别的划分、全称命题之间的反对关系(类比于具有中介项的反对事物)、不定命题及其所表示事物的反对性(暗示无中介项的反对事物),以及量化规定“每一个”的功能(表示主谓项之间的全称从属关系而非全称本性本身)。
" Ἐπειδή ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ’ ἕκαστον·" τοῦτ’ ἔστι μερικόν. τὸ γὰρ ἄτομον πολλὰ σημαίνει· σημαίνει γὰρ καὶ αὐτὸ τὸ καθ’ ἕκαστον, οἷον τὸν Σωκράτην (ὁ γὰρ Σωκράτης καὶ ἄτομον λέγεται καὶ καθ’ ἕκαστα)· δηλοῖ δὲ τὸ ἄτομον καὶ τὸ δυσχερῶς τεμνόμενον καὶ τὸ μηδ’ ὅλως τεμνόμενον ὡς τὸ σημεῖον καὶ τὸ εἰδικώτατον εἶδος. ἐνταῦθα δὲ καθ’ ἕκαστα εἶπεν ἀντὶ τοῦ μερικοῦ καὶ ἀτόμου,1 ὅπερ δύναται μὲν τέμνεσθαι, μετὰ δὲ τὴν τομὴν οὐ σώζει τὸ πρότερον εἶδος.2 τοῦτο οὖν δυνάμει φησὶν ‘ἐπειδὴ τῶν πραγμάτων τινὰ μέν εἰσιν καθόλου τινὰ δὲ μερικά.’
“既然在事物中,有些是全称的,有些是个别的,”即特称的。因为“不可分者”具有多种含义:它既指个别事物本身,如苏格拉底(因为苏格拉底既被称为“不可分者”,也被称为“个别事物”);“不可分者”还表示难以分割之物,以及根本不可分割之物,如点和最特种。但在这里,他说“个别事物”是用以指代特称者和不可分者,即那种虽能被分割、但在分割后不能保持其先前形式之物。因此,他实际上是在说:“既然在事物中,有些是全称的,有些是特称的。”
" Ἐὰν μὲν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μή, ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις." ἐναντίας ἐκάλεσεν ἀποφάνσεις τὰς καθόλου καταφάσεις καὶ τὰς καθόλου ἀποφάσεις, ὅταν καὶ τὸ ὑποκείμενον καθόλου ἐστὶ καὶ ὁ προσδιορισμὸς καθόλου, εἴτε καταφατικὸς εἴτε ἀποφατικός· οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει’. ἐναντίας δὲ ἐκάλεσεν τὰς τοιαύτας ἀποφάνσεις, διότι ἐοίκασιν τοῖς ἐμμέσοις ἐναντίοις. ὥσπερ γὰρ τὰ ἔμμεσα ἐναντία, οἷον τὸ λευκὸν τὸ μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἅμα μὲν παρεῖναι ἀδύνατον κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ ὑποκειμένῳ * * * οὕτως καὶ ταύτας τὰς προτάσεις ἅμα μὲν ἀληθεῖς εἶναι ἀδύνατον, ἅμα δὲ συμψεύδεσθαι δυνατόν. ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης ἀμφότεραι ψεύδονται, οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει’· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν ἡ μὲν πάντως ἀληθὴς ἡ δὲ ψευδής. ἡ μὲν γὰρ καθόλου ἀποφατικὴ ἐπὶ τῆς ἀναγκαίας ὕλης * * ἀληθεύει ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἵπταται’, ἡ δὲ καθόλου καταφατικὴ ψεύδεται ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται.’
“如果就全称者全称地断定某物从属或不从属,这些断言将是反对的。” 当主词是全称的,量化规定亦是全称的——无论是肯定的还是否定的——他把全称肯定命题与全称否定命题称为“反对断言”,例如“每个人都行走,没有任何人行走”。他把这样的断言称为“反对的”,是因为它们类似于具有中介项的反对事物。正如具有中介项的反对事物(例如白与黑、热与冷)不可能在同一时间共同存在于同一基底之中 * * * 同样,这些命题也不可能共同为真,但共同为假是可能的。因为在偶然质料上,二者皆为假,例如“每个人都行走,没有任何人行走”;但在另外两种质料上,一者完全为真,另一者为假。因为在必然质料上,全称否定 * * 说“没有任何人飞翔”为真,而说“每个人都飞翔”的全称肯定为假。
" Ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ, οὐκ ἔστιν ἐναντία, τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποτε ἐναντία." καθόλου ὡς μὴ καθόλου3 λέγει τὰς προτάσεις τὰς ἐχούσας τὸ μὲν ὑποκείμενον καθόλου, προσδιορισμὸν δὲ οὔ. ταύτας οὐ καλεῖ ἐναντίας, διότι ποτὲ συναληθεύουσιν. εἶπεν δὲ τὰ δηλούμενα ἐκ τῶν τοιούτων προτάσεων ποτὲ ἐναντία εἶναι αἰνιττόμενος τὰ ἄμεσα ἐναντία. ὅταν γὰρ αἱ τοιαῦται προτάσεις ἐπὶ τῶν ἀμέσων ἐναντίων λαμβάνωνται, τὰ σημαινόμενα ἐξ αὐτῶν τὰ ἐναντία εἰσάγουσιν, οἷον ‘ἀριθμὸς ἄρτιός ἐστιν, ἀριθμὸς ἄρτιος οὐκ ἔστιν’. ἐναντίαι μὲν γὰρ οὔκ εἰσιν, διότι συναληθεύουσιν, τὰ μέντοι δηλούμενα ἐξ αὐτῶν ἐναντία εἰσίν. τὸ γὰρ οὐκ ἄρτιον σημαίνει τὸ περιττόν, τὸ δὲ περιττὸν καὶ τὸ ἄρτιον δοκοῦσιν ἐναντία εἶναι. πάλιν ‘Σωκράτης ὑγιαίνει, Σωκράτης οὐχ ὑγιαίνει’, ἐπειδὴ τὸ οὐχ ὑγιαίνει τὸ νοσεῖν δηλοῖ, νόσος δὲ καὶ ὑγεία φαίνονται οὖσαι ἐναντίαι. ὥστε τὰ δηλούμενα ἐξ αὐτῶν εἰσιν ἐναντία, ὡς ἔστιν ἐναντία νόσος καὶ ὑγεία, καὶ τὸ ἄρτιον καὶ τὸ περιττόν.
“但当就全称者断定、却非全称地断定时,命题并不是反对的,然而所表示的事物有时却可以是反对的。” 他用“作为非全称的全称”来指那些主词是全称的、却没有量化规定的命题。他不把这些命题称为反对的,因为它们有时同真。但他之所以说从此类命题中所表示的事物有时是反对的,乃是暗示没有中介项的反对事物。因为当此类命题就没有中介项的反对事物而取时,由它们所意指的事物便引入了反对事物,例如“数是偶数,数不是偶数”。因为〔这些命题〕并不是反对的,因为它们同真,然而由它们所表示的事物却是反对的。因为“不是偶数”意指“奇数”,而奇数与偶数被认为是反对的。再如“苏格拉底是健康的,苏格拉底不是健康的”,因为“不是健康的”表示“患病”,而疾病与健康显然是反对的。因此由它们所表示的事物是反对的,正如疾病与健康、偶数与奇数是反对的一样。
"Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ’ ὅτι καθόλου.4" ἐλλειπῶς αὐτῷ τὰ τῆς φράσεως εἴρηται. τὸ δὲ ὅλον τοῦτό ἐστιν· ὁ πᾶς προσδιορισμὸς ἢ ὁ οὐδεὶς οὐ σημαίνει [γὰρ] καθολικήν τινα φύσιν ὥσπερ ἄνθρωπος, ἀλλὰ τὴν τοιάνδε σχέσιν σημαίνει τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον. οἷον ‘πᾶς ἄνθρωπος βαδίζει’· ἐν τούτῳ σημαίνει μοι τὸ πᾶς ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου ἤγουν τοῦ ἀνθρώπου τὸ βαδίζειν πᾶσιν τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν ἀτόμοις ὑπάρχει. ἔστι τοίνυν τὸ ὅλον τοῦτο ὅτι τὸ πᾶς οὐ σημαίνει τινὰ καθολικὴν φύσιν ὡς τὸ ἄνθρωπος, ἀλλ’ ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου σημαίνει τὸ κατηγορούμενον ὑπάρχειν πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον τελοῦσιν. ἐν οἷς σὺν θεῷ ἡ παροῦσα πρᾶξις.
“因为‘每一个’并非意指全称者,而是意指全称地。” 这一表述的措辞是由他以省略的方式说出的。但其整体意旨在于:量化规定“每一个”或“没有任何一个”,并不意指某种全称的本性(如“人”),而是意指述词相对于主词的某种关系。例如在“每个人都行走”中,“每一个”向我意指:在主词(即人)是全称的情况下,行走属于“人”之下的所有不可分者[个体]。因此,整体意旨就在于此:“每一个”并非意指某种全称本性(如“人”),而是意指在主词是全称的情况下,述词属于从属于该主词的一切事物。至此,承神之佑,当前的讲义告终。
- 3.0.2καθ’ ἕκαστα εἶπεν ἀντὶ τοῦ μερικοῦ καὶ ἀτόμου
短语 καθ’ ἕκαστα(中性复数宾格短语)在此被用作不可变的实质名词,与单数属格 τοῦ μερικοῦ καὶ ἀτόμου 相对照,指代“‘个别’这一表述”。
- 3.0.2ὅπερ δύναται μὲν τέμνεσθαι, μετὰ δὲ τὴν τομὴν οὐ σώζει τὸ πρότερον εἶδος
关系代词 ὅπερ 的先行词是前项 μερικοῦ καὶ ἀτόμου,该从句对具体的个体/不可分者给出了定义性限定,即物质个体在物理上虽可分割,但在分割后不再保持原有的形相(如人的形相)。
- 3.0.4καθόλου ὡς μὴ καθόλου
注疏者对亚里士多德经文中 ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ(就全称者断定却非全称地)的改述,作为状语性/表语性成分,修饰并规定紧接着提出的命题类型(λέγει τὰς προτάσεις τὰς ἐχούσας...)。
- 3.0.5ἀλλ’ ὅτι καθόλου
经文中的 ὅτι καθόλου 属于高度省略的表达(“非意指全称者,而是意指全称地[应用]”)。斯蒂芬努将其构词结构扩充为 ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου ... σημαίνει τὸ κατηγορούμενον ὑπάρχειν πᾶσι,解释为主词在作为全称的情况下述词周延于其下全部个体的关系。
