- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:26.28-27.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺说明了为何必须将否定词置于全称量化规定之前以构成矛盾对立的否定命题,并探讨了特称否定词(oudeis)的构成过程。随后他考察了“并非每一个”在三种质料(必然、不可能与偶然)中与全称否定命题之间的推论从属关系。
τὸ γὰρ ‘πᾶς ἄνθρωπος οὐ βαδίζει’ τὴν αὐτὴν δύναμιν ἔχει τῇ προτάσει τῇ λεγούσῃ ‘οὐδεὶς ἄνθρωπος βαδίζει’· τὸ δὲ πᾶς καὶ οὐδεὶς ὡς ἐναντία μάχονται. εἰ δὲ εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’, ἀντιφατικῶς μάχεται, ὡς μαθησόμεθα, τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος βαδίζει’· ἡ μὲν γὰρ ἀληθής, ἡ δὲ πάντως ψευδής. ἐν οἷς πληροῦται καὶ τὸ τρίτον κεφάλαιον, διδάξαν ἡμᾶς πῶς ποιοῦμεν ἐκ τῶν καταφάσεων τὰς ἀποφάσεις. Ληπτέον δὲ καὶ περὶ τῆς προσηγορίας τοῦ καθόλου προσδιορισμοῦ, διὰ τί 〈οὐχ〉 ὥσπερ πᾶς καὶ οὐ πᾶς γεγόνασιν, οὕτω τὶς καὶ οὐ τίς.1 ἔδει γὰρ οὕτως γενέσθαι· ὥσπερ ἐκεῖ τῷ πᾶς καθόλου ὄντι προσδιορισμῷ προσετέθη τὸ οὐ ἀρνητικὸν μόριον μόνον, οὕτως ἔδει καὶ ἐνταῦθα τῷ τὶς μερικῷ προσδιορισμῷ πλεονάζειν τὴν οὐ ἄρνησιν καὶ γίνεσθαι οὐ τίς. πρὸς τοῦτο λέγομεν ὅτι ἐξ ἀνάγκης ἔδει τὴν ἀπόφασιν γίνεσθαι οὕτως ἢ οὐ τίς ἢ οὐθεὶς ἢ οὐδείς· τὸ δὲ οὐθεὶς καὶ οὔτε εἷς τὴν αὐτὴν δύναμιν ἔχουσιν, καὶ πάλιν τὸ οὐδὲ εἷς καὶ οὐδεὶς τὸ αὐτὸ δύνανται. τὸ μὲν οὖν οὐ τίς οὐδὲ ὅλως εἴρηται ἢ ἐν Ἑλληνικῇ χρήσει κεῖται· τὸ δὲ οὔτις ποιητικόν· τὸ δὲ οὐθεὶς μετὰ τῆς κακοφωνίας οὐδὲ ἔστιν ἀπόφασις τῆς ‘τὶς ἄνθρωπος βαδίζει’, ἀλλὰ τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος. ἀπελείφθη τοίνυν ἐξ ἀνάγκης τὸ οὐδὲ εἷς, ὅπερ κατὰ κρᾶσιν ἢ συναλοιφὴν γέγονεν οὐδείς, ὅπερ σύγκειται ἐκ τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος καὶ τοῦ δὲ συνδέσμου καὶ τῆς οὐ ἀρνήσεως. Καὶ ἐπεὶ θορυβεῖν εἴωθεν τοὺς ἀκούοντας ἐπί τινων ὑλῶν τὸ οὐ πᾶς, μήπου εἰσάγει τὸν τίς,2 ὡς ἔχει ἐπὶ τῆς ἀδυνάτου ὕλης (ἐν γὰρ τῷ λέγειν ‘οὐ πᾶς ἄνθρωπος ἵπταται’ δοκεῖ φαντασίαν παρέχειν ὅτι τὶς μὲν ἵπταται, τὶς δὲ οὐχ ἵπταται· καὶ πάλιν ἐπὶ τῆς ἀναγκαίας ὕλης τὸ ‘οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ’ δοκεῖ σημαίνειν ὅτι τινὲς μὲν ἀναπνέουσιν τινὲς δὲ οὔ), ἐπεὶ οὖν τοιαύτην φαντασίαν ἐπὶ τῶν δύο ὑλῶν παρέχεται, εἴπωμεν καὶ περὶ αὐτοῦ. τὸ τοίνυν οὐ πᾶς καθ’ αὑτὸ λεγόμενον ἐπὶ τῶν δύο ὑλῶν τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου ἕπεται τῇ καθόλου ἀποφάσει, οἷον ἐπὶ μὲν τῆς ἀδυνάτου ‘οὐδεὶς ἄνθρωπος ἵπταται’ καὶ ‘οὐ πᾶς ἄνθρωπος ἵπταται’ τὴν αὐτὴν δύναμιν ἔχουσιν· συναληθεύουσι γάρ· ἐπὶ δὲ τῆς ἀναγκαίας πάλιν ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ, οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ’ ἀμφότεραι ψεύδονται. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει· ἡ μὲν γὰρ καθόλου ἀπόφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀεὶ ψεύδεται, οἷον ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει’· ἡ δὲ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’ ἀληθεύει. ὅτι δὲ ἀληθῶς τοῦτο λέγομεν ἐκ τῶν καταφάσεων φανερόν· ὡς γὰρ ἔχει ἡ μερικὴ κατάφασις πρὸς τὴν καθόλου κατάφασιν, οὕτως δεῖ καὶ μερικὴν ἀπόφασιν πρὸς τὴν καθόλου ἀπόφασιν.3 ἡ μὲν γὰρ μερικὴ κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὐχ ἕπεται τῇ καθόλου καταφάσει· ἐκείνης μὲν γὰρ ψευδοῦς οὔσης αὕτη ἀληθής ἐστι· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν συνέπεται. ‘πᾶς μὲν γὰρ ἄνθρωπος ἀναπνεῖ’ καὶ ‘τὶς ἄνθρωπος ἀναπνεῖ’ ἀμφότεραι ἀληθεύουσιν· ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης καὶ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται’ ψεύδεται καὶ ἡ μερικὴ ἡ λέγουσα ‘τὶς ἄνθρωπος ἵπταται’ ψεύδεται· ἀντικειμένως γὰρ ἔχουσιν πρὸς τὴν καθόλου ἀπόφασιν. ὥστε καὶ ἡ μερικὴ ἀπόφασις ἐπὶ τῶν δύο ὑλῶν ἕπεται τῇ καθόλου ἀποφάσει· ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐ συνέπεται. ἐν οἷς καὶ τὸ τρίτον κεφάλαιον καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ πληροῦται.
因为“每个人都不行走”与说“没有任何人行走”的命题具有相同的效力;而“每一个”与“没有任何一个”作为反对命题相对抗。但如果我们说“并非每个人都行走”,正如我们将要学到的,它便与说“每个人都行走”的命题作为矛盾命题相对抗;因为一者为真,另一者则完全为假。至此,教导我们如何从肯定命题制作否定命题的第三个论题亦告完成。 关于全称量化规定的称谓,我们亦须理解为何〈没有〉像产生“每一个”与“并非每一个”那样,产生“某个”与“并非某个”。因为本来应当如此:正如在那里,仅仅把否定小词“不”加在作为全称量化规定的“每一个”上,在此处亦应当把否定词“不”额外加在作为特称量化规定的“某个”上,从而产生“并非某个”。对此我们说,必然地,否定命题应当依此方式产生,要么是“并非某个”,要么是“ou-theis”,要么是“ou-deis”;而“ou-theis”与“oute heis[连一个都不]”具有相同的效力,再者“oude heis[甚至一个都不]”与“ou-deis”亦具有相同的作用。因此,“并非某个”根本未被说过,亦不存于希腊语的用法中;“ou-tis”是诗歌用语;而“ou-theis”除了读音不谐之外,甚至都不是“某个人行走”的否定,而是数词“一”的否定。因此必然剩下的是“oude heis”,它通过融合或缩约变成了“ou-deis”,而它由数词“一”、连词“de”以及否定词“ou”构成。 而且,由于在某些质料上,“并非每一个”往往会使听者产生困扰,以为它或许引入了“某个”——正如在不可能的质料上所呈现的那样(因为在说“并非每个人都飞翔”时,似乎造成一种印象,即某个人飞翔,而某个人不飞翔;又在必然的质料上,“并非每个人都呼吸”似乎意指有些人呼吸,而有些人不呼吸)——因此,既然它在两种质料上造成了这样的印象,我们就关于它也作一说明。因此,独立被表述的“并非每一个”在必然与不可能这两种质料上从属于全称否定;例如在不可能的质料上,“没有任何人飞翔”与“并非每个人都飞翔”具有相同的效力,因为二者同真;而在必然的质料上,“没有任何人呼吸”与“并非每个人都呼吸”两者皆假。但在偶然的质料上,它并不从属于全称否定;因为全称否定在偶然的质料上总是为假,例如说“没有任何人行走”;而说“并非每个人都行走”则是真的。我们所说此点合乎真实,从肯定命题中亦可看清;因为特称肯定相对于全称肯定所具有的关系,特称否定相对于全称否定亦应当[具有这种关系]。特称肯定在偶然的质料上并不从属于全称肯定,因为在那一命题为假时,这一命题为真;但在另外两种质料上它是相随的。“每个人都呼吸”与“某个人呼吸”两者皆为真;而在不可能的质料上,说“每个人都飞翔”为假,说“某个人飞翔”的特称命题亦为假;因为它们与全称否定处于对立关系。从而,特称否定在两种质料上亦从属于全称否定,但在偶然质料上则不相随。至此,第三个论题以及当前的讲义承神之意亦告完成。
- 3.0.1διὰ τί 〈οὐχ〉 ὥσπερ πᾶς καὶ οὐ πᾶς γεγόνασιν, οὕτω τὶς καὶ οὐ τίς
依校勘补入的否定词〈οὐχ〉理解为间接疑问句:“为何没有像……那样,产生……”。紧随其后的句子“ἔδει γὰρ οὕτως γενέσθαι(因为本来应当如此)”证实,此处所提问题在于为何没有如自然类比所预期的那样形成并行于 οὐ πᾶς 的 οὐ τίς 形式。
- 3.0.1μήπου εἰσάγει τὸν τίς
在动词“θορυβεῖν”之后由表示担忧、顾虑的连词“μήπου”引导的从句,意为“唯恐它或许引入了‘某个’”。它表达了使“听者”(τοὺς ἀκούοντας)感到困扰和疑虑的具体内容。
- 3.0.1οὕτως δεῖ καὶ μερικὴν ἀπόφασιν πρὸς τὴν καθόλου ἀπόφασιν
非人称动词“δεῖ”所支配的不定词“ἔχειν”承接前半句“ὡς γὰρ ἔχει...”而发生省略,整句应补足理解为“特称否定相对于全称否定亦应当[具有这种关系]”。
