- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:23.1-24.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺详细阐述了构成真正矛盾所需的各项条件(方面、关系、方式、时间、避免同名异义及同名同义等),并提及《辨谬篇》的谬误论以结束第一理论部分。随后在17a33中,他解释了为何对立陈述被称为“矛盾(反言说)”而非“反命题”。
ἐπὶ δὲ τῆς ἀντιφάσεως οὐ τοῦτο ἦν, ἀλλὰ ἡ μὲν πάντως ἠλήθευεν, ἡ δὲ πάντως ἐψεύδετο. καὶ τὸ ἀνάπαλιν δὲ ἐὰν συμβῇ τὸν αὐτὸν μὲν κατηγορούμενον φυλάττεσθαι, τὸν δὲ ὑποκείμενον ἐναλλάττεσθαι, τὸ αὐτὸ πάλιν γενήσεται· οἷον ἐὰν εἴπω ‘Σωκράτης ὑγιαίνει, Πλάτων οὐχ ὑγιαίνει’, δυνατὸν ἀμφοτέρας ἀληθεῖς εἶναι ἢ ψευδεῖς, καὶ μηκέτι τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι καὶ τὴν ἀντίφασιν ἀπεργάζεσθαι. οὐ μόνον δὲ ταῦτα δεῖ συντρέχειν, ἀλλὰ καὶ τὸ μὴ κατ’ ἄλλο καὶ ἄλλο τὸ αὐτὸ λαμβάνεσθαι1 ἢ πρὸς ἄλλο καὶ ἄλλο. οἷον κατ’ ἄλλο μὲν καὶ ἄλλο ὡς ὅταν εἴπω ‘Αἰθίοψ λευκός ἐστιν, Αἰθίοψ λευκὸς οὐκ ἔστιν’· ἐνδέχεται γὰρ τὰς δύο ἀληθεῖς εἶναι, ἐὰν κατ’ ἄλλο καὶ ἄλλο λάβω τὸ κατηγορούμενον· λευκὸς μὲν γάρ ἐστιν κατὰ τοὺς ὀδόντας, οὐ λευκὸς δὲ κατὰ τὸ λοιπὸν σῶμα. μὴ πρὸς ἄλλο καὶ ἄλλο, οἷον ‘Σωκράτης πατήρ ἐστι, Σωκράτης πατὴρ οὐκ ἔστι’· ‘ὁ λίθος μείζων ἐστί, ὁ λίθος μείζων οὐκ ἔστιν’· ἐνδέχεται γὰρ ἄλλου μὲν πατέρα εἶναι τὸν Σωκράτην, ἄλλου δὲ υἱόν, καὶ πάλιν τὸν λίθον ἄλλου μὲν μείζονα εἶναι, ἄλλου δὲ μικρότερον ὑπάρχειν. μὴ ἄλλως καὶ ἄλλως, τοῦτ’ ἔστιν μὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ· εἰ γὰρ τοῦτο, πάλιν οὐκέτι ἔσται ἀντίφασις, ἀλλ’ ἢ ἀμφότεραι αἱ προτάσεις ἀληθεύσουσιν ἢ ἀμφότεραι ψευδεῖς ἔσονται, ὡς ‘τὸ παιδίον γραμματικόν ἐστι, τὸ παιδίον γραμματικὸν οὐκ ἔστιν’· ἐνεργείᾳ μὲν γραμματικὸν οὐκ ἔστι, δυνάμει δὲ γραμματικὸν ὑπάρχει. μὴ ἐν ἄλλῳ καὶ ἄλλῳ· δυνατὸν γὰρ ἐν ἄλλῳ μὲν χρόνῳ Σωκράτη ὑγιαίνειν, ἐν ἄλλῳ δὲ νοσεῖν, καὶ ἐὰν εἴπω ‘Σωκράτης ὑγίαινεν, Σωκράτης οὐχ ὑγίαινεν’, τὴν ἀντίφασιν οὐ ποιῶ. μὴ ὁμωνύμως· ἐὰν γὰρ εἴπω ‘Αἴας ἐμονομάχησεν, Αἴας οὐκ ἐμονομάχησεν’, εὑρίσκομαι ἀληθεύων καὶ μὴ μερίζων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ [δὲ] τῶν δύο προτάσεων, ὅπερ βούλεται ἡ ἀντίφασις· Αἴας μὲν γὰρ ὁ Λοκρὸς οὐκ ἐμονομάχησεν, ὁ δὲ Σαλαμίνιος ἐμονομάχησεν. μὴ συνωνύμως, ἵνα μὴ εἴπω ‘ἄνθρωπος βαδίζει, ἄνθρωπος οὐ βαδίζει’· ἐνδέχεται γὰρ τινὰ μὲν ἄνθρωπον βαδίσαι 〈τινὰ δὲ μὴ βαδίσαι〉, καὶ εὑρίσκονται ἀμφότεραι αἱ προτάσεις ἀληθεύουσαι. πολλάκις δὲ οὐ μόνον ὁ εἷς ὅρος ἐστὶν ὁμώνυμος ἢ συνώνυμος, ἀλλὰ καὶ ἀμφότεροι. οὐ μόνον δὲ οὗτοί εἰσιν οἱ προσδιορισμοί, οὓς δεῖ παραφυλάττεσθαι εἰς τὸ τὴν ἀντίφασιν ἀποτελεσθῆναι, ἀλλὰ καὶ ἄλλοι, οὓς τέθεικεν ἐν τοῖς καλουμένοις Σοφιστικοῖς ἐλέγχοις. ἀπαριθμεῖται μὲν γὰρ ἐκεῖ ἓξ μὲν τρόπους παραλογισμῶν γινομένους παρὰ τὴν λέξιν, ζ δὲ παρὰ τὴν διάνοιαν. δεῖ τοίνυν ταῦτα πάντα παραφυλάττεσθαι, ἵνα [μὴ] γένηται ἀντίφασις.2 ἐν οἷς ἡ θεωρία καὶ τὸ πρῶτον τμῆμα σὺν θεῷ πληροῦται.
但在矛盾的情况下并非如此,而是一方必然为真,另一方必然为假。反过来,如果保持相同的谓项,而主项被替换,同样的事情又会发生;例如,如果我说“苏格拉底是健康的,柏拉图不是健康的”,这两者完全可能皆真或皆假,而不再是一真一假从而构成矛盾。不仅这些条件必须同时具备,而且相同的事物也不得就不同方面或相对于不同事物而被取用。例如,就不同方面而言,正如当我言说“埃塞俄比亚人是白的,埃塞俄比亚人不是白的”时那样;因为如果我就不同方面取用该谓项,这两个命题就可能皆真:因为就牙齿而言他是白的,但就其余身体而言他不是白的。不得相对于不同事物,例如“苏格拉底是父亲,苏格拉底不是父亲”,“这块石头较大,这块石头并非较大”;因为苏格拉底完全可能是一人的父亲而是另一人的儿子,同样这块石头可能比一物大而比另一物小。不得以不同方式,也就是不得一者以潜能而另一者以现实;因为如果这样,同样就不再会有矛盾,而是两个命题要么皆真,要么皆假,如“婴儿是识字的,婴儿不是识字的”:在现实中他不是识字的,但在潜能中他是识字的。不得在不同时间;因为在某一时间苏格拉底是健康的,而在另一时间他生病,这是可能的,如果我说“苏格拉底曾经是健康的,苏格拉底曾经不是健康的”,我就没有构成矛盾。不得同名异义地;因为如果我说“埃阿斯进行了单挑,埃阿斯没有进行单挑”,我就会被发现在两处都言说真理,而没有在两个命题之间划分真与假——这本是矛盾所要求的;因为洛克里斯的埃阿斯没有进行单挑,而萨拉米斯的埃阿斯进行了单挑。不得同名同义地,以免我说“人行走,人不走”;因为某个人行走〈而某个人不走〉是可能的,结果发现两个命题皆为真。而且往往不仅是一个项是同名异义或同名同义的,而是两个项皆是如此。为了使矛盾得以完成而必须加以注意的规定,不仅有这些,而且还有他在所谓的《辨谬篇》中所确立的其他规定。因为他在那里列举了依词辞而产生的六种谬误模式,以及依思想而产生的七种。因此,所有这些都必须予以注意,以便矛盾得以产生。至此,理论沉思与第一部分在神助之下告成。
"Καὶ ἔστω ἀντίφασις τοῦτο, κατάφασις καὶ ἀπόφασις." ζητοῦμεν διὰ τί λέγει τὰς ἀντικειμένας προτάσεις, οἷον ‘Σωκράτης βαδίζει’, ‘Σωκράτης οὐ βαδίζει’ ἀντίφασιν καὶ μὴ ἀντιπρότασιν. καὶ λέγομεν, ἐπειδὴ χρεία ἐστὶν ἐν ταῖς προτάσεσιν τὸ κυριώτερον μέρος ἀνελεῖν,3 οἷον δήποτε ἂν εἴη κυριώτερον, εἴτε ὁ κατηγορούμενος εἴτε ὁ τρίτος προσκατηγορούμενος εἴτε ὁ προσδιορισμός· τὸ δὲ μέρος φάσις ἐλέγετο. ἐπειδὴ οὖν τὴν φάσιν ἀναιροῦμεν καὶ οὐχὶ ὅλην τὴν πρότασιν, διὰ τοῦτο ἀντίφασις τὸ τοιοῦτο λέγεται καὶ οὐκ ἀντιπρότασις. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.
“让这就是矛盾,即肯定与否定。” 我们探究,为什么他将对立的命题(例如“苏格拉底行走”,“苏格拉底不行走”)称为“矛盾”而不是“反命题”。我们回答说,因为在命题中有必要取消那更具主导性的部分,无论它究竟是什么,或是谓项,或是第三个附加谓述项,或是量化规定;而那个部分被称为言说。既然我们取消的是言说而非整个命题,因此这一事物被称为“矛盾”而非“反命题”。至此,在神助之下,本次讲课圆满结束。
- 2.6.1τὸ μὴ κατ’ ἄλλο καὶ ἄλλο τὸ αὐτὸ λαμβάνεσθαι
带冠词不定式结构 τὸ ... λαμβάνεσθαι 作为主语,与 ταῦτα ... συντρέχειν 并列由 δεῖ 所支配。短语 κατ’ ἄλλο καὶ ἄλλο 作状语,意为“就不同的方面/部分而言”。
- 2.6.1ἵνα [μὴ] γένηται ἀντίφασις
底本用方括号[ ]将 μὴ 删去,因为上下文要求表达肯定的目的从句,即“为了使矛盾得以产生(ἵνα γένηται ἀντίφασις)”。所有语言均译为肯定表达。
- 2.6.2χρεία ἐστὶν ἐν ταῖς προτάσεσιν τὸ κυριώτερον μέρος ἀνελεῖν
非人称结构 χρεία ἐστίν 支配不定式 ἀνελεῖν(“有必要取消”),其直接宾语为 τὸ κυριώτερον μέρος(“更具主导性的部分”),紧随其后的结构(οἷον δήποτε ἂν εἴη... εἴτε...)对这一部分的内容进行了列举说明。
