← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§24.8-25.20

量化规定的定义与简单命题总数的推算

在注解亚里士多德《解释篇》第7章开头(17a38)时,斯特法努提出了关于仅含主项与谓项之命题的三个预备论题:首先确立了量化规定的定义及其四种分类(全称肯定、全称否定、特称肯定、特称否定),继而开始计算此类命题的总数(144个),首先将四种基本肯定形式乘以时间的三分法推导出12个命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0.1#1

" Ἐπειδή ἐστιν τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ’ ἕκαστον· λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκεν κατηγορεῖσθαι καθ’ ἕκαστον δὲ ὃ μή, καὶ τὰ ἑξῆς." Ἐντεῦθεν τῶν ἀγώνων ἀπάρχεται καὶ διαλέγεται τοίνυν περὶ προτάσεων τῶν συγκειμένων ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου μόνον, οἷον ‘ἄνθρωπος βαδίζει, Σωκράτης βαδίζει’. ζητοῦμεν δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως τὰ τρία ταῦτα κεφάλαια· πρῶτον τί ἐστιν προσδιορισμός (κοινὸν γὰρ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῶν προτάσεων) καὶ πόσοι εἰσὶν προσδιορισμοί, δεύτερον τίς ἀριθμὸς τῶν προτάσεων τῶν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνου συγκειμένων, καὶ τρίτον πῶς ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις. ἀρξώμεθα τοῦ πρώτου. προσδιορισμὸς τοίνυν ἐστὶ πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τοῦ ὑποκειμένου.1 οἷον ἐν τῷ εἰπεῖν ‘πᾶς ἄνθρωπος βαδίζει’ σημαίνει μοι ὅτι πᾶσι τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν, οἷον Σωκράτει, Πλάτωνι Ἀλκιβιάδῃ καὶ τοῖς λοιποῖς ὑπάρχει τὸ βαδίζειν. ἐν τῷ πάλιν λέγειν ὅτι ‘τὶς ἄνθρωπος βαδίζει’ σημαίνει ὅτι τισὶν μὲν τῶν ἀνθρώπων ὑπάρχει τὸ βαδίζειν, τισὶν δὲ οὔ· ὡσαύτως καὶ ἐπὶ τοῦ ‘οὐδεὶς ἄνθρωπος βαδίζει’ καὶ ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’. εἰσὶν δὲ προσδιορισμοὶ δ̄, δύο μὲν καθόλου, δύο δὲ μερικοί· καὶ τούτων 〈οἱ〉 μὲν καταφατικοὶ οἱ δὲ ἀποφατικοί. καθόλου μὲν καταφατικὸς οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ’, καθόλου δὲ ἀποφατικὸς ‘οὐδεὶς ἄνθρωπος ἵπταται’· μερικοὶ δὲ πάλιν καταφατικὸς μὲν ‘τὶς ἄνθρωπος βαδίζει’, ἀποφατικὸς δὲ ‘οὐ πᾶς ἄνθρωπος βαδίζει’. ἀνάγκη γὰρ δ̄ εἶναι τοὺς προσδιορισμοὺς καὶ οὔτε πλείονας οὔτε ἐλάττονας. ἢ γὰρ τὸ καθόλου ἀποφαινόμεθα, καὶ τοῦτο ἀποφατικῶς ἢ καταφατικῶς, καὶ ποιεῖ τοὺς δύο καθόλου προσδιορισμούς, φημὶ δὴ τὸν πᾶς καὶ τὸν οὐδείς, ἢ τὸ μερικὸν ἀόριστον, καὶ πάλιν τοῦτο ἢ καταφατικὸν ἢ ἀποφατικόν, καὶ ποιεῖ τοὺς δύο μερικοὺς προσδιορισμούς, οἷον τὸν τὶς καὶ τὸν οὐ πᾶς, τὸν μὲν τὶς καταφατικόν, τὸν δὲ οὐ πᾶς ἀποφατικόν. μεμαθήκαμεν τοίνυν τί ἐστιν προσδιορισμὸς καὶ πόσοι εἰσὶν οἱ προσδιορισμοί. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερον δὲ κεφάλαιόν ἐστιν ἐν ᾧ ζητοῦμεν, τίς ὁ ἀριθμὸς τῶν ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου συγκειμένων προτάσεων. εἰσὶν οὖν ρμδ αἱ προτάσεις δι’ αἰτίαν τοιαύτην· ἔστι δὲ ἡ αἰτία ἀπὸ τοῦ ὑποκειμένου, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον καὶ ἀπὸ τῶν προσδιορισμῶν· διὸ τὸ περὶ τῶν προσδιορισμῶν κεφάλαιον προειλήφαμεν. ἀπὸ μὲν τοῦ ὑποκειμένου αἰτίαν τοιαύτην λαμβάνομεν. τὸ ὑποκείμενον ἢ μερικόν ἐστι καὶ καθ’ ἕκαστον, οἷον Σωκράτης, ἢ καθόλου· μερικὸν δὲ λέγω τὸ ἄτομον καὶ καθ’ ἑνὸς φερόμενον, καθόλου δὲ τὸ ἐν πολλοῖς θεωρούμενον καὶ πολλῶν κατηγορούμενον, οἷον ἄνθρωπος. τοῦτο δὲ καθόλου ἢ ἔχει προσδιορισμὸν ἢ οὐκ ἔχει. οὐκ ἔχει μὲν ὡς τὸ ‘ἄνθρωπος βαδίζει’· εἰ δὲ ἔχει, ἢ μερικὸν καταφατικὸν ἔχει ἢ καθόλου καταφατικόν. ὑποκείσθωσαν γὰρ νῦν οἱ καταφατικοὶ προσδιορισμοί· τὰς γὰρ καταφάσεις μόνον τέως ζητοῦμεν. γεγόνασιν οὖν τέσσαρες προτάσεις ‘Σωκράτης βαδίζει, ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει’, αἱ δ δὲ καταφατικαί εἰσιν. τούτων τῶν δ πολλαπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου2 γίνονται ιβ προτάσεις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης ἐβάδισεν, Σωκράτης βαδίσει’· ἰδοὺ γ. ‘ἄνθρωπος βαδίζει, ἄνθρωπος ἐβάδισεν, ἄνθρωπος βαδίσει’· ἰδοὺ πάλιν γ, ὡς εἶναι ς. ‘τὶς ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος ἐβάδισεν, τὶς ἄνθρωπος βαδίσει’· ἰδοὺ θ. ‘πᾶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος ἐβάδισεν, πᾶς ἄνθρωπος βαδίσει’· ἰδοὺ ιβ προτάσεις παρὰ τὴν τριμέρειαν τοῦ χρόνου.

“既然在实事中,有些是普遍的,有些是个别的——我把普遍的称为依其本性可谓述于多数者之上的,个别的称为不可谓述于多数者之上的;等等。” 从这里起,他开始了主要的论战,并讨论仅由谓项与主项构成的命题,例如“人行走”、“苏格拉底行走”。在逐字释义之前,我们探究这三个论题:第一,什么是量化规定(因为这也通用于其他种类的命题),以及量化规定有多少个;第二,仅由谓项与主项构成的命题的数目是多少;第三,我们如何从肯定命题制作否定命题。让我们从第一个论题开始。因此,量化规定是一种附加词,表示谓项属于主项的多少范围。例如,在说“每个人行走”时,它向我表示行走属于处于“人”之下的所有事物,例如苏格拉底、柏拉图、阿尔西比亚德以及其余之人。反之,在说“某个人行走”时,它表示行走属于某些人,但不属于另一些人;在“没有人行走”和“并非每个人行走”的情况下亦同样如此。量化规定有四个,两个是全称的,两个是特称的;在这些当中,有的是肯定的,有的是否定的。全称肯定如“每个人呼吸”,全称否定如“没有人飞翔”;特称的又如肯定是“某个人行走”,否定是“并非每个人行走”。因为量化规定必然是四个,既不多也不少。因为我们要么表述普遍者——这也是否定地或肯定地表述,并产生两个全称量化规定,即“每个”和“没有”——要么表述不定的特称者,而这同样或肯定或否定,产生两个特称量化规定,例如“某个”和“并非每个”,其中“某个”是肯定的,而“并非每个”是否定的。因此,我们已经明了什么是量化规定,以及量化规定有多少个。至此,第一个论题完成。 第二个论题是我们探究由主项和谓项构成的命题数目是多少。命题总共有144个,原因如下:这一原因来自于主项、来自于谓项相对于主项的关系、以及来自于量化规定;因此我们预先讨论了关于量化规定的论题。从主项我们得出如下原因:主项要么是特称且个别的(例如苏格拉底),要么是普遍的。我把特称的称为不可分的且仅关涉单一者的,普遍的称为在多数者中被观察到且可谓述于多数者之上的,例如人。而这个普遍者要么带有量化规定,要么不带。不带的如“人行走”;但如果带有,则它要么带有特称肯定的,要么带有全称肯定的。因为现在假定的是肯定量化规定;因为我们暂时仅探究肯定命题。于是产生了四个命题:“苏格拉底行走”、“人行走”、“某个人行走”、“每个人行走”,而这四个皆是肯定命题。当这四个命题乘上时间的三分法时,便产生12个命题,例如“苏格拉底行走”、“苏格拉底曾行走”、“苏格拉底将行走”——看,3个;“人行走”、“人曾行走”、“人将行走”——看,又是3个,合为6个;“某个人行走”、“某个人曾行走”、“某个人将行走”——看,9个;“每个人行走”、“每个人曾行走”、“每个人将行走”——看,依据时间的三分法共有12个命题。

语法注2 条
  1. 3.0.1σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τοῦ ὑποκειμένου

    属格 τοῦ ὑποκειμένου 并非作动词 ὑπάρχει 的补足语(该动词通常接与格),而是作为部分属格依附于短语 ἐπὶ πόσον(“在主项的多少范围之上”)。

  2. 3.0.1τούτων τῶν δ πολλαπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου

    这是一个属格绝对结构,表示在将前述四种命题形式(单称、不定、特称肯定、全称肯定)与时间的三分法(现在、过去、将来)相乘的操作或伴随条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:24.8-25.20