- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:22.2-23.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努斯依据17a26的引文,阐明了肯定与否定划分真假的“矛盾”的定义,以及矛盾成立所必须具备的条件(相同的主项与谓项,在一切质料和时态下的对立)。
" Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον καὶ τὰ ἑξῆς." Ἀποδέδωκεν τί ἐστιν ὁ καθόλου λόγος, ἔτι δὲ καὶ τί ἐστιν ἀπόφανσις, πρὸς τούτοις δὲ τί ἐστι κατάφασίς τε καὶ ἀπόφασις. ἐντεῦθεν ἄρχεται διδάσκειν καὶ περὶ τῆς καλουμένης ἀντιφάσεως καὶ προσδιορίζεται τί ἐστιν ἀντίφασις καὶ ποῖα τὰ συντρέχοντα εἰς τὸ δεῖν γενέσθαι ἀντίφασιν. πρὸς δὲ τὴν εὕρεσιν ταύτης προλαμβάνει τι λημμάτιον. ἔστι δὲ τοῦτο τὸ λημμάτιον ὅτι πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει ἀντίκειται πάλιν κατάφασις· δῆλον δὲ τοῦτο ὅτι ἡ ψευδομένη τῇ ἀληθευούσῃ. ἐπειδὴ γὰρ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιός ἐστιν’ (τοῦτο γὰρ παρὰ πᾶσιν ὁμολογούμενον καθέστηκεν ὅτι Σωκράτης δίκαιός ἐστιν), καὶ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιος οὐκ ἔστιν’ (ὑπάρχοντος * * * τοῦτο ὑπάρχον ὡς μὴ ὂν βουλόμενός φημι ὅτι Σωκράτης δίκαιος οὐκ ἔστιν), ἔτι δὲ καὶ τὸ μὴ ὑπάρχον 〈ὡς μὴ ὑπάρχον〉, οἷον ‘Σωκράτης ἄδικος οὐκ ἔστι,’ καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον, οἷον ‘Σωκράτης ἄδικός ἐστιν’, ἐξ ἀνάγκης τοίνυν ἀντίκειται1 ἡ ἀληθὴς ἀπόφασις, φημὶ δὴ ἡ λέγουσα ‘Σωκράτης ἄδικος οὐκ ἔστιν’ 〈τῇ ψευδεῖ καταφάσει τῇ λεγούσῃ ‘Σωκράτης ἄδικός ἐστιν’〉, ἡ δὲ ἀληθὴς κατάφασις τῇ ψευδεῖ ἀποφάσει, λέγω δὴ ἡ λέγουσα ‘Σωκράτης δίκαιός ἐστιν’ τῇ λεγούσῃ ‘Σωκράτης δίκαιος οὐκ ἔστιν’. ὅταν οὖν ἀντίκειται ἀληθὴς πρότασις ψευδεῖ προτάσει ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης, τότε καλεῖται ἀντίφασις. καὶ ταῦτα μέν εἰσιν τὰ δέοντα συντρέχειν εἰς τὸ τὴν ἀντίφασιν γίνεσθαι. ἔστι τοίνυν ὁριζομένους τὴν ἀντίφασιν εἰπεῖν,2 ὅτι ἀντίφασίς ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου. οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν’· πάντως τούτων μὲν μία ἀληθὴς ἢ ψευδής. καὶ ἐπὶ παρῳχημένων δὲ οἷον ‘πᾶς ἄνθρωπος δίκαιος ἦν, οὐ πᾶς ἄνθρωπος δίκαιος ἦν’. ὡσαύτως καὶ ἐπὶ τοῦ μέλλοντος ‘πᾶς ἄνθρωπος δίκαιος ἔσται, πᾶς ἄνθρωπος δίκαιος οὐκ ἔσται’. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν, τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ὡς σὺν θεῷ μαθησόμεθα. δεῖ δὲ συντρέχειν εἰς τοῦτο καὶ τὸ αὐτὸ κατηγορούμενον καὶ τὸ αὐτὸ ὑποκείμενον· ἐὰν γάρ ἐστι τὸ αὐτὸ μὲν ὑποκείμενον, οὐκ ἔστι δὲ τὸ αὐτὸ κατηγορούμενον, οὐκέτι γίνεται ἀντίφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ διαλέγεται’· καὶ γὰρ ἐνδέχεται τὰς δύο προτάσεις ταύτας ἤτοι ἀληθεῖς εἶναι ἢ ἀμφοτέρας ψευδεῖς.
“由于既可以断言属有的事物为不属有,断言不属有的事物为属有,也可以断言属有的事物为属有,断言不属有的事物为不属有,等等。” 他已经说明了总括性言明是什么,进而断言是什么,此外肯定与否定分别是什么。从这里开始,他也开始讲授关于所谓的矛盾,并且规定了矛盾是什么,以及为了矛盾得以产生应当汇合具备哪些条件。为了发现这一点,他预先设定了一个小前提。这个小前提就是:对每一个肯定都有一个否定与其对立,反之对每一个否定也都有一个肯定与其对立;显然,这是说虚假的陈述与真实的陈述相对立。因为,既然既可以把属有的事物断言为属有,例如“苏格拉底是公正的”(因为苏格拉底是公正的这一点已成为所有人公认的事实),又可以把属有的事物断言为不属有,例如“苏格拉底不是公正的”(虽然是属有的……我想要将这一属有的事物断言为不存在,便说“苏格拉底不是公正的”),进而还可以把不属有的事物〈断言为不属有〉,例如“苏格拉底不是不公正的”,并且把不属有的事物断言为属有,例如“苏格拉底是不公正的”;因此必然地,真实的否定,即断言“苏格拉底不是不公正的”命题,对立于〈断言“苏格拉底是不公正的”虚假肯定〉,而真实的肯定对立于虚假的否定,我指断言“苏格拉底是公正的”命题对立于断言“苏格拉底不是公正的”命题。因此,当一个真实的命题在任何时间并且在任何质料中都与一个虚假的命题相对立时,这时便被称为矛盾。这些就是在矛盾形成中必须汇合具备的条件。因此,给矛盾下定义的人可以说,矛盾就是在任何质料中并且在任何时间中划分真与假之两个命题的冲突。例如“每个人都是公正的;并非每个人都是公正的”——在这些命题中,必然其中一个是真或是假。在过去的事物上也是如此,例如“每个人曾经是公正的;并非每个人曾经是公正的”。在未来的事物上同样如此:“每个人将是公正的;每个人将不是公正的”。如同我们在神助之下将要学习的那样,在其他质料(即必然的质料与不可能的质料)上也是如此。但是要达到这一点,相同的主项与相同的谓项也必须同时具备;因为如果主项相同,而谓项不相同,就再也不是矛盾了,例如“苏格拉底在行走;苏格拉底不在交谈”;因为这两个命题完全可能要么两者皆真,要么两者皆假。
- 2.6.1ἐπειδὴ γὰρ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς ὑπάρχον ... ἐξ ἀνάγκης τοίνυν ἀντίκειται
这是一个由 ἐπειδή 引导的长句结构,在详细列举了四种断言组合(将属有的断言为属有/不属有,将不属有的断言为不属有/属有)及其例证和插入说明后,最终落脚到由 ἐξ ἀνάγκης τοίνυν 引出的主句上。其基本句法骨架为因果关系:“既然能够……,因而必然真实的否定/肯定对立于虚假的肯定/否定”。
- 2.6.1ἔστι τοίνυν ὁριζομένους τὴν ἀντίφασιν εἰπεῖν
在非人称动词 ἔστι(“可以/可能……”)支配不定词 εἰπεῖν 的结构中,宾格分词 ὁριζομένους(“下定义的人们/在给矛盾下定义时”)作为不定词的逻辑主语,遵循泛指人称的“宾格与不定词”句法。
