- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:21.18-21.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺解释了亚里士多德在多数语句的定义中补充“而非一件事物”是为了避免将全称命题混同为多数语句,随后驳斥了扬布里柯关于“通过连接词而为一”的解释,并赞同阿摩尼奥斯的观点。
" Ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕν." ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί προσέθηκεν καὶ μὴ ἕν, καὶ μὴ εἶπεν ‘πολλοὶ δέ εἰσιν οἱ πολλὰ σημαίνοντες’ καὶ ἠρκέσθη τούτοις. καὶ λέγομεν πρὸς τοῦτο ὅτι ἡ καθόλου ἀπόφασις καὶ πολλὰ σημαίνει καὶ ἕν· ὁμοίως καὶ ἡ καθόλου κατάφασις. οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ’ καὶ πάντας τοὺς καθ’ ἕκαστα σημαίνει ἀνθρώπους καὶ μίαν ἑνικὴν φύσιν σημαίνει τὴν ἀνθρωπίνην. οὕτως ἔχει καὶ ἡ ἔχουσα καθόλου ἀπόφασις ‘οὐδεὶς ἄνθρωπος ἵπταται.’ εἰ τοίνυν εἶπεν οὕτως ὅτι ‘πολλοὶ δὲ λόγοι εἰσὶν οἱ πολλὰ σημαίνοντες’, συμπεριελάμβανεν ἂν καὶ τὴν τοιαύτην πρότασιν.1
“单一的断言语句,要么是指明一件事物的语句,要么是通过连接词而为一的语句;多数断言语句,是指明多件事物而非一件事物的语句。” 值得探究的是,他为何添加了“而非一件事物”,而没有说“多数语句是指明多件事物的语句”并满足于这些话。对此我们回答说,全称否定既表示多件事物也表示一件事物,全称肯定同样也是如此。例如“每个人都在呼吸”,既表示所有个别的人,也表示单一的、独一的人类本性。带有“没有人会飞”的全称否定也是如此。因此,如果他这样说过“多数语句是指明多件事物的语句”,那么他就会把这样的命题也包含进去了。
"Ἢ ὁ συνδέσμῳ εἷς·" λέγει ὁ Ἰάμβλιχος ὅτι ἄνω τὸ ‘συνδέσμῳ εἷς’ ἐπὶ συμπλεκτικῶν συνδέσμων εἶπεν, τοὺς μὴ σημαίνοντας σχέσιν δύο πραγμάτων ἢ πολλῶν,2 ὡς τὸ ‘Σωκράτης βαδίζει καὶ Πλάτων διαλέγεται’, ἐνταῦθα δὲ συνδέσμῳ εἷς εἶπεν αἰνιττόμενος τὰς ὑποθετικὰς προτάσεις, οἷον ‘εἰ ὁ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν.’ οὐκ ἔστιν δὲ τοῦτο ἀληθές· οὐδὲ γὰρ ἔχει δεῖξαι3 ὅτι ἐπὶ τῆς ἐννοίας ταύτης τέθεικεν ὁ φιλόσοφος τὸ ἢ συνδέσμῳ εἷς. ἀλλ’ ὥσπερ εἶπον, οὐδὲν ἀδύνατον ἓν τῶν σκελῶν τῆς διαιρέσεως ἐν τῷ ἑτέρῳ θεωρεῖσθαι. αὐτὸς γὰρ παρακατιὼν λέγει εὐθὺς ὅτι ἁπλῆ ἀπόφανσίς ἐστιν ἡ ἓν καθ’ ἑνὸς κατηγοροῦσα, σύνθετος δὲ ἡ ἐκ τούτων συγκειμένη· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀποφάσεων. ὥστε ἐν τοῖς τρισὶ σκέλεσιν ἐξ ἀνάγκης τὸ αὐτὸ εἶπεν κατὰ τὸν Ἀμμώνιον. ἐν οἷς ἡ πρᾶξις.
“或者是通过连接词而为一的语句。” 扬布里柯说,在上面提到的“通过连接词而为一”是就结合性连接词而言的,这些连接词并不表示两个或多个事物之间的关系,如“苏格拉底行走并且柏拉图谈话”;而在这里他说“通过连接词而为一”,则是暗指假言命题,如“如果太阳在地上,就是白天”。但这并不是真的;因为人们根本无法证明哲学家是在这种含义上设定了“或者是通过连接词而为一”。相反,正如我说过的,划分的分支之一在另一个分支中被考察,是绝非不可能的。因为他自己随着论述的展开立刻说道,简单的断言是把一件事物述说于一件事物的断言,而复合的断言是由这些简单断言组成的断言;在否定方面同样也是如此。因此,按照阿摩尼奥斯的看法,在这三个分支中他必然说了同样的事情。这一讲课到此结束。
- 2.5.2συμπεριελάμβανεν ἂν καὶ τὴν τοιαύτην πρότασιν
未完成过去时直说语气加 ἄν 构成的反事实条件句归结从句。与前面的条件从句 εἰ τοίνυν εἶπεν οὕτως 呼应,表示与过去事实相反的假想结果:“如果亚里士多德曾这样说过(而他实际上并没有),他就会把这样的命题也包含进去了”。
- 2.5.3τοὺς μὴ σημαίνοντας σχέσιν δύο πραγμάτων ἢ πολλῶν
宾格分词 τοὺς μὴ σημαίνοντας 与前面的属格短语 ἐπὶ συμπλεκτικῶν συνδέσμων 构成了语法上的破格(格不一致)。在语义上,它修饰并限定了结合性连接词,将“连接词”在概念上作为宾格宾语或说明语来处理。
- 2.5.3οὐδὲ γὰρ ἔχει δεῖξαι
动词 ἔχω 带不定式(δεῖξαι)表示能力或可能性(“能够表明/证明”)的惯用句式。其不言自明的主语泛指一般人或指扬布里柯(“人们无法证明”)。
