← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§19.32-21.17

断言语句按一与多数的划分及诸分支重叠

斯捷潘诺解释了断言语句按照一与多数的划分,将其与先前基于词数的划分以及按简单与复合的划分相对比,并通过数量与动物划分的类比说明了划分分支间的交叉重叠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

" Ἔστιν δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι." Μετὰ τὴν διαίρεσιν τῶν ἀποφαντικῶν λόγων κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον ἤγουν δεύτερον παραδίδωσιν καὶ τὴν ἐπιδιαίρεσιν κατὰ τὸ ἓν καὶ τὸ πλῆθος, παρακατιὼν δὲ καὶ τὴν διαίρεσιν τὴν κατὰ 〈τὸ〉 ἁπλοῦν καὶ τὸ σύνθετον. διαφέρει δὲ τῆς διαιρέσεως ἐκείνης ἤτοι τῆς πρώτης κατὰ τὸ πρότερον καὶ τὸ δεύτερον αὕτη, διότι ἐκείνη μὲν ἀπὸ τῆς λέξεως εἴληπται, αὕτη δὲ ἀπὸ τῆς σημασίας. ἐκείνη μὲν γὰρ εἷς λόγος ἐλέγετο πρῶτος ὁ συγκείμενος ἀπὸ δύο λέξεων ὡς τὸ ‘Σωκράτης βαδίζει’, δεύτερον δὲ εἷς λόγος ἐλέγετο ὁ ἐκ τριῶν συγκείμενος, ὡς τὸ ‘Σωκράτης 〈οὐ〉 βαδίζει’· ταῦτα δέ ἐστι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἡ ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον συγκειμένη. οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, ὡς ἐλέχθη· ‘Σωκράτης βαδίζει καὶ Πλάτων διαλέγεται’, ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν.’ ἡ δὲ νῦν παραδοθησομένη διαίρεσις ἀπὸ τῆς σημασίας τῶν δηλουμένων. ἐπὶ τούτων μὲν γὰρ 〈εἰ〉 ἕν ἐστι τὸ δηλούμενον, καλεῖται ὁ λόγος ἐκεῖνος εἷς, κἂν ἀπὸ πολλῶν λέξεων σύγκειται κατά τε τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον· εἰ δὲ πολλὰ ὦσιν τὰ σημαινόμενα, ὡς ἔχει ἐπὶ τῶν ὁμωνύμων, κἂν συμβῇ ἀπὸ δύο λέξεων συγκεῖσθαι, εἴτε κατὰ τὸ ὑποκείμενον εἴτε κατὰ τὸ κατηγορούμενον εἴτε κατ’ ἀμφότερα, τότε πολλοὶ λέγονται λόγοι καὶ οὐχ εἷς ὡς δυνάμει. * * * τὴν διαίρεσιν, ὅτι1 τῶν ἀποφαντικῶν λόγων ὁ μὲν 〈ἓν καθ’〉 ἑνὸς κατηγορεῖ ἢ καταφατικῶς ἢ ἀποφατικῶς, οἷον καταφατικῶς μὲν οἷον ‘ἄνθρωπος βαδίζει’, ἀποφατικῶς δὲ οἷον ‘ἄνθρωπος οὐ βαδίζει’, ἢ σχέσιν τινὰ σημαίνει· καὶ εἰ 〈σχέσιν, ἢ κατὰ ἀκολουθίαν ἢ κατὰ διάζευξιν. κατὰ ἀκολουθίαν μὲν οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν’· τοῦτο γὰρ δηλοῖ ὅτι τοῦ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν· κατὰ διάζευξιν δὲ ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν’. εἰ δὲ μήτε σχέσιν ἔχει δηλουμένην, μήτε ἓν καθ’ ἑνὸς κατηγορεῖ λόγος, οὕτως οὐ λέγεται εἷς ἀλλὰ πολλοί, ἢ ὡς ἐπὶ τῶν ὁμωνύμων ἢ ὡς ἐπὶ τῶν ἀσυνδέτων. οὕτως εἰρηκὼς τὴν διαίρεσιν ὑπογράφει τὴν ἀπόφανσιν, ἀλλ’ ὡς ἐκ τῶν ὑφ’ αὐτὴν λέγων ὅτι ἀπόφανσίς ἐστι λόγος σημαίνων τινὶ ὑπάρχειν ἢ μὴ ὑπάρχειν. τὸ δέ τινι ὑπάρχειν δηλοῖ τὴν κατάφασιν, τὸ δέ τινι μὴ ὑπάρχειν δηλοῖ τὴν ἀπόφασιν. ὅσα δὲ ἔδει πρὸς τοῦτο λέγεσθαι ἤδη φθάσαντες ἀπεδώκαμεν. [p. 17a25 Κατάφασις δέ ἐστι λόγος ἀποφαντικός τινος κατά τινος, ἀπόφασις δέ ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος.] συνάπτει δὲ τοῖς εἰρημένοις καὶ τὴν τρίτην διαίρεσιν κατὰ τὸ ἁπλοῦν οὖσαν καὶ τὸ σύνθετον λέγων ὅτι ἁπλῆ μὲν ἀπόφανσίς ἐστι κατάφασις ἢ ἀπόφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει’, σύνθετος δὲ ἀπόφανσις ἡ ἐκ δύο [ὃς] καταφάσεων συγκειμένη ἢ ἐκ δύο ἀποφάσεων ἢ μιᾶς μὲν καταφάσεως μιᾶς δὲ ἀποφάσεως. οὐ δεῖ θαυμάζειν ὅτι καὶ ἐν τῇ πρώτῃ διαιρέσει ἕνα λόγον εἶπεν τὸν δεσμῷ τὴν ἑνότητα ἔχοντα καὶ ἐνταῦθα πάλιν εἶπεν συνδέσμῳ εἷς. καὶ γὰρ οὐδὲν ἀδύνατον ἔν τινι σκέλει τῆς πρώτης διαιρέσεως ἐμπεριέχεσθαι καί τι σκέλος τῆς δευτέρας διαιρέσεως κατ’ ἄλλην ἔννοιαν, ὡς ἔχει ἐπὶ τοῦ ποσοῦ. εἴπομεν γὰρ ἐκεῖ ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές· καὶ πάλιν τοῦ ποσοῦ τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. ἐνταῦθα γὰρ τὸ θετὸν πάντως ἐν τῷ συνεχεῖ ποσῷ θεωρεῖται· εἴ τι μὲν γὰρ θετόν, πάντως συνεχές, οὐκ εἴ τι δὲ συνεχές, πάντως τοῦτο καὶ θετόν ἐστιν,2 ὡς ἐκεῖσε σαφέστατα τὴν ἀπόδειξιν ἐποιησάμεθα. πάλιν καὶ ἐν τῇ διαιρέσει τοῦ ζῴου τὸ αὐτὸ συμβέβηκεν. φαμὲν γὰρ τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· καὶ πάλιν τοῦ ζῴου τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. καὶ ἐνταῦθα γὰρ δῆλον ὅτι ἔστι τὸ ἄλογον θνητὸν πάντως· οὐ πάντως δὲ τὸ θνητὸν ἤδη καὶ ἄλογον· ὁ γὰρ ἄνθρωπος θνητὸς μέν ἐστιν, οὐκ ἄλογος δέ, ἀλλὰ λογικὸς θνητός ἐστιν. καὶ ταῦτα μὲν ἄχρι τούτων. λοιπὸν ἄρχεται διαλέγεσθαι καὶ περὶ ἀντιφάσεως. τί δέ ἐστιν ἀντίφασις καὶ ποῖα τὰ χαρακτηρίζοντα ταύτην, ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα.

“单一的断言语句,要么是指明一件事物的语句,要么是通过连接词而为一的语句;多数断言语句,要么是指明多件事物而非一件事物的语句,要么是没有连接词的语句。” 在按照先与后(即第二)对断言语句作出划分之后,他又给出了按照一与多数的再划分,并在随后的进展中给出了按照简单与复合的划分。而这种划分与前一种划分(即按照先与第二的最初划分)有所不同,因为前一种划分取自措辞,而这一种划分则取自意义。因为在前一种划分中,由两个词语组成的语句被称为第一种单一语句,如“苏格拉底行走”;由三个词语组成的被称为第二种单一语句,如“苏格拉底[不]行走”;这些是仅由主项和谓项组成的肯定与否定。而所有其他的语句都是通过连接词而为一的,正如曾说过的:“苏格拉底行走并且柏拉图谈话”,“如果太阳在地上,就是白天”。但现在将要给出的划分,则是从所指明事物的意义取来的。因为在这些语句中,如果所指明的是单一的,即使在谓项和主项两方面都由许多词语组成,该语句仍被称为单一的;但如果所表示的事物是多数的,如在同名异义词的情形中,即使恰好由两个词语组成(无论在主项方面、谓项方面还是两方面皆然),那时由于潜能上[是多数],也被称为多数语句而非单一语句。[……]这一划分,即断言语句中,有的或肯定地或否定地将一件事物述说于另一件事物——肯定地如“人行走”,否定地如“人不行走”——,或者表示某种关系;如果[表示关系,要么按照推论],要么按照选言。按照推论的,例如“如果太阳在地上,就是白天”;因为这指明了太阳在地上时就是白天;按照选言的,如“要么是白天,要么是黑夜”。但如果一个语句既不含有被指明的关系,也不把一件事物述说于另一件事物,那么它就不被称为单一的而是多数的,要么像同名异义词的情形,要么像无连接词的情形。这样讲述了划分之后,他勾勒了断言的轮廓,但却是作为从它〔断言〕之下的事物出发,说断言是指明某物属于或不属于某物的语句。 “属于某物”指明了肯定,而“不属于某物”指明了否定。关于这一点应当说的内容,我们此前已经交代过了。[17a25“肯定是关于某物归属于某物的断言语句,否定是关于某物脱离某物的断言语句。”]他在所说的话之后,还结合了按照简单与复合的第三种划分,说简单的断言是肯定或否定,例如“苏格拉底行走”、“苏格拉底不行走”;复合的断言是由两个肯定组成的、或由两个否定组成的、或由一个肯定和一个否定组成的。人们不应感到奇怪:他在第一种划分中也把通过连结而具有统一性的称为单一语句,而在这里又说了“通过连接词而为一”。因为第二种划分的某个分支按照另一种概念包含在第一种划分的某个分支之内,是绝非不可能的,正如在数量的情形中那样。因为我们在那里曾说,数量一种是离散的,另一种是连续的;再者,数量一种是有位置的,另一种是没有位置的。因为在此处,有位置的必然是在连续数量中被考察的:因为如果有某物是有位置的,它必然是连续的;但并非如果某物是连续的,它就必然也具有位置,正如我们在那里最清晰地作出了证明那样。同样,在动物的划分中也出现了相同的情况。因为我们说,动物一种是有理性的,另一种是无理性的;再者,动物一种是会死的,另一种是不死的。因为在这里显然可知,无理性的必然是会死的;但会死的并不已经必然是无理性的;因为人固然是会死的,却不是无理性的,而是有理性的会死者。这些事情到此为止。至于余下的部分,他也开始讨论矛盾。矛盾是什么,以及有哪些特征界定它,我们将在另一讲理论考察中学习。

语法注2 条
  1. 2.5.1ὡς δυνάμει. * * * τὴν διαίρεσιν, ὅτι

    在抄本缺文标记(星号)后直接出现的宾格短语 τὴν διαίρεσιν 充当已遗失的主句谓语动词(如 παραδίδωσι 或 ἐκτίθεται)的直接宾语。紧随其后的 ὅτι 从句作为同位语展开说明这一划分的具体内容(或与 τὴν διαίρεσιν 构成前置先取结构)。

  2. 2.5.1οὐκ εἴ τι δὲ συνεχές, πάντως τοῦτο καὶ θετόν ἐστιν

    这是否定词 οὐκ 置于句首否定整个条件从句(εἴ τι συνεχές)的倒装结构,意为“并非如果某物是连续的,该物就必然也有位置”。它与主句 πάντως τοῦτο καὶ θετόν ἐστιν 配合,表明其包含关系是单向的(有位置者 ⊆ 连续者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:19.32-21.17