- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:1.1-2.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺将《解释篇》开篇(16a1)的绪论分为两部分:第一部分包含论题的列举以及关于四种实体(文字、声音、思想、事物)属自然还是约定的定理,第二部分确立了思想与声音在单纯与复合上的比例关系;随后他解释了“首先”在时间和次序上的含义。
ΣΧΟΛΙΑ ΣΥΝ ΘΕΩΙ ΑΠΟ ΦΩΝΗΣ ΣΤΕΦΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ " Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα. ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος καὶ τὰ ἑξῆς." Προοίμιον ἔχει ἡ παροῦσα πραγματεία διμερές. καὶ ἐν μὲν τῷ ᾱ μέρει ποιεῖται τὴν ἀπαρίθμησιν αὐτῶν τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ ᾱ τμήματι, ἔτι δὲ καὶ θεώρημά τι παραδίδωσιν· ἐν δὲ τῷ β̄ μέρει ἀναλογίαν τινὰ τῶν φωνῶν πρὸς τὰ νοήματα διέξεισιν. τὴν μὲν ἀπαρίθμησιν λέγων ὅτι δεῖ πρότερον ὁρίσασθαι τί ὄνομα καὶ τί ῥῆμα, εἶτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος. καὶ αὕτη μέν ἐστιν ἡ ἀπαρίθμησις· τὸ δὲ θεώρημα τοιοῦτόν ἐστιν, ὅτι δ̄ ὄντων, γραμμάτων φωνῶν, νοημάτων πραγμάτων,1 δύο τούτων φύσει εἰσί, τὰ δὲ ἕτερα δύο θέσει. τοῦτο δὲ δείκνυσι τοῦτον τὸν τρόπον· τὰ γράμματα καὶ τὰ ὀνόματα οὐ παρὰ πᾶσιν τὰ αὐτά· τὰ δὲ μὴ παρὰ πᾶσιν τὰ αὐτὰ οὐ φύσει·2 τὰ γράμματα ἄρα καὶ τὰ ὀνόματα οὐ φύσει. ὅτι μὲν οὖν τὰ ὀνόματα καὶ τὰ γράμματα οὐκ εἰσὶν παρὰ πᾶσιν τὰ αὐτὰ αὐτόθεν ὡμολόγηται. ἄλλος γὰρ τύπος τῶν γραμμάτων παρὰ τοῖς Ἕλλησι καὶ ἄλλος παρὰ τοῖς Αἰγυπτίοις. ἀλλὰ μὴν καὶ τὰ ὀνόματα τὸν αὐτὸν τρόπον ἔχουσιν· ἄλλοις γὰρ ὀνόμασι κέχρηνται οἱ Ἕλληνες, φέρε εἰπεῖν ἐπὶ ἵππου καὶ κυνός, ἄλλοις δὲ Αἰγύπτιοι καὶ Ῥωμαῖοι, καὶ ἕτερον ἔθνος ἄλλοις. ὅτι δὲ τὰ μὴ παρὰ πᾶσι τὰ αὐτὰ οὐ φύσει ἀλλὰ θέσει, καὶ τοῦτο πρόδηλον· εἰ γὰρ ἦσαν φύσει, ἔδει παρὰ πᾶσιν τὰ αὐτὰ εἶναι· ἡ γὰρ φύσις πανταχοῦ τὸ αὐτὸ δημιουργεῖ. Ὅτι δὲ τὰ νοήματα καὶ τὰ πράγματα παρὰ πᾶσι τὰ αὐτὰ καὶ διὰ τοῦτο φύσει δῆλον· οὐ γὰρ ἕτερον νόημα ἔχει περὶ τοῦ ἵππου Αἰγύπτιος ἕτερον δὲ Ἕλλην, ἀλλὰ τὸ αὐτὸ νόημα. καὶ πάλιν τὸ πρᾶγμα οὐκ ἔστιν ἕτερόν τι παρὰ τοῖσδε ὁ ἵππος ἕτερον δὲ παρὰ ἄλλοις, ἀλλὰ παρὰ πᾶσι τὸ αὐτό. ὥστε αὐτὰ μὲν φύσει, ἐκεῖνα δὲ θέσει. καὶ ταῦτα μὲν ἐν τῷ ᾱ μέρει τοῦ προοιμίου διεξέρχεται· ἐν δὲ τῷ β̄ μέρει, ὡς ἔφην, ἀναλογίαν τινὰ παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα, ὅτι ὥσπερ ἐστὶν ἐν τῇ ψυχῇ ἁπλοῦν νόημα ἐν ᾧ οὐκ ἔστιν ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον τὸ νοῆσαι Σωκράτη χωρὶς ἐνεργείας τινὸς ἢ πάθους, ἔστιν δὲ καὶ σύνθετον νόημα, ὅταν νοήσῃ ἐνεργοῦντα αὐτὸν ἢ πάσχοντά τι, ἐν ᾧ θεωρεῖταί πως ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν ταῖς φωναῖς ἐστιν ἁπλῆ φωνή, εἰς ἣν οὐκ ἔστι θεωρῆσαι τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, ἐν δὲ τῇ συνθέτῳ πάντως θάτερον τούτων. ἐν οἷς καὶ τὸ δεύτερον μέρος τοῦ προοιμίου καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ πληροῦται.
蒙神相助,哲学家斯特凡诺关于亚里士多德《解释篇》的讲录注释“首先必须设定什么是名词,什么是动词;其次,什么是否定,什么是肯定,什么是断言,什么是语句,等等。” 本论著有一个分为两部分的绪论。在第一部分中,他列举了正要在第一节中讨论的这些事物本身,此外还提出了一个定理;而在第二部分中,他阐述了声音与思想之间的某种对应比例。关于列举,他是通过说明必须先界定什么是名词,什么是动词,然后界定什么是否定,什么是肯定,什么是断言,什么是语句[来进行的]。这就是列举;而定理则是这样的:在有四种事物——文字、声音、思想、事物——存在的情况下,其中两者是出于本性的,而另外两者则是出于约定的。他以如下方式证明这一点:文字和名称在所有人那里不是相同的;而在所有人那里不是相同的事物并非出于本性;因此文字和名称并非出于本性。名称和文字在所有人那里不是相同的,这一点显然是公认的。因为在希腊人那里文字的形体是一种,在埃及人那里则是另一种。不仅如此,名称也是同样的状况:因为希腊人使用某些名称,比方说对于马和狗,而埃及人和罗马人则使用另外的名称,别的民族又使用别的名称。至于在所有人那里不是相同的事物并非出于本性而是出于约定,这也是预先显而易见的:因为如果它们是出于本性的,就必须在所有人那里是相同的;因为本性在任何地方都创造相同的事物。另一方面,思想和事物在所有人那里是相同的,并因此是出于本性的,这一点也是清楚的:因为埃及人关于马所拥有的思想并不是一种,而希腊人是另一种,而是相同的思想。再者,事物,即马,也不是在这些人那里是某一种,在其他人那里是另一种,而是在所有人那里都是相同的。因此,这些是出于本性的,而那些是出于约定的。他在绪论的第一部分中阐述了这些;而在第二部分中,正如我说过的,他提出了声音与思想之间的某种对应比例:正如在灵魂中存在着单纯的思想,在其中没有为真或为假,例如不带任何主动活动或受动地思想苏格拉底;但也存在着复合的思想,即每当有人思想他在活动或承受某种事物时,在其中或真或假以某种方式被审视;同样,在声音中也存在着单纯的声音,在其中不可能审视真或假,但在复合的声音中,这两者之一必定是存在的。借着这些,绪论的第二部分以及本篇考察也蒙神相助得以完成。
"Πρῶτον." τοῦ πρώτου πενταχῶς λεγομένου,3 ὡς ἤδη φθάσαντες ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, ἐνταῦθα τὸ πρῶτον ληπτέον ἢ κατὰ χρόνον ἢ κατὰ τάξιν· οὕτως γὰρ τάξις τις φυλάττεται προορισθέντων τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ ᾱ τμήματι. δῆλον δὲ ὅτι καὶ ὁ χρόνος προηγεῖται, ἐν ᾧ περὶ τούτων διαλέγεται, τοῦ χρόνου ἐν ᾧ περὶ τῶν ἄλλων διαλέγεται.
“首先。” 正如我们在《范畴篇》中已经预先学过的那样,“在先”有五种说法,在这里“在先”应当要么按时间来理解,要么按次序来理解:因为既然关于他将在第一节中讨论的这些事物已被预先界定,某种次序就以这种方式得到了保持。而且显而易见,他在其中讨论这些事物的时间,也先于他在其中讨论其他事物的时间。
- 2.0.1δ̄ ὄντων, γραμμάτων φωνῶν, νοημάτων πραγμάτων
δ̄ ὄντων 是独立属格结构(“在有四种事物存在的情况下”),随后的四个属格名词(γραμμάτων, φωνῶν, νοημάτων, πραγμάτων)作同位语,具体列举这四者。
- 2.0.1τὰ δὲ μὴ παρὰ πᾶσιν τὰ αὐτὰ οὐ φύσει
系词 ἐστίν 被省略的无动词句。否定词 μή 修饰带冠词的介词短语(τὰ μὴ παρὰ πᾶσιν τὰ αὐτά),构成泛指性的实体化表述(“在所有人那里不是相同的事物”)。
- 2.0.2τοῦ πρώτου πενταχῶς λεγομένου
独立属格结构,在此表示原因或背景前提(“既然‘在先’有五种说法”)。
