- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:18.9-19.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯忒法诺疏解亚里士多德《解释篇》第4章(16b26–17a13),阐释语句的定义与意义、断言语句的界定为何仅为概括性描述而非定义、非断言语句的排除,并探讨了定义性语句的分类地位。
" Λόγος δέ ἐστι φωνὴ σημαντική, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον." καλῶς εἶπεν τὸ τὶ· οὐ γὰρ πάντα τὰ μέρη τοῦ λόγου σημαντικά εἰσιν ὡς φάσις,1 εἰ μὴ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα. μέρη γὰρ κοινότερον εἰπεῖν καὶ οἱ σύνδεσμοι καὶ αἱ ἀρνήσεις λέγονται τοῦ λόγου, ἀλλὰ καθ’ αὑτὰ οὐ σημαίνουσι φάσεις· κοινότερον δὲ εἴπομεν, ἐπειδὴ ἀνωτέρω εἴρηται ὅτι οὐκ εἰσὶν κυρίως μέρη.
“语句是有意义的声音,其某一部分在分离时是有意义的。” 他恰当地说了“某一部分”;因为并非语句的所有部分都作为陈述而有意义,除非是主项和谓项。因为更宽泛地说,连词和否定词也被称为语句的部分,但它们自身并不表示陈述;而我们说了更宽泛的说法,是因为前面已经说过它们严格说来并不是部分。
"Οἷον ἄνθρωπος σημαίνει τι, ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν." καὶ ἐνταῦθα πάλιν ἐλλειπῶς κέχρηται τῇ φράσει· ἔδει γὰρ αὐτὸν εἰπεῖν ἀλήθειαν ἢ ψεῦδος· ἔστιν μὲν γάρ, ἀλλ’ οὔπω δηλοῖ εἴτε ἀληθὲς ἢ ψεῦδος.
“例如‘人’意味着某物,但并不意味着存在或不存在。” 在此处他又省略地使用了措辞;因为他本应当说“真或假”;因为[某物]确实存在,但尚未表明是真是假。
"Ἔστιν δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ." ἐνταῦθα πρὸς τὴν ἀναίρεσιν ἐνίσταται τοῦ συλλογισμοῦ τοῦ κατὰ τὴν θεωρίαν ἡμῖν σαφηνισθέντος, τοῦ πειραθέντος δεῖξαι ὅτι ὁ λόγος φύσει ἐστί.2 καὶ πρὸς τοῦτο οὐ πάντα τὸν συλλογισμὸν προβαλλόμενος τὴν πρώτην αὐτοῦ πρότασιν διελέγχει ὡς οὖσαν ψευδῆ, ἥτις ἦν λέγουσα ὅτι ὁ λόγος ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως φύσει οὔσης. λέγει τοίνυν ὅτι οὐκ ἔστιν ὄργανον.
“然而一切语句固然是有意义的,但并非作为工具[而有意义]。” 在此他着手推翻在我们理论考察中向我们澄清的那个推论,即企图证明语句出于本性的那个推论。对此,他并不提出整个推论,而是反驳其第一前提为假,该前提曾说语句是自然存在的发声能力的工具。因此他说,语句并不是工具。
"Ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει." εἴτε τοῦτον ὑπολάβοι τις ὁρισμόν, εἴτε ὃν παρακατιὼν παραδίδωσιν, οὐκ ἔστιν ὁρισμός· ἀδύνατον γὰρ ἐν ὁρισμῷ διαζευκτικὸν σύνδεσμον εἶναι, ἀλλ’ εἰ ἔστιν διαζευκτικός, πάντως ὑπογραφὴ γίνεται. οὕτως τοίνυν καὶ ἐνταῦθα, εἰ εἶπεν ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει, οὐκ ἔστιν ὁρισμός. κατάφασιν δὲ δῆλον ὅτι εἶπεν καὶ τὴν ἀπόφασιν· πῶς γὰρ ἐνδέχεται τὴν αὐτὴν κατάφασιν ἀριθμῷ μίαν οὖσαν [καὶ] ἀληθῆ εἶναι ἢ ψευδῆ;3 ὥστε καὶ ἐνταῦθα ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο τὴν ἀπόφανσιν, καὶ ἔχομεν καὶ ἐκ τούτου ὅτι ὑπογραφή ἐστιν ὁ ἀποδοθεὶς λόγος ἀλλ’ οὐχ ὁρισμός.
“但并非一切语句都是断言语句,而只有其中具有真实或虚假的语句才是。” 无论人们把这当作定义,还是把他随后给出的当作定义,这都不是定义;因为在定义中不可能存在选言连接词,但如果有选言连接词,就全然变成了概括性描述。因此同样在这里,如果他说“而只有其中具有真实或虚假的语句才是”,这就不是定义。而显然他指的是肯定和否定;因为数目上为一的同一个肯定,怎么可能是真或是假呢?因此在这里,他也是从属其下的事物来界定断言的,并且我们也由此得知所给出的言述是概括性描述而非定义。
"Οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις." ποιητικὴν δὲ λέγει τὴν γραμματικήν. ῥήτορες δὲ καὶ γραμματικοὶ ἐπεὶ τῶν ἄλλων μερῶν τοῦ λόγου φροντίδα τίθενται, τοῦ δὲ ἀποφαντικοῦ λόγου ἧττον μεταποιοῦνται, διὰ τοῦτο εἶπεν ὁ φιλόσοφος ὅτι τοῖς ῥητορικοῖς καὶ τοῖς γραμματικοῖς ἁρμόδιος ἡ περὶ τῶν ἄλλων μερῶν τοῦ λόγου θεωρία. ῥήτορες μὲν γὰρ φροντίζουσι περὶ τῆς τοῦ λόγου ἰδέας, ἵνα εἴη ἡ φράσις σύντονος, εὐσύνθετος, γοργότητα ἔχουσα· οἱ δὲ γραμματικοὶ τόνους καὶ πνεύματα καὶ πτώσεις καὶ πρόσωπα πολυπραγμονεῖν μᾶλλον εἰώθασιν.
“因此其他语句且放下不谈;因为对其考察更属于修辞学或诗学。” 他所说的“诗学”是指语法学。既然修辞学家和语法学家关注语句的其他部分,而较少过问断言语句,因此哲学家说,关于语句其他部分的理论研究适合修辞学家和语法学家。因为修辞学家关心语句的风格,以使措辞有力、结构优美、富有生彩;而语法学家则更习惯于探究声调、气音、格和人称。
"Ἔστιν δὲ εἷς πρῶτος λόγος ἀποφαντικός." ἐντεῦθεν κατὰ τὴν θεωρίαν τὴν ἡμῖν ῥηθεῖσαν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου προβάλλεται.
“存在第一种单一的断言语句。” 从这里开始,他提出了在理论考察中向我们讲述过的断言语句的划分。
"Καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ ἔσται ἢ ἦν ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀποφαντικός." εἰ μέμνησθε, κατ’ ἀρχὰς ἐλέχθη ὅτι ε εἰσὶν εἴδη τοῦ ἁπλοῦ λόγου, ἀποφαντικός, εὐκτικός, κλητικός, ἐρωτηματικός, προστακτικός. οὐδαμοῦ οὖν τοῦ ὁριστικοῦ λόγου μνείαν ἐποιησάμεθα. ζητήσωμεν οὖν, ὑπὸ ποῖον εἶδος τοῦ ἁπλοῦ λόγου ἀναφέρεται ὁ ὁριστικὸς λόγος. καὶ ὑπὸ μὲν τὸν ἀποφαντικὸν αὐτὸς εἶπεν ὅτι οὐκ ἀναφέρεται. εἰ δέ τις εἴποι ὅτι τὸ ἔστιν προσυπακούεται καὶ ὑπὸ τὸν ἀποφαντικὸν ἀνάγεται, λέγομεν ‘οὐκοῦν πᾶν σχεδὸν ὄνομα συνυπακουόμενον ἔχον τὸ ῥῆμα, καὶ τὸ ῥῆμα συνυπακουόμενον ἔχον τὸ ὄνομα ἢ τὴν ἀντωνυμίαν ἢ τὸ ἀπαρέμφατον λόγος ἐστίν.’4 εἰ δὲ τοῦτο οὐκ ἀληθές, ἐκ τῶν εἰρημένων δῆλον ὅτι ἕτερον εἶδός ἐστιν τῶν λόγων ὁ καλούμενος ὁριστικὸς λόγος, καὶ ἔσονται οὐκέτι ε εἴδη τοῦ ἁπλοῦ λόγου ἀλλὰ ἕξ. εἰ γὰρ ἀποφαντικός, ὡς αὐτὸς λέγει, οὐκ ἔστι, πολὺ πρότερον οὐδὲ εὐκτικὸς οὐδὲ προστακτικὸς οὐδὲ ἄλλος λόγος.
“因为即使关于人的语句,若不加上‘是’或‘将是’或‘曾是’或诸如此类的东西,也还不是断言语句。” 如果大家记得,在开篇曾说过简单语句有五种种:断言的、祈愿的、呼语的、疑问的、命令的。因此我们绝没有提到过定义语句。那么让我们探究,定义语句归属于简单语句的哪一种之下。而他自己说过,它并不归属于断言语句之下。但如果有人说,“是”是默会补出的,因而归入断言语句之下,我们就会说:“那么几乎每个默会补出动词的名词,以及每个默会补出名词或代词或不定式动词的动词,都是语句了。”但如果这不是真的,根据所说的话显然可知,所谓的定义语句是语句的另一种,简单语句的种将不再是五个而是六个。因为正如他自己所说,如果它不是断言语句,就更不可能是祈愿的、命令的或任何其他语句。
"Δι’ ὅτι δὲ ἕν τί ἐστι ἀλλ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπουν — οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται· ἔστι δὲ ἄλλης τοῦτο πραγματείας εἰπεῖν." λέγει γὰρ ἐν ἄλλοις, οἷον ἐν τῷ ἑβδόμῳ 〈τῶν〉 Μετὰ τὰ φυσικά, ὅτι ἐπειδὴ τὸ σημαινόμενον ἕν ἐστι, ταῦτα δὲ συμπληροῦσι τὴν οὐσίαν τοῦ σημαινομένου πράγματος, διὰ τοῦτο εἷς λόγος ἐστὶ καὶ οὐ πολλοὶ ὁ τοῦ ἀνθρώπου ὁρισμός. τί δὲ βούλεται αὐτῷ σημαίνειν τὸ οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι; φαμὲν ὅτι σύνεγγυς εἶπεν ἀντὶ τοῦ χωρὶς συνδέσμου. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.
“但为何‘两足陆生动物’是一个而非多个——因为绝不会因被邻近说出而成为一个——,说明这一点属于另一项探究。” 因为他在其他著作中,例如在《形而上学》第七卷中说,由于被指明的事物是一个,且这些构成了被指明事物之本质,因此出于这个原因,关于人的定义是一个语句而非多个。而“因为绝不会因被邻近说出”对他而言究竟想表示什么?我们说,他说“邻近”是代替“没有连词”。至此,在上帝的相助下,本讲结束。
- 2.4.2ὡς φάσις
ὡς 为副词性用法,表示方式或限定。φάσις 指尚未构成肯定或否定等命题性结合的单项表述(作为主项或谓项的名词、动词),意为“作为陈述”。这与连词等虽为语句部分却不单独表示陈述形成对比。
- 2.4.4τοῦ κατὰ τὴν θεωρίαν ἡμῖν σαφηνισθέντος, τοῦ πειραθέντος δεῖξαι ὅτι ὁ λόγος φύσει ἐστί
由两个带定冠词的分词短语并列修饰名词 τοῦ συλλογισμοῦ 的后置同位结构(“在理论考察中向我们澄清的、企图证明语句出于本性的[那个]推论”)。
- 2.4.5πῶς γὰρ ἐνδέχεται τὴν αὐτὴν κατάφασιν ἀριθμῷ μίαν οὖσαν [καὶ] ἀληθῆ εἶναι ἢ ψευδῆ;
依赖于 ἐνδέχεται 的宾格加不定式结构,以 τὴν αὐτὴν κατάφασιν 为逻辑主语,εἶναι 为谓词不定式。[καὶ] 在底本中被加方括号,因其与选言 ἀληθῆ ἢ ψευδῆ 冲突而被视为应当删去的异文。此处的论点是,在数目上单一的肯定自身不能成立“或是真或是假”的选言命题,这种选言唯有在肯定与否定的对立中才成立。
- 2.4.8πᾶν σχεδὸν ὄνομα συνυπακουόμενον ἔχον τὸ ῥῆμα, καὶ τὸ ῥῆμα συνυπακουόμενον ἔχον τὸ ὄνομα ἢ τὴν ἀντωνυμίαν ἢ τὸ ἀπαρέμφατον λόγος ἐστίν
全句的主语由 πᾶν σχεδὸν ὄνομα 和 τὸ ῥῆμα 两个并列名词短语构成。两者各自带有分词结构 ἔχον 加上述语分词 συνυπακουόμενον(“具有被默会补出的动词/名词”)。全句的主要述谓结构为句末的 λόγος ἐστίν。
