- 底本
- Stephanus, In Aristotelis Librum De Interpretatione Commentarium. Commentaria in Aristotelem Graeca XVIII.3, ed. M. Hayduck, Berlin: Reimer 1885, pp. 1-78. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:16.28-18.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特法诺援引亚历山大和波菲利的观点,论证断言既不是肯定与否定的“属”,也不是“同名异义词”,而是按“出于一且指向一”的方式划分的,继而解释了断言语句向简单语句与复合语句的划分。
〈ὧν〉 καὶ δραξάμενος Ἀλέξανδρος εἶπεν ἀδύνατον τὴν ἀπόφανσιν γένος εἶναι καταφάσεως καὶ ἀποφάσεως. πρῶτον μὲν ἐνταῦθα δῆλον ὅτι οὐκ ἔστιν γένος, διότι ὑπογραφὴν ἀποδέδωκεν καὶ οὐκέτι ὁρισμόν. ἐν γὰρ τῷ ὁρισμῷ ἀδύνατόν ἐστι μερικώτερόν τι τοῦ ὁριστοῦ ἐγκεῖσθαι, ἀλλὰ πάντως ἢ καθολικώτερα θέλουσιν ἐγκεῖσθαι ἢ διὰ πολλὴν ἀπορίαν ἀπεξισάζοντα·1 καθολικώτερα μὲν ὡς ἐν τῷ ὁρισμῷ τοῦ 〈ἀνθρώπου〉 ‘ἄνθρωπος ζῷον λογικὸν θνητόν’ (ταῦτα γὰρ τὰ τρία καθολικώτερά εἰσιν τοῦ ἀνθρώπου ὡς μὴ μόνον ἐπ’ αὐτοῦ ἁρμόζοντα, ἀλλὰ καὶ ἐπὶ ἄλλων), ἰσάζοντα δὲ ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ γελαστικόν. ταῦτα γὰρ ἰσάζουσι, διότι ἀντιστρέφουσι· εἴτε γὰρ γελαστικὸν ζῷον, τοῦτο ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος, τοῦτο γελαστικὸν ζῷον. ἐνταῦθα δὲ μερικώτερά εἰσιν· καὶ γὰρ καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις μερικωτέρα ἐστίν. καὶ δεύτερον ἄλλο πρὸς τούτοις· ἐν οἷς ἐστιν τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων κοινὸν εἶναι γένος ἀδύνατόν ἐστιν. εἰ τοίνυν εἶπεν Ἀριστοτέλης τὴν μὲν κατάφασιν προτέραν εἶναι, τὴν δὲ ἀπόφασιν δευτέραν, δῆλον ὅτι οὐκ εἰσὶν 〈ἀντιδιῃρημένα· τῶν γὰρ〉 ἀντιδιῃρημένων εἰδῶν ἀναιρεθέντος τοῦ ἑνὸς οὐ συναναιρεῖται τὸ ἄλλο, ἐνταῦθα δὲ τῆς καταφάσεως ἀναιρουμένης ἐξ ἀνάγκης ἀναιρεῖται καὶ ἡ ἀπόφασις. ὁ δὲ Πορφύριός φησιν ἀδύνατον εἶναι ὁμώνυμον φωνὴν τὴν ἀπόφανσιν καὶ ὁμωνύμως διαιρεῖσθαι εἰς κατάφασιν καὶ ἀπόφασιν· οὐδέποτε γὰρ ὁμώνυμος φωνὴ ἐν ὁρισμῷ τινος ἢ ὑπογραφῇ λαμβανομένη, οἷον οὐδεὶς ὁριζόμενος ἢ ὑπογραφόμενος τὴν ἐξοχὴν τοῦ ὑποδήματός φησιν γλῶσσαν, ἢ τὸ ὑλακτικὸν ζῷον κύνα. ἐνταῦθα δὲ καὶ τὴν κατάφασιν ὁριζόμενός φησιν ἀπόφανσιν, καὶ τὴν ἀπόφασιν ὡσαύτως. ὥστε κυρίως γένος ἐστὶν ἡ ἀπόφανσις τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως οὔτε ὁμώνυμος φωνὴ διὰ τὰς εἰρημένας αἰτίας.2 ὅτι δὲ οὐδὲ ὡς ὅλον εἰς μέρη διαιρεῖται καὶ τοῦτο ἀποδέδεικται, οὔτε δὲ κατ’ ἄλλον τινὰ τρόπον τῶν διαιρέσεων. καταλιμπάνεται τοίνυν ἄλλος μεταξύ τις τρόπος, ὅστις καλεῖται ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἐν τούτοις γὰρ λαμβάνεται τὸ κοινὸν ἐκεῖνο ἐν τῇ ὑπογραφῇ ἀλλήλων. οἷον τί ἐστι τὸ φλεβότομον ἢ τὸ σιτίον; φαμὲν ὄργανον ὑγιεινὸν συμμέτρως ἔχον πρὸς τόδε, ἢ ποιητικὸν αἴτιον ὑγείας. οὕτως τοίνυν καὶ ἐνταῦθα καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀπόφανσιν λέγομεν, καὶ οὐδὲν ἀδύνατον ἕπεται. μέμψις τοίνυν τοῖς ἀντὶ τοῦ μέσου, φημὶ δὴ τοῦ ἀφ’ ἑνός, ἓν τῶν ἄκρων ὑπειληφόσιν· μέσος γάρ ἐστιν οὗτος ὁ τρόπος τῶν ὡς ἀπὸ γενῶν εἰς εἴδη καὶ τῶν ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διαιρουμένων. οὕτως γὰρ καὶ ὁ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς εἶπεν τὸ 〈ὂν〉 ὁμωνύμως κατηγορεῖσθαι, καίπερ ἀποδεδειγμένον ὅτι τὸ ὂν οὐ κατηγορεῖται ὁμωνύμως, ἐπειδή ἐστιν 〈ἐν αὐτῷ〉 τὸ πρότερον καὶ τὸ ὕστερον, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός. Ποιεῖται δὲ μετὰ ταῦτα τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου καὶ τὴν ἐπιδιαίρεσιν οὕτως, ὅτι τῶν ἀποφαντικῶν λόγων οἱ μὲν φύσει τὴν ἑνότητα ἔχουσιν, οἱ δὲ ἐπικτήτως· ἢ μᾶλλον καὶ πρώτην καὶ ἁπλουστάτην ἔχουσιν τὴν ἑνότητα ἢ δευτέρως. καὶ ἁπλῆν μὲν ἔχει τὴν ἑνότητα ‘Σωκράτης βαδίζει’, ταὐτὸν δὲ εἰπεῖν ἡ κατάφασις· ἡ δὲ ἀπόφασις κατὰ δευτέραν τάξιν. τῶν δὲ ἐπίκτητον ἐχόντων τὴν ἑνότητα οἱ μὲν συναπτικῷ συνδέσμῳ, οἱ δὲ διαζευκτικῷ, οἱ δὲ συμπλεκτικῷ, οἱ δὲ ἐρωτηματικῷ, 〈ἢ〉 ἰσοδυναμοῦντα τούτοις· συμπλεκτικῷ μὲν ὡς τὸ ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων διαλέγεται’ συναπτικῷ δὲ οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν’, διαζευκτικῷ δὲ οἷον ‘ἢ ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν’, ἰσοδυναμοῦντα δὲ ὡς ‘τοῦ ἡλίου ὑπὲρ γῆν ὄντος’·3 πάντως γὰρ ἀκολουθίαν τινὰ σημαίνει καὶ ἀπαιτεῖ, οἷον τὸ ‘ἡμέρα ἐστί’. εἶτα μετὰ τὴν διαίρεσιν ταύτην φησὶν ὅτι πᾶς μὲν λόγος ἀποφαντικὸς ἢ ἀπὸ ὀνόματος καὶ ῥήματος ἢ ἀπὸ ὀνόματος καὶ πτώσεως ῥήματος σύγκειται· ἐπεὶ καὶ ὁ τοῦ ἀνθρώπου λόγος καίπερ πολλὰς ἔχων λέξεις, εἰ μὴ σχοίη τι ῥῆμα, οὐκ ἔστιν ἀποφαντικὸς λόγος. ταῦτα δὲ εἰπὼν τὴν ἐπιδιαίρεσιν τῶν ἀποφαντικῶν λόγων παραδίδωσιν. ποία δέ ἐστιν αὕτη καὶ τί διαφέρει τῆς διαιρέσεως, ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα.
亚历山大抓住〈这些点〉说,断言不可能是肯定与否定的属。首先,在此处它显然不是属,因为他给出的是概括性描述,而不再是定义。因为在定义中,包含比被定义者更具部分性(更狭窄)的东西是不可能的,他们全然要求要么包含更具普遍性的东西,要么由于极大的困顿而包含等同范围[固有属性]的东西;更具普遍性的,正如在〈人〉的定义“人是有理性的、会死的动物”中(因为这三者比人更具普遍性,因为它们不仅适用于人,而且也适用于其他事物);而等同范围的,如能够接受理智与知识者,以及能笑者。因为这些是等同范围的,因为它们可以换位;因为如果是有笑能力的动物,这就是人;而如果某物是人,这就是有笑能力的动物。但在这里它们是更具部分性的;因为肯定和否定都是更具部分性的。此外,除这些之外还有第二点:在具有先后之分的事物中,不可能存在它们共同的属。因此,如果亚里士多德说肯定在先而否定在后,显然它们不是〈并列划分的;因为对于〉并列划分的诸种,当其中一个被取消时,另一个并不同时被取消;但在这里,当肯定被取消时,否定也必然被取消。另一方面,波菲利说,断言作为同名异义的声音并被同名异义地划分为肯定和否定,这是不可能的;因为在任何事物的定义或概括性描述中,绝不会采用同名异义的声音——例如,没有人在定义或概括描述鞋的突起部分[鞋舌]时称其为“舌”,也没有人称吠叫的动物为“狗”。但在此处,他在定义肯定时称其为断言,在定义否定时同样如此。因此,严格说来,由于上述原因,断言既不是肯定和否定的属,也不是同名异义的声音。而它也并非作为整体被划分为部分,这一点同样已被证明;它也不是按照任何其他划分方式被划分的。于是剩下某种介于其间的另一种方式,称为“如出于一且指向一”[依焦点的一义性]的方式;因为在这些事物中,那共同项是在彼此的概括性描述中被采用的。例如,什么是柳叶刀,或者什么是食物?我们说是相对于某物具有相称关系的健康工具,或者是健康的致效原因。因此,同样在这里,我们把肯定和否定都称为断言,且并不随之产生任何不可能的结论。因此,那些没有采纳中间项(我指的是“出于一”),反而假设了两个极端之一的人,应当受到责备;因为这种方式介于由属向种划分的事物与由同名异义声音向不同含义划分的事物之间。因为波菲利在《导论》中也是这样说〈存在〉是被同名异义地述说的,尽管已经证明存在并不是被同名异义地述说的,因为存在具有先后之分,而是作为“出于一的事物”被述说的。 在此之后,他把断言语句的划分与进一步的再划分进行如下:在断言语句中,有的自然地具有单一性,有的后天地具有;或者更确切地说,有的具有第一且最简单的单一性,有的则以第二种方式具有。而“苏格拉底行走”具有简单的单一性,换句话说即肯定;而否定则处于第二等级。在后天具有单一性的语句中,有的通过条件连接词,有的通过选言连接词,有的通过合取连接词,有的通过疑问连接词,〈或〉通过与这些具有等同效力者[而具有单一性]:通过合取连接词的,如“苏格拉底散步且柏拉图交谈”;通过条件连接词的,如“如果太阳在地上,便是白天”;通过选言连接词的,如“要么是白天,要么是夜晚”;具有等同效力的,如“太阳在地上时”;因为这全然表示并要求某种推论随之发生,例如“便是白天”。接着在此划分之后,他说一切断言语句要么由名词和动词构成,要么由名词和动词的屈折形构成;因为即使人的语句[定义]虽然包含许多词语,如果它没有任何动词,就不是断言语句。说了这些之后,他便传授断言语句的进一步再划分。这究竟是怎样的一种再划分以及它与前述划分有何不同,我们将在另一篇理论考察中学习。
- 2.4.1ἐν γὰρ τῷ ὁρισμῷ ἀδύνατόν ἐστι μερικώτερόν τι τοῦ ὁριστοῦ ἐγκεῖσθαι, ἀλλὰ πάντως ἢ καθολικώτερα θέλουσιν ἐγκεῖσθαι ἢ διὰ πολλὴν ἀπορίαν ἀπεξισάζοντα
在非人称结构 ἀδύνατόν ἐστι 搭配不定式从句(μερικώτερόν τι... ἐγκεῖσθαι)作为主语之后,ἀλλά 后的分句主语转向泛指的“下定义者(复数第三人称)”,支配 θέλουσιν ἐγκεῖσθαι;或者将定义的诸要素拟人化表示“要求包含”。无论如何,καθολικώτερα 和 ἀπεξισάζοντα 均为补足不定式 ἐγκεῖσθαι 的受格主语。
- 2.4.1ὥστε κυρίως γένος ἐστὶν ἡ ἀπόφανσις τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως οὔτε ὁμώνυμος φωνὴ διὰ τὰς εἰρημένας αἰτίας
鉴于后文的 οὔτε ... διὰ τὰς εἰρημένας αἰτίας(“由于所说的原因,亦非同名异义的声音”)以及整段论证(旨在说明断言既非肯定与否定的“属”,亦非“同名异义词”),本句在语义上带有否定力量。此处理解为断言严格说来既不是属也不是同名异义词(假定与 οὔτε 呼应的前置否定词有所省略或脱落)。
- 2.4.1ἰσοδυναμοῦντα δὲ ὡς ‘τοῦ ἡλίου ὑπὲρ γῆν ὄντος’
中性复数受格分词 ἰσοδυναμοῦντα 脱离了前述与格短语(如 συναπτικῷ συνδέσμῳ 等)的句法构造,承接前句中的 〈ἢ〉 ἰσοδυναμοῦντα τούτοις(“或与这些具有等同效力者”)作名词性使用(“具有等同效力的,如……”)。后接的独立属格结构 τοῦ ἡλίου ὑπὲρ γῆν ὄντος 作为与条件连接从句具有同等功能的例证被提出。
