← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§15.6-16.28

语句的定义及其约定性与部分的表意

斯特法努注解亚里士多德关于语句(logos, 16b26)的定义,阐明其部分为何作为发话而非肯定具有意义,并通过区分工具与产物论证语句是出于约定而非出于自然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1#1

" Λόγος ἐστὶ φωνὴ σημαντικὴ 〈κατὰ συνθήκην〉 ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις." Τὴν μὲν αἰτίαν τῆς τάξεως, δι’ ἣν ἐν μὲν τῷ προοιμίῳ ἀπὸ τῶν χειρόνων ἤγουν τῶν μερικωτέρων τὴν ἀπαρίθμησιν ἐποιήσατο καὶ κατήντησεν εἰς τὸν λόγον καὶ νῦν ἄρχεται ἀπὸ τοῦ λόγου, ἤδη φθάσαντες ἀποδεδώκαμεν. ἄρχεται δὲ νῦν ἀπὸ τοῦ λόγου διαλέγεσθαι, διότι ἐν τῷ ὁρισμῷ τῆς ἀποφάνσεως ἑξῆς [μὲν] μέμνηται τοῦ λόγου. ὁρίζεται δὲ τὸν λόγον τοῦτον τὸν τρόπον· λόγος ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν μερῶν τι κεχωρισμένον σημαντικόν τινός ἐστιν ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις. καὶ περὶ μὲν τῆς φωνῆς ἤδη ἱκανῶς διείληπται, πῶς ἐνταῦθα λέγεται φωνὴ ὁ λόγος· ἔτι δὲ καὶ σημαντική. τὸ δὲ κατὰ συνθήκην αὐτὸς ἐξηγήσεται. τῆς δὲ φωνῆς μέρος τι κεχωρισμένον σημαντικόν ἐστιν ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις· καὶ τοῦτο δῆλον, οἷον Σωκράτης βαδίζει. τὸ γὰρ βαδίζει καὶ τὸ Σωκράτης μέρος ὂν τοῦ λόγου κεχωρισμένως σημαίνει φάσιν. ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδὲν ἐγένετο τούτων· οὐδενὸς γὰρ ἦσαν σημαντικὰ κεχωρισμένα. ἀλλ’ ἐπεὶ προσέθηκεν ὡς φάσις ἀλλ’ οὐχ ὡς κατάφασις,1 ζητήσειέν τις οὐκ ἀπεικότως περὶ τῶν συνθέτων λόγων, οἷον ‘Σωκράτης βαδίζει’ καὶ ‘Πλάτων διαλέγεται’, καὶ ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν’, πῶς τὰ μέρη τούτων οὐ σημαίνουσι καταφάσεις. λέγομεν συντόμως πρὸς τοῦτο ὅτι ἁπλοῦν ὡρίσατο λόγον. τὸ δὲ κατὰ συνθήκην, ὡς εἶπον, αὐτὸς ἐξηγούμενος [καὶ] σαφηνίζει συλλογισμόν τινα διελέγχων οὕτως φερόμενον· ὁ λόγος, φασίν, ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως 〈φύσει οὔσης· πᾶν ὄργανον φυσικῆς δυνάμεως〉 καὶ αὐτὸ φύσει· ὁ λόγος ἄρα φύσει. δεχόμεθα τοίνυν τὴν μείζονα πρότασιν, ὅτι πᾶν ὄργανον φυσικῆς δυνάμεως πάντως καὶ φύσει, ὥσπερ ὁ ὀφθαλμὸς τῆς ὁρατικῆς δυνάμεως καὶ τὸ οὖς τῆς ἀκουστικῆς καὶ ἡ ῥὶς τῆς ὀσφραντικῆς καὶ ἡ χεὶρ τῆς ἀντιληπτικῆς. οὐκέτι δὲ δεξόμεθα τὴν πρώτην πρότασιν2 τὴν λέγουσαν ὅτι ὁ λόγος ὄργανόν ἐστιν· οὐ γάρ ἐστιν ὄργανον ὁ λόγος τῆς φωνητικῆς δυνάμεως, ἀλλ’ ἀποτέλεσμα, ὥσπερ ἡ ὄρχησις τῆς κινήσεως. οὐδὲν δὲ ἀδύνατον τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο * * * καὶ ὄργανον εἰπεῖν καὶ φυσικὸν καὶ τεχνικόν. αὐτίκα γοῦν ὁ στρατιώτης καὶ φυσικοῖς ὀργάνοις κέχρηται τῆς ψυχῆς, οἷον ποσὶ χερσὶ καὶ ἄλλοις τισὶ τοιούτοις· ἀλλὰ μὴν καὶ τεχνικοῖς, οἷον ξίφει ἀκοντίῳ ἀσπίδι θώρακι καὶ τοῖς τοιούτοις. οὕτως οὖν καὶ ὁ λόγος καὶ ὄργανόν ἐστι καὶ ἀποτέλεσμα, 〈ἀποτέλεσμα〉 μὲν τῆς φυσικῆς δυνάμεως, ὄργανον δὲ τῆς διαλεκτικῆς δυνάμεως. καὶ ὄργανον μὲν τῆς φυσικῆς δυνάμεως ὁ πνεύμων, ἡ τραχεῖα ἀρτηρία, ὑπερῴα, ὄργανα δὲ τῆς διαλέκτου χείλη γλῶσσα ὀδόντες καὶ ἕτερά τινα τοιαῦτα. ὥστε κἂν ἔστιν ὄργανον, οὐκ ἔστι φυσικῆς δυνάμεως, ἀλλὰ τῆς διαλέκτου θέσει οὔσης. ὅτι δὲ οὐκ ἔστιν ὁ λόγος φύσει ἀλλὰ θέσει, ἐκ τῶν μερῶν αὐτοῦ πεφανέρωται· διὰ πολλῶν γὰρ ἀποδέδεικται τὰ μέρη αὐτοῦ, τὰ ὀνόματά φημι καὶ τὰ ῥήματα, θέσει εἶναι. εἰ δὲ τὰ μέρη θέσει, δῆλον ὅτι 〈τὸ〉 ὅλον. Ἐπεὶ οὗτος ὁ ὁρισμὸς ἁρμόζει ἐπὶ παντὸς λόγου, οἷον ἐπὶ τῶν ε εἰδῶν τοῦ λόγου (ἐκεῖ γὰρ καὶ φωνή ἐστι καὶ σημαντικὴ καὶ τὸ μέρος κεχωρισμένον σημαντικόν τινός ἐστιν), ἀντιδιαστέλλει τὸν ἀποφαντικὸν λόγον ἐκ τῶν λόγων, περὶ οὗ νῦν ὁ λόγος, λέγων ὅτι ‘ἀποφαντικὸς λόγος ἐστὶν ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαί ἐστιν’· οἷον ‘Σωκράτης βαδίζει’ πάντως ἢ ἀλήθειά ἐστιν ἢ ψεῦδος. ἐπὶ δὲ τῶν ἄλλων τῶν εἰρημένων τοῦτο οὐχ ὑπάρχει· οὔτε γὰρ ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσιν. ὅθεν καί τινες ὑπονοήσαντες τοῦτον τὸν λόγον ὁρισμὸν εἶναι τοῦ ἀποφαντικοῦ λόγου γένος φασὶν εἶναι τὴν ἀπόφανσιν τῆς ἀποφάσεως καὶ τῆς καταφάσεως· οὐ γὰρ ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο,3 ἐπειδὴ παρακατιὼν φαίνεται ὁ Ἀριστοτέλης καὶ ἐκ τῶν ὑφ’ αὑτὴν τὴν ἀντίφασιν ὁριζόμενος, φημὶ δὴ ἐκ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως. ἔτι δὲ καὶ τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου ποιούμενος λέγει τὸν μὲν εἶναι πρῶτον, τὸν δὲ δεύτερον.

“语句是〈依约定〉有意义的声音,其部分中有某种东西被分离开来是作为发话而非作为肯定具有意义的。” 至于安排的次序——由于这种次序,他在导论中从较低级的、即更具部分性的事物开始列举并达到语句,而现在则从语句开始——其原因我们此前已经说明过了。而他现在开始讨论语句,是因为在紧接其后的断言(命题)定义中提到了语句。他以下列方式定义语句:“语句是依约定有意义的声音,其部分中有某种东西被分离开来是作为发话而非作为肯定表示某物意义的。”关于声音,此处语句为何被称为声音,已经得到了充分说明;关于“有意义的”亦是如此。至于“依约定”,他自己将会解释。而声音的某个部分被分离开来是作为发话而非作为肯定具有意义,这一点也是显而易见的,例如“苏格拉底行走”。因为“行走”和“苏格拉底”作为语句的部分,被分离开来便表示发话。但在名词和动词的情形中,这些完全没有发生;因为它们在被分离开时绝不表示任何东西。但既然他补充了“作为发话而非作为肯定”,有人便不无道理地追问复合语句的情形,例如“苏格拉底行走且柏拉图交谈”以及“如果太阳在大地上方,便是白天”,它们的部分为何不表示肯定。对此我们简要地回答说,他定义的是简单语句。至于“依约定”,如我所言,他自己在解释时通过反驳如下提出的某种三段论而澄清了它:他们说,“语句是发声机能的工具,〈发声机能是出于自然的;自然机能的一切工具〉自身亦出于自然;因此语句出于自然。”于是我们接受大前提,即自然机能的一切工具必定亦出于自然,正如眼睛之于视觉机能、耳朵之于听觉机能、鼻子之于嗅觉机能、手之于把握机能。但我们不再接受那主张语句是工具的第一前提;因为语句并非发声机能的工具,而是结果(产物),正如舞蹈之于运动。然而同一事物依不同方面[……]也被称为工具、既被称为自然的又被称为技艺的,完全不是不可能的。例如士兵既使用灵魂的自然工具,如脚、手及其他这类工具;但也确实使用技艺工具,如剑、矛、盾、胸甲及类似之物。因此语句同样既是工具又是结果:是自然机能的结果,却是言谈机能的工具。并且自然机能的工具是肺、气管、上腭,而言谈的工具是嘴唇、舌头、牙齿及其他类似之物。是以即使它是工具,它也不是自然机能的工具,而是出于约定设立的言谈的工具。而语句非出于自然而是出于约定设立,从其部分来看已经明了;因为通过许多论证已经证明,它的诸部分(我指的是名词和动词)是出于约定的。如果诸部分是出于约定的,显然整体也是如此。 由于这一定义适用于一切语句,例如语句的五个种(因为在那些语句中同样既是声音又有意义,且分离开的部分表示某物的意义),他便从诸语句中区分出断言语句(这正是当下所要讨论的),他说“断言语句是其中具有为真或为假性质的语句”;例如“苏格拉底行走”必定要么是真要么是假。但在所说的其他语句中并不存在这一点;因为它们既不表示真也不表示假。由此有些人猜想这一语句是断言语句的定义,并说断言是否定与肯定的属;因为他并未由其下属事物来定义它,鉴于亚里士多德在接下去的行文中显然由其下属事物(我指的是由肯定与否定)来定义矛盾对立。而且他在对断言语句进行划分时,说一种是第一的,另一种是第二的。

语法注3 条
  1. 2.4.1ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις

    连词 ὡς 在此充当表示身份或方式的限定副词小词,意为“作为发话而非作为肯定”,规定分离开的部分仅表达语义而不构成具有真假价值的断言(肯定)。后文针对复合命题提出的疑问正是由此限定而引发的。

  2. 2.4.1τὴν πρώτην πρότασιν

    与前文的 τὴν μείζονα πρότασιν(大前提)形成对比。此处的“第一前提”指三段论的小前提(“语句是发声机能的工具”),因其在对手论式的表述中被首先提出,故得此名。

  3. 2.4.1οὐ γὰρ ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο

    动词 ὡρίσατο 省略的主语是亚里士多德,宾语依上下文为“断言”。介词短语 ἐκ τῶν ὑφ’ αὑτήν(反身代词 αὑτήν 为阴性单数,指代 ἀπόφανσις)意为“从隶属于它的下级事物(即肯定与否定)出发”,用以说明亚里士多德是通过其固有差异(具真假性)而非通过枚举其下位种来定义该属的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:15.6-16.28